Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Ἀναστασίου δέ, ὥς μοι λέλεκται, πρὸς τὴν ἀμείνω [*](Niceph. xvii 1 Malal. 410 Chronic. Pasch. 610 Cramer. An. Par. ii 108, 318 Joh. Nikiu c. 90, p. 501 Theophan. 165 Zonar. iii 265) μεταχωρήσαντος λῆξιν, Ἰουστῖνος, Θρᾷξ γένος, τῇ ἁλουργεῖ ἀμπεχόνῃ χρῆται, ἐνάτην ἄγοντος τοῦ Πανέμου μηνός, ὃς Ἰούλιος παρὰ Ῥωμαίων ὠνόμασται, χρηματιζούσης τῆς Ἀντιόχου ἕκτον καὶ ἑξηκοστὸν καὶ πεντακοσιοστὸν ἔτος, ὑπὸ τῶν βασιλικῶν σωματοφυλάκων ἀναρρηθεὶς ὧνπερ καὶ ἦρχεν, ἡγεμὼν τῶν ἐν τῇ αὐλῇ τάξεων καθεστώς. Περιέθετο δὲ τὴν ἀρχὴν τὴν αὐτοκράτορα πάσης ὑπέρτερον ἐλπίδος, ὅτι γε πολλοὶ καὶ ἔξοχοι καὶ πρὸς πᾶσαν εὐδαιμονίαν ἥκοντες καθειστήκεισαν [*](Procop. i 50) τῆς Ἀναστασίου συγγενείας, πᾶσάν τε δύναμιν ἐφελκόμενοι τὴν τοσαύτην αὐτοὺς ἀρχὴν περιβαλεῖν ἐξισχύουσαν.

Ἦν δέ γε καὶ Ἀμάντιος τῶν βασιλικῶν κοιτώνων [*](Cf. ibid. Hermes vi 375) προεστὼς ἐς τὰ μάλιστα δυνατός. Ὃς ἐπειδὴ μὴ θεμιτὸν ἦν ἄνδρα τῶν ἀνδρείων ἐστερημένον ἐς τὴν Ῥωμαίων παρελθεῖν ἀρχήν, ἐβούλετο Θεόκριτον πιστόν οἱ τυγχάνοντα τὸν στέφανον τῆς αὐτοκράτορος ἀρχῆς περιβαλέσθαι. Καὶ δὴ τὸν Ἰουστῖνον μετάπεμπτον ποιησάμενος χρήματά οἱ μεγάλα δίδωσι, διανεῖμαι κελεύσας τοῖς ἐς τοῦτο μάλιστα ἐπιτηδείοις οἵοις τε οὖσι τὸ ἁλουργὲς σχῆμα τῷ

154
Θεοκρίτῳ περιθεῖναι. Ὃς εἴτε τὸν δῆμον τοῖς χρήμασιν ἐξωνησάμενος, εἴτε τὴν τῶν καλουμένων ἐξκουβιτόρων εὔνοιαν, φασὶ γὰρ ἐπ̓ ἀμφότερα, τὴν ἀρχὴν περιεβάλετο. Αὐτίκα γοῦν μεθ̓ ἑτέρων τόν τε Ἀμάντιον Θεόκριτόν τε ἐξ ἀνθρώπων ἠφάνισεν.

Τὸν δέ γε Βιταλιανὸν ἐπὶ τῆς Θρᾴκης τὰς διατριβὰς [*](Niceph. xvii 1 Malal. 411, 412 Joh. Nikiu c. 90, p. 502 Theophan. 165 Zonar. iii 266) ποιούμενον, ὃς Ἀναστάσιον ἐξῶσαι τῆς βασιλείας ἐβουλήθη, πρὸς τὴν Κωνσταντίνου μετακαλεῖται πόλιν, δείσας μὲν αὐτοῦ τὴν δύναμιν καὶ τὴν ἀμφὶ τοὺς πολέμους ἐμπειρίαν τό τε παρὰ πᾶσι κλέος καὶ ἣν εἶχεν περὶ τὴνβασιλείαν ἔφεσιν. Εὐθυβόλως δὲ ἐπιστήσας ὡς οὐχ ἑτέρως αὐτοῦ περιέσεται εἰ μή τί γε φίλος εἶναι προσποιήσαιτο, καὶ τῷ δόλῳ προσωπεῖον ἀνεξέλεγκτον περιθείς, στρατηγὸν αὐτὸν ἑνὸς τῶν καλουμένων πραισέντων ἀναδείκυσιν. Ἐπὶ πλεῖον δὲ τῇ πειθοῖ χώρανδιδοὺς ἐπ̓ ἐξαπάτῃ μείζονι καὶ ἐς ὑπάτους τὸν Βιταλιανὸν ἀναβιβάζει. Οὗτος τῆς ὑπατείας ἐχόμενος, ἐπειδὴ κατὰ τὰ βασίλεια γέγονεν, ἔν τινι μεταυλίῳ θύρᾳ δολοφονηθεὶς ἐτελεύτησε, ποινὴν τῶν παῤ αὐτοῦ κατὰ τῆς Ῥωμαίων ἀρχῆς παροινηθέντων ταύτην καταβαλών. Ἀλλὰ ταῦταμὲν ὕστερον γέγονε.

Τὸν δέ γε Σευῆρον ὃς τῆς Ἀντιόχου πρόεδρος ἐκεχειροτόνητο, [*](Niceph. xvii 2) καθὰ τὰ φθάσαντα διηγήσαντο, ἐπεὶ τὴν ἐν Καλχηδόνι σύνοδον ἐφ̓ ἑκάστης ἀναθέματι περιβάλλων οὐκ ἐπαύσατο, καὶ μάλιστά γε ἐν ταῖς καλουμέναις ἐνθρονιστικαῖσσυλλαβαῖς, καὶ ταῖς τούτων ἀμοιβαίαις ἃς διεπέμψατο τοῖς ἑκασταχοῦ πατριάρχαις — ἐδέχθησαν δὲ μόνον ἀνὰ τὴν Ἀλεξάνδρου πόλιν πρὸς Ἰωάννου τοῦ μετὰ τὸν πρότερον Ἰωάννην, Διοσκόρου τε αὖ καὶ Τιμοθέου — αἳ καὶ μέχρις ἡμῶν διασώζονται, πολλαί τε ἐντεῦθεν κατὰτῆς ἐκκλησίας ἐπανέστησαν ἔριδες καὶ ὁ πιστότατος διῃρέθη λεώς, κελεύει Ἰουστῖνος τῷ πρώτῳ τῆς αὐτοῦ

155
βασιλείας ἔτει συσχεθέντα τὸν Σευῆρον ποινὰς εἰσπραχθῆναι τῆς γλώσσης διατεμνομένης, ὡς ἐνίοις διατεθρύληται, Εἰρηναίου τὴν πρᾶξιν ἐγχειρισθέντος ὃς ἐφειστήκει τῇ ἑῴᾳ τῶν ἀρχῶν ἀνὰ τὴν Ἀντιόχου. Πιστοῦται δὲ τὰ περὶ τῆς κατ̓ αὐτὸν ἐποχῆς τὸν Εἰρηναῖον ἐγχειρισθῆναι ὁ Σευῆρος πρὸς ἐνίους τῶν Ἀντιοχέων γράφων καὶ τὸν τρόπον τῆς φυγῆς διηγούμενος: ἔνθα μεγίσταις λοιδορίαις τὸν Εἰρηναῖον βάλλει ὡς πᾶσαν αὐτῷ φυλακὴν ἀκριβῆ περιθέντα μὴ διαδράναι τῆς Ἀντιόχου. Εἰσὶ δὲ οἵ φασιν ὡς Βιταλιανὸς τὴν γλῶσσαν ἐξῃτήσατο [*](Mala. 411, 415 Joh. Nikiu c. 90, p. 502 Theophan. 165 Liberat. xix) τοῦ Σευήρου, εἰσέ τι παρὰ τῷ Ἰουστίνῳ τὰ πρώτιστα δοκῶν φέρειν, διότι γε εἰς αὐτὸν ὕβριζεν ἐν τοῖς ἑαυτοῦ λόγοις ὁ Σευῆρος. Φεύγει δ̓ οὖν τὸν οἰκεῖον θρόνον ἀνὰ τὸν Γορπιαῖον μῆνα, ὃν Σεπτέμβριον ἡ Ῥωμαίων λέγει φωνή, ἕβδομον καὶ ἑξηκοστὸν καὶ πεντακοσιοστὸν ἔτος χρηματιζούσης τῆς Ἀντιόχου. Καὶ μετ̓ αὐτὸν ἐς τὸν ἑαυτοῦ θρόνον ἄνεισι Παῦλος, κελευσθεὶς τὴν ἐν Καλχηδόνι σύνοδον ἀναφανδὸν κηρύττειν. Παῦλος μὲν οὖν ἐθελούσιος ἀναχωρήσας τῆς Ἀντιόχου, τὴν [*](Conc. viii 523) πάντων στέλλεται πορείαν τὸν βίον διαμετρησάμενος. Εὐφράσιος δὲ μετ̓ αὐτὸν ἐξ Ἱεροσολύμων ἐπὶ τὸν κατ̓ αὐτὸν ἄνεισι θρόνον.

Ὑπὸ τοῖς αὐτοῖς Ἰουστίνου χρόνοις ἐμπρησμοί τε [*](Niceph. xvii 3 Malal 417, 419 Joh. Nikiu c. 90, p. 504 Theophan. 172 Procop. i 215 Georg. Mon. 525 Cramer. An. Par. ii 109) συχνοὶ καὶ δεινοὶ καὶ δεινοὶ κατὰ τὴν Ἀντιόχου γεγόνασιν, ὥσπερ ἡγούμενοι τῶν γενομένων ἐν αὐτῇ φοβερωτάτων κλόνων καὶ προοίμιον τοῖς παθήμασι παρεχόμενοι. Μετὰ γὰρ βραχύν τινα καιρόν, ἐν τῷ ἑβδόμῳ ἔτει τῆς αὐτοῦ βασιλείας, μηνὶ δεκάτῳ, ἀνὰ τὸν Ἀρτεμίσιον μῆνα ἤτοι Μάϊον, ἐνάτῃ καὶ εἰκοστῇ αὐτοῦ ἡμέρᾳ, κατ̓ αὐτὸ τῆς μεσημβρίας τὸ σταθερώτατον τῆς ἕκτης ἡμέρας τῆς καλουμένης ἑβδομάδος, βρασμὸς καὶ σεισμὸς ἐπελθόντες

156
τῇ πόλει μικροῦ πᾶσαν ἀνατρέψαντες κατήγαγον: οἷς καὶ πῦρ εἵπετο ὥσπερ τὴν συμφορὰν μετ̓ αὐτῶν διανειμάμενον. Ἃ γὰρ ἐκεῖνοι οὐ κατέβαλον, τὸ πῦρ ἀμφινεμόμενον ἐξηνθράκωσέ τε καὶ ἀπετέφρωσε. Καὶ ὅσα μὲν τῆς πόλεως πέπονθεν ὅσοι τε τοῦ πυρὸς καὶ τῶνσεισμῶν ἔργον γεγόνασιν ὡς τὸ εἰκὸς ὑπέθετο, ὁποῖά τε παράδοξα καὶ λόγου κρείττω συμβέβηκε, περιπαθῶς ἀφήγηται Ἰωάννῃ τῷ ῥήτορι, ὧδε τῆς ἱστορίας καταλήξαντι. Τελευτᾷ δ̓ οὖν ἐγκαταληφθεὶς τοῖς πτώμασι καὶ ὁ Εὐφράσιος, ἄλλη τῆς πόλεως συμφορά, ἵνα μὴ τῶνἐπιτηδείων ὁ προνοῶν ᾖ.

Ἀλλ̓ ἡ τῶν ἀνθρώπων σώτειρα τοῦ θεοῦ κηδεμονία, [*](Niceph. xvii 3) ἡ πρὸ τῆς πληγῆς τὰ φάρμακα πλάττουσα καὶ φιλανθρωπίᾳ τὸ ξίφος τῆς ὀργῆς θήγουσα, ἡ παῤ αὐτὴν [*](Malal. 423) τὴν ἀπόγνωσιν τὴν οἰκείαν ἀνοιγνῦσα συμπάθειαν, Ἐφραίμιονδιανέστησε τῆς ἑῴας ἀρχῆς τὰς ἡνίας διέποντα πᾶσαν ἀναζώσασθαι φροντίδα μηδὲν τῶν ἐπιτηδείων ἐπιλιπεῖν τὴν πόλιν. Ὃν κἀντεῦθεν ἀγασάμενοι Ἀντιοχέων παῖδες εἰς ἱερέα ψηφίζονται: καὶ τὸν ἀποστολικὸν λαγχάνει θρόνον ὥσπερ μισθὸν καὶ γέρα τῆς τοσαύτης[*](Malal. 442, 443 Cramer. An. Par. ii 320 Theophan. 177) προνοίας τοῦτον κληρωσάμενος. Πέπονθε καὶ αὖθις ὑπὸ σεισμῶν μετὰ μῆνας τριάκοντα. Τότε καὶ Θεοῦ πόλις ἡ Ἀντιόχου προσηγορεύθη πόλις, καὶ ἄλλης προνοίας πρὸς τοῦ βασιλέως τυχοῦσα.

Ἀλλ̓ ἐπεὶ τῶν εἰρημένων ἐμνήσθημεν παθημάτων, [*](Niceph. xvii 4) φέρε καὶ ἕτερα ἄττα τῶν ἀξιολόγων τῷ παρόντι προσθῶμεν [*](26) πόνῳ, ἅπερ εἰς ἡμᾶς ἐκ τῶν ἱστορησάντων ἐνηνέκται. Ζωσιμᾶς ἀνήρ, γένος Φοῖνιξ, τῆς λεγομένης παραλίας, κώμην Σίνδην πατρίδα κληρωσάμενος διέχουσαν τῆς τῶν Τυρίων οὔτι σταδίους εἴκοσι, τὸν μονήρη διαθλεύων βίον,οὕτως ταῖς τε ἀφέξεσι καὶ μεθέξεσι τῶν τροφῶν καὶ ταῖς ἄλλαις ἀρεταῖς τοῦ βίου τὸν θεὸν εἰσοικισάμενος ὡς μὴ μόνον διορᾶν τὰ μέλλοντα, ἀλλὰ καὶ πάσης ἀπαθείας

157
χάριν λαβεῖν, συνῆν τῶν τινι ἐπισήμων ἀνὰ τὴν Καίσαρος πόλιν, ἣ μιᾶς τῶν Παλαιστινῶν ἡγεῖται: ἦν δὲ ἄρα οὗτος Ἀρκεσίλαος, ἀνὴρ εὐπατρίδης τε καὶ λόγιμος, εὖ τε ἀξιωμάτων καὶ τῶν λοιπῶν τῶν κοσμούντων ἀνδρὸς βίον ἥκων. Οὗτος ὁ Ζωσιμᾶς ἐν τῷ ἀκαρεῖ τῆς Ἀντιόχου πτώσεως ἀθρόον ἐπιστυγνάσας ὀλοφυρόμενός τε καὶ μύχιον ἀνοιμώξας, δάκρυά τε τοσαῦτα σπείσας ὡς καὶ τὴν γῆν ἐπιβρέξαι, θυμιατήριον ἐξῃτήσατο, καὶ πάντα τὸν χῶρον ἐν ᾧ καθειστήκεισαν ἐπιθυμιάσας ἐπὶ γῆς ἑαυτὸν ῥίπτει, προσευχαῖς τε καὶ λιταῖς τὸν θεὸν ἱλεούμενος. Εἶτα πυνθανομένου τοῦ Ἀρκεσιλάου τί ἄρα τὸ οὕτω διαταράξαν εἴη, διαρρήδην εἶπε τὴν ἠχὴν τῆς Ἀντιόχου πτώσεως αὐτίκα τὰ ὦτά οἱ περιβομβῆσαι. Ὥστε τὸν Ἀρκεσίλαον καὶ τοὺς παρατετυχηκότας ἐκπεπληγμένους ἀναγράψαι τὴν ὥραν, εὑρεῖν τε ἐς ὕστερον οὕτως ὡς ὁ Ζωσιμᾶς ἀπεφήνατο. Διὰ τούτου πολλαί τε καὶ ἕτεραι θεοσημεῖαι γεγόνασιν, ὧν τὸ πλῆθος παρείς, ἐπεὶ καὶ κρείττονος εἰπεῖν ἀριθμοῦ τυγχάνουσιν οὖσαι, ἔνια λέξω. Συνήκμαζε τῷ Ζωσιμᾷ ἀνήρ, Ἰωάννης τοὔνομα, ταῖς ἀρεταῖς παραπλήσιος, ἐν Χουζιβᾷ τῇ μάνδρᾳ — κεῖται δὲ πρὸς τῇ ἐσχατιᾷ τῆς χαράδρας ἀνὰ τὸ ἀρκτῷον μέρος τῆς λεωφόρου τῆς φερούσης τοὺς διαπορευομένους ἐξ Ἱεροσολύμων ἐπὶ τὴν Ἱεριχουντίων πόλιν — τὸν μονήρη τε καὶ ἄϋλον διαπαλαίσας βίον, ἐπισκοπήσας δὲ τὴν εἰρημένην μοι Καίσαρος πόλιν. Οὗτος ὁ Ἰωάννης ὁ Χουζιβίτης, ἐπεὶ τὴν Ἀρκεσιλάου τοῦ λελεγμένου μοι γυναῖκα ἠκηκόει θάτερον τοῖν ὀφθαλμοῖν ὑπὸ κερκίδος ἐκκοπέντα, δρομαίως ᾔει πρὸς αὐτὴν τὸ πάθος ἐπισκεψόμενος. Ὡς δ̓ οὖν ἐθεάσατο τήν τε κόρην ἐκπεσοῦσαν τέλεόν τε τὸν ὀφθαλμὸν διαρρυέντα, σπόγγον ἐπιτάττει τῶν τινι παρεφομαρτούντων ἰατρῶν ἐνεγκεῖν, εἰσαγαγεῖν
158
τε τὸ διαρρυὲν ὡς ἂν δύναιτο, καὶ τὸν σπόγγον περιθέντα τελαμῶσιν ἀναδῆσαι, οὔτι παρόντος Ἀρκεσιλάου. Ἔτυχε γὰρ τῷ Ζωσιμᾷ παρὼν ἐν τῷ κατ̓ αὐτὸν φροντιστηρίῳ, ὅπερ ἐπὶ τῆς Σινδηνῶν ἔκειτο κώμης, διεστώσης τῆς Καίσαρος σταδίους μάλιστα πεντακοσίους. Δρομαῖοιτοίνυν παρὰ τὸν Ἀρκεσίλαον ἐκτρέχουσίν οἱ ταῦτα διαγγέλλοντες. Καθῆστο δὲ πρὸς Ζωσιμᾷ ὁ Ἀρκεσίλαος τὰς διαλέξεις ποιούμενος: ὅπερ ἐπειδὴ διέγνω, διωλύγιον ἀνεκώκυε, καὶ τὰς τρίχας ἐκτίλλων καὶ διασπῶν εἰς οὐρανὸν ἀνέπεμπε. Τοῦ δὲ Ζωσιμᾶ πυνθανομένουτὴν αἰτίαν, τὸ συμβὰν ὁ Ἀρκεσίλαος ἔλεγε ταῖς οἰμωγαῖς καὶ τοῖς δάκρυσι συχνὰ διακοπτόμενος. Ἀφεὶς οὖν τοῦτον ὁ Ζωσιμᾶς αὐτὸς καθ̓ ἑαυτὸν εἴς τι δωμάτιον ἐστρέχει ἔνθα τῷ θεῷ, ὡς θεμιτὸν τοῖς τοιούτοις, ἐνετύγχανεν. Μετὰ δ̓ αὖ τινα καιρὸν προσελθὼν ἔχαιρέν τεκαὶ σεμνὰ μειδιῶν πρὸς Ἀρκεσίλαον ἔλεγε τὴν χεῖρα καταψήχων: Ἄπιθι χαίρων, ἄπιθι: ἡ χάρις τῷ Χουζιβίτῃ δέδοται. Ἰάθη σου τὸ γύναιον, ἄμφω τὼ ὀφθαλμὼ ἔχει, οὐδὲν ἰσχυσάσης τῆς συμφορᾶς ἀφελέσθαι, οὕτω τοῦ Χουζιβίτου βουληθέντος. Ὅπερ καὶ γέγονεν ἀμφοῖντοῖν δικαίοιν κατὰ ταὐτὸ θαυματουργησάντοιν. Τούτῳ τῷ Ζωσιμᾷ καί ποτε ἐπὶ τὴν Καίσαρος ἰόντι ὀνάριόν τε παρασυρομένῳ ἐν ᾧ τῶν τινά οἱ ἐπιτηδείων ἐπεβέβλητο, λέων ἔπεισι καὶ τὸν ὄνον ἁρπάσας ἀπῄει. Ὁ δὲ Ζωσιμᾶς ἀνὰ τὴν ὕλην εἵπετο μέχρις ὅτου διακορὴσὁ λέων ἐκ τῆς θοίνης τοῦ ζῴου γέγονε: πρὸς ὃν ἐπιγελάσας ὁ Ζωσιμᾶς φησιν: Ἀλλὰ γάρ, ὦ ἑταῖρε, τὰ τῆς πορείας ἐμοὶ διακέκοπται πάχητί τε ὄντι πόρρω τε τῆς ἡλικίας ἀφιγμένῳ, καὶ μὴ δυναμένῳ νωτοφορεῖν τὰ ἐπὶ τοῦ ζῴου σεσαγμένα. Ἀχθοφορεῖν οὖν ἀνάγκη σεπαρὰ τὸν θεσμὸν τῆς φύσεως, εἴπερ ἐθέλεις τῶν ἐντεῦθεν τὸν Ζωσιμᾶν ἀπαλλάττεσθαι καὶ θηρίον αὖθις εἶναι. Ὁ
159
δὲ τοῦ θυμοῦ καθάπαξ ἐπιλελησμένος ὑπέσαινε καὶ τῷ Ζωσιμᾷ προσέτρεχε πράως εὐθύς, καὶ διὰ τοῦ σχήματος ἐβόα τὸ πειθήνιον. Ὧι περιθεὶς ὁ Ζωσιμᾶς τοῦ ὄνου τὸ φορτίον μέχρι τῶν πυλῶν τῆς Καίσαρος ἤγαγε, δεικνὺς τοῦ θεοῦ τὴν δύναμιν καὶ ὡς ἅπαντα τοῖς ἀνθρώποις δοῦλά τε καὶ πειθήνια, ὅταν αὐτῷ ζῶμεν καὶ τὴν δεδομένην ἡμῖν χάριν οὐ παραχαράττομεν. Ἀλλ̓ ἵνα μὴ τοῖς πλείοσι τὴν ἱστορίαν παραμηκύνωμεν, ἐπάνειμι ὅθεν τὴν ἐκβολὴν ἐποιησάμην.

Εἰσέτι Ἰουστίνου τὴν αὐτοκράτορα διϊθύνοντος [*](Niceph. xvii 3 Malal. 417 Theophan. 168, 171)ἀρχήν, τὸ νῦν μὲν Δυρράχιον, Ἐπίδαμνος δὲ πάλαι, πέπονθεν ὑπὸ κλόνου τῆς γῆς, ὡσαύτως δὲ καὶ Κόρινθος ἐπὶ τῆς Ἑλλάδος κειμένη, εἶτα καὶ Ἀνάζαρβος τὸ τέταρτον αὐτῆς πάθος, ἣ τοῦ δευτέρου τῶν Κιλίκων ἡγεῖται ἔθνους: ἃς ὁ Ἰουστῖνος πολλοῖς ἀνεκτίσατο χρήμασι. Κατὰ τοὺς αὐτοὺς χρόνους καὶ ἡ Ἔδεσσα πόλις τῆς Ὀσροηνῶν μεγίστη τε καὶ εὐδαίμων τοῖς τοῦ παραρρέοντος Σκίρτου χειμάρρου ὕδασι κατεποντώθη, ὥστε καὶ τὰ πολλὰ τῶν οἰκοδομιῶν παρασυρῆναι καὶ πλῆθος ἀναρίθμητον ἀπολέσθαι, οὓς τὸ ὕδωρ λαβὸν ᾤχετο. Μετεκλήθησαν τοίνυν ὑπὸ τοῦ αὐτοῦ Ἰουστίνου ἡ Ἔδεσσα καὶ Ἀνάζαρβος, καὶ τούτων ἑκατέρα τῇ αὐτοῦ προσηγορίᾳ κατεκοσμήθησαν.

Τούτῳ τῷ Ἰουστίνῳ ὄγδοον ἔτος τῆς βασιλείας [*](Niceph. xvii 7 Malal. 422, 424 Chronic. Pasch. 616 Theophan. 173 Cramer. An. Par. ii 109 Cedren. i 641 Zonar. iii 269) ἄγοντι ἐννέα τε μῆνας πρός τισιν ἡμέραις, Ἰουστινιανὸς ἀδελφιδοῦς αὐτοῦ συμβασιλεύει, ἀναρρηθεὶς τῇ πρώτῃ τοῦ Ξανθικοῦ ἤγουν Ἀπριλίου μηνός, ἀνὰ τὸ πέμπτον καὶ ἑβδομηκοστὸν καὶ πεντακοσιοστὸν ἔτος τοῦ χρηματισμοῦ τῆς Ἀντιοχείας. Καὶ τούτων ὧδε προελθόντων, Ἰουστῖνος μεθίσταται τῆς ἐντεῦθεν βασιλείας, [*](31) ὑπελθὼν τὴν τέλειον ἡμέραν ἀνὰ τὴν πρώτην ἡμέραν τοῦ Λώου, τοῦ καὶ Αὐγούστου μηνός, συμβασιλεύσας μὲν

160
Ἰουστινιανῷ μῆνας τέσσαρας, τὰ ὅλα δὲ ἔτη τὴν αὐτοκράτορα διανύσας ἀρχὴν ἐννέα πρός τισιν ἡμέραις. Ἰουστινιανοῦ δὲ μόνου τὴν ὅλην ἀρχὴν τῆς Ῥωμαίων ἐπικρατείας περιθεμένου, ἤδη τε τῆς ἐν Χαλχηδόνι συνόδου κηρυττομένης ἀνὰ τὰς ἁγιωτάτας ἐκκλησίασκελεύσμασιν Ἰουστίνου, καθά μοι διήγηται, ἔτι τὰ τῆς ἐκκλησιαστικῆς καταστάσεως ἔν τισι τῶν ἐπαρχιῶν περιεδονεῖτο, καὶ μάλιστά γε κατὰ τὴν βασιλέως καὶ κατὰ τὴν Ἀλεξάνδρου πόλιν: τῆς μὲν βασιλίδος τὴν ἐπισκοπὴν πρυτανεύοντος Ἀνθίμου, τῆς δὲ Ἀλεξανδρέωνἐκκλησίας ἡγουμένου Θεοδοσίου. Ἄμφω τε γὰρ τὴν μίαν καὶ μόνην ἐδοξαζέτην φύσιν.

Ἰουστινιανὸς μὲν οὖν τῶν ἐν Καλχηδόνι συνεληλυθότων [*](Niceph. xvii 7) καὶ τῶν παῤ αὐτῶν ἐκτεθειμένων μάλα γεννικῶς ἀντείχετο, Θεοδώρα δὲ ἡ τούτου σύνοικος, τῶν μίαν φύσινλεγόντων: εἴτε καὶ τῶν ἀληθῶς οὕτως ἐχόντων — ἡνίκα γὰρ ὁ περὶ πίστεως πρόκειται λόγος, πατέρες τε πρὸς παῖδας, παῖδές τε αὖ πρὸς τοὺς φύντας διΐστανται, γυνή τε πρὸς τὸν ἴδιον γαμέτην, ἀνήρ τε αὖ πάλιν πρὸς τὴν ἰδίαν γαμετήν — , εἴτε καὶ κατά τινα συγκείμενοι οἰκονομίανἵν̓ ὁ μὲν τῶν λεγόντων δύο φύσεις ἐπὶ Χριστοῦ τοῦ θεοῦ ἡμῶν μετὰ τὴν ἕνωσιν ἀντέχηται, ἡ δὲ τῶν πρεσβευόντων μίαν φύσιν. Ὅμως δ̓ οὖν ἀλλήλοις οὐκ ἐνεδίδοσαν: ἀλλ̓ ὁ μὲν τῶν ἐν Χαλχηδόνι συντεθειμένων μάλα σπουδαίως ἀντελαμβάνετο, ἡ δὲ μετὰ τῶν ἀπ̓ ἐναντίασἰοῦσα τῶν λεγόντων μίαν φύσιν παντοίως προενόει, καὶ τούς γε ἡμεδαποὺς περιέθαλπεν καὶ τοὺς ἀλλοδαποὺς [*](Niceph. xvii 8) μεγάλοις χρήμασιν ἐδεξιοῦτο. Ἣ καὶ πείθει τὸν Ἰουστινιανὸν μετάπεμπτον Σευῆρον ποιήσασθαι.

Σώζονται τοίνυν ἐπιστολαὶ Σευήρου πρός τε Ἰουστινιανὸν πρός τε Θεοδώραν: δἰ ὧν ἔστι λαβεῖν ὡς [*](31) κατ̓ ἀρχὰς τὴν πρὸς τὴν βασίλειον ὁδὸν διανεβάλετο

161
μεθ̓ ὃ τὸν Ἀντιοχείας καταλέλοιπε θρόνον: ὕστερον μέντοι κατείληφε ταύτην. Καὶ γέγραφεν ὡς ἐπειδὴ πρὸς τὴν βασιλέως ἐγεγόνει ἐνέτυχέ τε τῷ Ἀνθίμῳ καὶ τῆς [*](Joh. Ephes. i 42) παραπλησίας οἱ δόξης εὕρηκε αὐτὸν καὶ τῆς εἰς τὸν θεὸν νομίσεως, πέπεικε τῆς καθέδρας ἐκστῆναι. Γέγραπται δὲ αὐτῷ τὰ περὶ τούτων πρὸς Θεοδόσιον τὸν τὴν Ἀλεξανδρέων ἐπισκοποῦντα πόλιν: ἐν οἶς καὶ μεγαλαυχεῖ ὡς τὸν αὐτὸν Ἄνθιμον πέπεικεν, ὡς εἴρηται, τῆς ἐπὶ γῆς δόξης καὶ τῆς οἰκείας καθέδρας τὰ τοιαῦτα προκρῖναι δόγματα. Φέρονται δὲ καὶ Ἀνθίμου πρὸς Θεοδόσιον ἐπιστολαὶ περὶ τούτων, Θεοδοσίου τε αὖ πρὸς Σευῆρον καὶ Ἄνθιμον, ἃς παρίημι καταλιμπάνων τοῖς ἐντυγχάνειν ταύταις βουλομένοις, ἵνα μὴ πλῆθος ἄπειρον ἐπεισκυκλήσω τῷ παρόντι πόνῳ. Ὅμως δ̓ οὖν ὡς ἀντικρὺ τῶν βασιλέως κελευσμάτων ἰόντες καὶ μὴ δεχόμενοι τὰ ἐν Καλχηδόνι συντεθειμένα, ἄμφω τῶν οἰκείων ἐξηλαθέτην θρόνων, καὶ τὸν μὲν Ἀλεξανδρείας Ζωΐλος διαδέχεται, τὸν δὲ τῆς βασιλείας Ἐπιφάνιος: ὡς ἐν ἁπάσαις λοιπὸν ταῖς ἐκκλησίαις ἀναφανδὸν κηρύττεσθαι τὴν ἐν Καλχηδόνι σύνοδον, καὶ [*](21) μηδένα τολμᾶν ταύτην ἀναθέματι περιβάλλειν, τοὺς δὲ μὴ ταῦτα οὕτως ἔχοντας διὰ μυρίων συνελαύνεσθαι τρόπων πρὸς τὴν τοιαύτην ἰέναι συγκατάθεσιν. Γέγραπται δ̓ οὖν Ἰουστινιανῷ νομοθεσία ἐν ᾗ τὸν [*](Conc. viii 1150 Joh. Nikiu c. 90, p. 514) Σευῆρον καὶ Ἄνθιμον σὺν ἑτέροις ἀνατεθεμάτικεν, ποιναῖς τε μεγίσταις ὑποτέθεικε τοὺς τὰ ἐκείνων πρεσβεύοντας δόγματα: ὡς ἐξ ἐκείνου περὶ μὲν τὰς ἑκασταχῆ διακειμένας ἐκκλησίας οὐδὲν ἔτι διερρωγὸς μεῖναι, ἀλλὰ τούς τε ἑκάστης διοικήσεως πατριάρχας ἀλλήλοις συμβαίνειν, τούς τε τῶν πόλεων ἐπισκόπους τοῖς ἰδίοις ἐξάρχοις ἕπεσθαι: καὶ τέσσαρας συνόδους ἐπὶ τῶν ἐκκλησιῶν
162
κηρύττεσθαι, πρώτην μὲν τὴν ἐν Νικαίᾳ, εἶτα τὴν ἐν Κωνσταντινουπόλει, τρίτην τὴν ἐν Ἐφέσῳ τὸ πρότερον, τετάρτην τὴν ἐν Καλχηδόνι. Γέγονε δὲ καὶ πέμπτη σύνοδος κατὰ κέλευσιν Ἰουστινιανοῦ, περὶ ἧς τὰ πρόσφορα ἐν τοῖς προσφόροις ἐρῶ καιροῖς, τέως τῶν ἀνὰμέρος πραχθέντων ὑπὸ τοῖς αὐτοῦ χρόνοις λόγου τε ἀξίων καθεστώτων τῇ παρούσῃ συνυφαινομένων ἱστορίᾳ.

Γέγραπται δὲ Προκοπίῳ τῷ ῥήτορι τὰ κατὰ [*](Niceph. xvii 10 Procop. i 51 — 55) Βελισάριον συγγράφοντι, ὡς Καβάδης ὁ Περσῶν βασιλεὺς Χοσρόῃ τῷ παιδὶ νεωτέρῳ τῶν ἄλλων υἱῶν ὄντι περιθεῖναιτὴν βασιλείαν βουληθείς, ἅμα Χοσρόῃ βουλεύει ὥστε τῷ βασιλεῖ Ῥωμαίων εἰς θετὸν υἱὸν ἐπιδοῦναι τὸν Χοσρόην, ἵνα ἐντεῦθεν ἀσφαλέστατα τὰ τῆς ἀρχῆς αὐτῷ διατεθείη. Ἐπειδὴ τοίνυν τούτων διήμαρτον εἰσηγήσει Πρόκλου, ὃς παρεδρεύων Ἰουστινιανῷ κυαίστωρκαθειστήκει, ἐπὶ μείζω τὴν πρὸς Ῥωμαίους ἔχθραν ἐξήγαγον. [*](Ibid. 61 — 74) Φιλοπονώτατα τοιγαροῦν κομψῶς τε καὶ λογίως ἐκτέθειται τῷ αὐτῶ Προκοπίῳ ἃ δὴ πέπρακται ὑπὸ Βελισαρίῳ στρατηγοῦντι τῶν ἑῴων δυνάμεων Ῥωμαίοις τε καὶΠέρσαις πρὸς ἀλλήλους πολεμοῦσι. Πρώτην μὲν οὖν νίκην ἀναγράφει Ῥωμαίων περὶ τὰ χωρία Δάρας τε καὶ Νισίβεως, Βελισαρίου Ἑρμογένους τε αὖ τὰ Ῥωμαίων [*](Ibid. 74 s#3.) στρατόπεδα διακοσμούντων. Οἷς ἐπισυνάπτει καὶ ὅσα κατὰ τὴν Ἀρμενίων γέγονε χώραν, οἷά τε κατὰ τὴν[*](Ibid. 88) Ῥωμαίων εἰργάσατο γῆν Ἀλαμούνδαρος τῶν Σκηνιτῶν βαρβάρων ἡγούμενος: ὃς καὶ Τιμόστρατον τὸν Ῥουφίνου ἀδελφὸν σὺν τοῖς ἀμφ̓ αὐτὸν στρατιώταις ἐζώγρησε, καὶ χρημάτων ὕστερον μεγάλων ἀπέδοτο.

Περιπαθῶς διέξεισι καὶ τὴν τοῦ λελεγμένου μοι[*](Niceph. xvii 10 Procop. 89 — 97)

163
Ἀλαμουνδάρου καὶ Ἀζαρέθου κατὰ τῆς Ῥωμαίων γῆς ἔφοδον, ὅπως τε τούτοις τὴν ἄφοδον ἐπὶ τὰ σφέτερα ποιουμένοις, πρὸς βίας τοῦ οἰκείου στρατοῦ ἐπὶ ταῖς ᾐόσι τοῦ Εὐφράτου Βελισάριος συνεπλάκη ἐπικειμένης τῆς πασχαλίας ἡμέρας, καὶ ὅπως ὁ Ῥωμαίων διεφθάρη στρατὸς τῶν Βελισαρίου βουλευμάτων οὐκ ἀνασχόμενος, ὅπως τε Ῥουφῖνος καὶ Ἑρμογένης τὴν καλουμένην ἀπέραντον [*](Procop. i 113) εἰρήνην πρὸς Πέρσας διέθηκαν. Οἷς ἐπάγει τὴν ἀνὰ τὸ Βυζάντιον γενομένην τῶν δημοτῶν στάσιν, ᾗ προσηγορίαν τὸ σύνθεμα τῶν δήμων [*](Ibid. 119 — 129) δέδωκε: τὸ Νίκα γὰρ ἐπίκλησιν καλοῦσι, τοῦτο τῶν δήμων ἀλλήλοις συναφθέντων σύνθεμα δόντων τῆς εἰς ἀλλήλους γνώσεως. Καθ̓ ἣν Ὑπάτιός τε καὶ Πομπήϊος ἐβιασθήτην μὲν ὑπὸ τῶν δήμων πρὸς τὴν τυραννίδα, ἑκατέρω δὲ πρὸς τῶν στρατιωτῶν κελεύσμασιν Ἰουστινιανοῦ τὴν κεφαλὴν ἀποθεμένω κατεποντωθήτην, τῶν δήμων ἑσσηθέντων: ὅτε καὶ τριάκοντα χιλιάδας ἐν τῷ πόνῳ τούτῳ φησὶν ὁ Προκόπιος ἀνθρώπων ἀπολέσθαι.

Τῷ αὐτῷ τὰ κατὰ Βανδίλους γράφοντι μέγιστα [*](Niceph. xvii 11 Procop. i 344) τέθειται καὶ μνήμης ἐς ἀεὶ διασωζομένης ἄξια, ἃ λέξων ἔρχομαι. Ὀνώριχος τὴν βασιλείαν ἐκ Γιζερίχου διαδεξάμενος, τά τε ἀρείου θρησκεύων, ὠμότατα διετίθετο ἀμφὶ τοὺς ἐν Λιβύῃ Χριστιανοὺς τοὺς τὰ ὀρθὰ πρεσβεύοντας δόγματα, βιαζόμενος εἰς τὴν Ἀρειανῶν μετατίθεσθαι δόξαν: καὶ τούς τε μὴ ὑπείκοντας πυρί τε καὶ μυρίαις θανάτων ἰδέαις ἔφθειρεν, ἐνίους δὲ τὰς γλώσσας ἀφείλετο. Τούτους καὶ τῇ θέᾳ παραλαβεῖν ὁ Προκόπιος ἔφη πρὸς τὴν βασιλέως γενομένους πόλιν αὐτόσε διαδράντας, ἐντυχεῖν τε αὐτοῖς ἴσα τοῖς μηδὲν πεπονθόσι φθεγγομένοις: καὶ τὰς μὲν γλώσσας ἐξ αὐτοῦ τοῦ πυθμένος ἀνακεκάρθαι, τὴν δὲ φωνὴν αὐτοῖς ἔναρθρον εἶναι καὶ εὔσημα διαλέγεσθαι,

164
θαῦμα καινόν τε καὶ παράδοξον: ὧν καὶ [*](Cod. i 27,1,1) Ἰουστίνου διάταξις μνημονεύει. Ἐξ ὧν καὶ δύο παρωλισθησάτην, [*](Procop. i 345) ὡς ὁ αὐτὸς ἀναγράφει Προκόπιος. Ἐπειδὴ γὰρ γυναιξὶν ὁμιλεῖν ἐβουληθήτην, τὴν φωνὴν ἀφῃρέθησαν, τοῦ μαρτυρίου τῆς χάριτος αὐτοῖν μηκέτι παραμεινάσης.

Καὶ ἕτερον δὲ ἀξιάγαστον ἀνάγει τοῦ σωτῆρος [*](Niceph. xvii 11 Procop. i 346) θεοῦ θαυματουργήσαντος ἐπ̓ ἀνδράσιν ἐκφύλοις μὲν τὴν θρησκείαν, ὅσια δὲ κατ̓ ἐκεῖνο δράσασιν. Καβαώνην φησὶ τῶν ἀμφὶ Τρίπολιν Μαυρουσίων ἡγεῖσθαι. Οὗτος, φησίν, ὁ Καβαώνης — ἄξιον γὰρ τοῖς αὐτοῦ χρήσασθαιῥήμασιν ἀξιολόγως καὶ περὶ τούτων διηγουμένου — ἐπειδὴ ἐπ̓ αὐτὸν ἐστρατεῦσθαι Βανδίλους ἐπύθετο, ἐποίει τοιάδε: πρῶτα μὲν τοῖς ὑπηκόοις ἐπήγγελλεν ἀδικίας τε πάσης καὶ βρώσεως ἐς τρυφὴν ἀγούσης καὶ πάντων μάλιστα γυναικῶν ξυνουσίας ἀπέχεσθαι. Χαρακώματά τεδύο πηξάμενος, ἐν θἀτέρῳ μὲν αὐτὸς σὺν πᾶσιν ἐστρατοπεδεύσατο τοῖς ἀνδράσι, ἐν δὲ δὴ τῷ ἑτέρῳ τὰς γυναῖκας καθεῖρξε, θάνατον δὲ τὴν ζημίαν ἠπείλησεν ἔσεσθαι εἴ τις ἐπὶ τὸ τῶν γυναικῶν χαράκωμα ἴοι. Μετὰ δὲ πέμψας ἐς Καρχηδόνα κατασκόπους ἐπέταττεν τάδε: ἐπειδὰν οἱΒανδίλοι ἐπὶ τὴν στρατείαν βαδίζοντες ἔς τινα νηὸν ὑβρίσωσιν ὃν οἱ Χριστιανοὶ σέβονται, αὐτοὺς μὲν ἐφορᾶν τὰ γινόμενα: ἐὰν δὲ οἱ Βανδίλοι τὸ χωρίον ἀμείψωσι, πάντα ποιεῖν τἀναντία ἐς τὸ ἱερὸν ἐξ οὗ δ̓ ἂν ἐκεῖνοι βαδίσαντες οἴχωνται. Ἐπειπεῖν δὲ αὐτὸν καὶ τοῦτόφασι ὡς ἀγνοοῖ μὲν τὸν θεὸν ὃν Χριστιανοὶ σέβονται, εἰκὸς δὲ αὐτόν, φησίν, εἴπερ ἰσχυρός ἐστιν ὡς λέγεται, τίσασθαι μὲν τοὺς ὑβρίζοντας, ἀμῦναι δὲ τοῖς θεραπεύουσιν.

165
Οἱ μὲν οὖν κατάσκοποι εἰς Καρχηδόνα ἐλθόντες ἐσχόλαζον τὴν παρασκευὴν τῶν Βανδίλων θεώμενοι. Ἐπειδὴ δὲ τὸ στράτευμα τὴν ἐπὶ Τρίπολιν ᾔεσαν, σχήματα περιβεβλημένοι ταπεινὰ εἵποντο. Οἱ δὲ Βανδίλοι, ὡς ἡμέρᾳ τῇ πρώτῃ ηὐλίσαντο ἐς τῶν Χριστιανῶν τοὺς νεὼς τούς τε ἵππους τά τε ἄλλα ζῷα ἐπαγαγόντες, ὕβρεώς τε οὐδεμιᾶς ἀπελείποντο καὶ αὐτοὶ ἀκολασίᾳ τῇ σφετέρᾳ ἐχρήσαντο, τούς τε ἱερεῖς οὓς ἂν λάβοιεν ἐρράπιζόν τε καὶ ξαίνοντες κατὰ τοῦ νώτου πολλὰ ὑπηρετεῖν σφίσιν ἐκέλευον. Ἐπειδὴ δὲ τάχιστα ἐνθένδε ἀπηλλάγησαν, ἐποίουν οἱ τοῦ Καβάωνος κατάσκοποι ὅσα αὐτοῖς ἐπετέτακτο: τά τε γὰρ ἱερὰ ἐκάθηραν αὐτίκα, τήν τε κόπρον καὶ εἴ τι ἄλλο οὐχ ὁσίως ἐπέκειτο σὺν ἐπιμελείᾳ πολλῇ ἀφελόμενοι, τά τε λύχνα ἔκαιον ἅπαντα, καὶ τοὺς ἱερέας αἰδοῖ τε πολλῇ προσεκύνησαν καὶ τῇ ἄλλῃ φιλοφροσύνῃ ἠσπάσαντο, ἀργύριά τε τοῖς πτωχοῖς δόντες, οἳ ἀμφὶ τὰ ἱερὰ ταῦτα ἐκάθηντο, οὕτω δὴ τῶν Βανδίλων στρατιᾷ εἵποντο. Καὶ ἀπὸ τούτου κατὰ τὴν ὁδὸν σύμπασαν οἱ Βανδίλοι κατὰ ταὐτὰ ἡμάρτανον καὶ οἱ κατάσκοποι ἐθεράπευον. Ἐπεὶ δὲ ἀγχοῦ ἔσεσθαι ἔμελλον, προτερήσαντες οἱ κατάσκοποι ἀγγέλλουσι τῷ Καβάωνι ὅσα Βανδίλοις τε καὶ σφίσιν ἐς τὰ Χριστιανῶν ἱερὰ εἴργαστο, καὶ ὡς ἐγγύς που οἱ πολέμιοι εἶεν. Ὁ δὲ ἀκούσας εἰς τὴν ξυμβολὴν καθίστατο ... Οἱ μὲν οὖν πολλοί, ὥς φησι, Βανδίλων [*](Procop. i 349) διεφθάρησαν, εἰσὶ δὲ οἳ καὶ ὑπὸ τοῖς πολεμίοις ἐγένοντο, ὀλίγοι τε κομιδῆ ἐκ τοῦ στρατοῦ τούτου ἐπ̓ οἴκου ἀπεκομίσθησαν. Ταῦτα μὲν Τρασαμούνδῳ παθεῖν ὑπὸ Μαυρουσίων ξυνέπεσε: ἐτελεύτα δὲ χρόνῳ ὕστερον ἑπτά τε καὶ εἴκοσιν ἔτη Βανδίλων ἄρξας.
166

Ὁ αὐτὸς ἀναγράφει ὡς Ἰουστινιανὸς φειδοῖ τῶν [*](Niceph. xvii 12 Procop. i 353-356) κακῶς αὐτόσε πασχόντων Χριστιανῶν στρατείαν ἐπαγγείλας, ὑποθήκαις Ἰωάννου ὑπάρχου τῆς αὐλῆς καθεστῶτος τῆς προθέσεως ἀνεστέλλετο, ὄναρ τε αὐτῷ φανὲν διακελεύεσθαι μὴ πρὸς τὴν ἔφοδον ἀποκνῆσαι: Χριστιανοῖς γὰρ ἀμύνων τὰ Βανδίλων διαφθερεῖ πράγματα.Ἐντεῦθεν φρονηματισθεὶς ἕβδομον τῆς βασιλείας ἀνύων [*](Ibid. 362) ἔτος στέλλει Βελισάριον ἐς τὸν Καρχηδόνος πόλεμον ἀμφὶ θερινὰς τροπάς, τῆς στρατηγίδος νεὼς προσσχούσης ἐς τὴν ἀκτὴν ἣ πρὸ τῶν βασιλείων ἐστίν, Ἐπιφανίου τοῦτῆς πόλεως ἐπισκόπου εὐξαμένου τε τὰ εἰκότα, τινάς τε τῶν στρατιωτῶν ἄρτι βαπτίσαντος καὶ ἐς τὴν στρατηγίδα ναῦν ἐσβιβάσαντος. Ἀνήνεκται δὲ αὐτῷ καὶ τὰ κατὰ Κυπριανὸν τὸν μάρτυρα ἱστορίας ἄξια, καί φησι πρὸς λέξιν ὧδε:[*](Ibid. 397) Κυπριανόν, ἅγιον ἄνδρα, μάλιστα πάντων Καρχηδόνιοι σέβονται. Καὶ αὐτῷ νεών τινα λόγου πολλοῦ ἄξιον πρὸ τῆς πόλεως ἱδρυσάμενοι παρὰ τὴν τῆς θαλάσσης ᾐόνα, τά τε ἄλλα ἐξοσιοῦνται καὶ ἄγουσιν ἐνιαύσιον ἑορτήν, ἣν δὴ Κυπριανὰ καλοῦσι, καὶ ἀπ̓ αὐτοῦ τὸνχειμῶνα οἱ ναῦται οὗπερ ἐγὼ ἀρτίως ἐμνήσθην ὁμωνύμως τῇ πανηγύρει προσαγορεύειν εἰώθασι, ἐπεὶ εἰς τὸν καιρὸν ἐπισκήπτειν φιλεῖ ἐφ̓ οὗ ταύτην οἱ Λίβυες ἄγειν ἐς ἀεὶ τὴν ἑορτὴν νενομίκασι. Τοῦτον οἱ Βανδίλοι τὸν νεών, Ὀνωρίχου βασιλεύοντος, τοὺς Χριστιανοὺς βιασάμενοιἀφείλοντο, ἐνθένδε σὺν πολλῇ ἀτιμίᾳ τοὺς ἱερέας ἐξελάσαντες, καὶ τὸ λοιπὸν ἅτε προσήκοντα Ἀρειανοῖς ἐπανώρθουν. Ἀσχάλλουσι δὲ διὰ ταῦτα καὶ διαπονουμένοις

167
τοῖς Λίβυσι πολλάκις φασὶ τὸν Κυπριανὸν ὄναρ ἐπισκήψαντα φάναι ἀμφ̓ αὐτῷ μεριμνᾶν τοὺς Χριστιανοὺς ἥκιστα χρῆναι: αὐτὸν γάρ οἱ προϊόντος τοῦ χρόνου τιμωρὸν ἔσεσθαι. Καὶ καταντῆσαι τὴν πρόρρησιν εἰς τοὺς Βελισαρίου χρόνους, Καρχηδόνος ὑπὸ Βελισαρίῳ στρατηγῷ Ῥωμαίων κατηκόου γενομένης, μετὰ πέμπτον καὶ ἐνενηκοστὸν ἔτος τῆς ἀφαιρέσεως, Βανδίλων τε παντάπασιν ἐκπολεμηθέντων, καὶ τῆς Ἀρειανῶν δόξης τέλεον ἐκ τῆς Λιβύων γῆς ἀπεληλαμένης, Χριστιανῶν τε τοὺς οἰκείους νηοὺς ἀπειληφότων ἀνὰ τὴν Κυπριανοῦ τοῦ μάρτυρος πρόρρησιν.

Τῷ αὐτῷ καὶ τάδε γέγραπται: Ἐπειδή, φησίν, [*](Niceph. xvii 12 Procop. i 445) ὁ Βελισάριος τοὺς Βανδίλους καταπολεμήσας ἐς Βυζάντιον ἧκε, τά τε λάφυρα τά τε τοῦ πολέμου ἀνδράποδα περιαγόμενος αὐτόν τε τὸν Γελίμερα τῶν Βανδίλων ἡγούμενον, θριάμβου δοθέντος αὐτῷ, κατὰ τὸν ἱππόδρομον ἤγαγε πάντα θαύματος ἄξια. Ἐν οἶς κειμηλίων πάμπολύ τι χρῆμα καθειστήκει, ἅτε Γιζερίχου τὸ ἐν Ῥώμῃ σεσυληκότος παλάτιον, ἅπερ ἔμπροσθέν μοι δεδιήγηται, ἡνίκα Εὐδοξία ἡ Βαλεντινιανοῦ γυνὴ τῶν ἑσπερίων ἄρξαντος Ῥωμαίων, ὑπὸ Μαξίμου τόν τε ἄνδρα ἀποβαλοῦσα καὶ ἐς τὴν σωφροσύνην ὑβρισθεῖσα, τὸν Γιζέριχον μετεπέμψατο προδώσειν τὴν πόλιν ὑποσχομένη: ὅτε καὶ τὴν Ῥώμην ἐμπρήσας τὴν Εὐδοξίαν ἅμα ταῖς θυγατράσι κατὰ τὰ Βανδίλων ἤγαγεν ἤθη. Τότε σεσυλήκει σὺν τοῖς ἄλλοις κειμηλίοις ὅσα ὁ Οὐεσπασιανοῦ παῖς Τίτος τὰ Ἱεροσόλυμα ἀνδραποδίσας ἐς Ῥώμην ἤγαγεν, ἀναθήματα Σολομῶνος τυγχάνοντα τὸν θεὸν ἐξοσιουμένου. Ἅπερ Ἰουστινιανὸς πρὸς τιμῆς Χριστοῦ τοῦ θεοῦ ἡμῶν αὖθις ἐς Ἱεροσόλυμα πέπομφε,

168
τὸ θεῖον ὡς πρέπον γεραίρων, ὥσπερ καὶ πρότερον ἀνετέθησαν. Τότε φησὶ τὸν Γελίμερα ὁ Προκόπιος ἐπὶ γῆς ἐρριμμένον ἀνὰ τὸν ἱππόδρομον ἀντικρὺ τῆς βασιλέως ἕδρας, ἔνθα καθῆστο τὰ δρώμενα θεώμενος Ἰουστινιανός, [*](Eccles. i 2) ἐπειπεῖν τὸ θεῖον λόγιον τῇ σφετέρᾳ γλώσσῃ: Ματαιότησματαιοτήτων, τὰ πάντα ματαιότης.

Φησὶ δὲ καὶ ἕτερον ἥκιστα μὲν ἱστορηθὲν ἄχρις [*](Niceph. xvii 12) αὐτοῦ, ἀξιάγαστον δὲ καὶ παντὸς θαύματος ὑπερβολὴν [*](Procop. i 449) ἐκβαῖνον. Ἱστορεῖ δ̓ οὖν ὡς τὸ Λιβύων ἔθνος οἱ Μαυρούσιοι ἐκ τῆς Παλαιστίνων ἀναστάντες γῆς τὴνΛιβύην κατῴκησαν: εἶναι δὲ τούτους οὓς ἀναγράφει τὰ θεῖα λόγια Γεργεσαίους καὶ Ἰεβουσαίους καὶ τὰ λοιπὰ ἔθνη ὅσα πρὸς Ἰησοῦ τοῦ Ναυῆ κατεπολεμήθη. Τεκμηριοῖ δὲ τὸν λόγον ἀληθῆ παντάπασι τυγχάνειν ἔκ τινος ἐπιγράμματος, ὅπερ καὶ ἀναγνῶναι φησὶ τοῖς Φοινίκωνγράμμασι συγκείμενον: εἶναι δὲ τοῦτο ἀγχοῦ κρήνης, ἔνθα στῆλαι δύο ἐκ λίθων λευκῶν πεποίηνται, ἐν αἷς ἐγκεκόλαπται τάδε: Ἡμεῖς ἐσμεν οἱ φυγόντες ἀπὸ προσώπου Ἰησοῦ τοῦ λῃστοῦ υἱοῦ Ναυῆ. Ὧδε μὲν οὖν ἔληξε ταῦτα, αὖθις Ῥωμαίοις κατηκόουΛιβύης γινομένης, φόρους τε τοὺς ἐπετείους εἰσαγούσης ὥσπερ καὶ πρότερον. Λέγεται δὲ ἐν Λιβύῃ πεντήκοντα καὶ ἑκατὸν ἄστη Ἰουστινιανὸς ἀνασώσασθαι, τὰ μὲν τέλεον τὰ δὲ κατὰ πολὺ διαρρυέντα, καὶ πρὸς τὸ μεγαλοπρεπέστερον ἀνακαινίσαικαλλωπίσεως ὑπερβολαῖς, κοσμήμασί τε καὶ κατασκευαῖς ἰδίαις καὶ δημοσίαις, τειχῶν τε περιβόλοις, ἑτέραις τε μεγίσταις οἰκοδομίαις ἐξ ὧν αἵ τε πόλεις κοσμοῦνται τό τε θεῖον ἱλάσκεται, ἐπιρροίαις τε ὑδάτων ἔς τε χρείαν καὶ κάλλος, τῶν μὲν ἐκ προοιμίων ἐσαχθέντωνοὐκ ὄντων ταῖς πόλεσι πρότερον, τῶν δὲ αὖθις πρὸς τὴν ἀρχαίαν ἐπαναχθέντων τάξιν.

Ὅσα δὲ καὶ κατὰ τὴν Ἰταλίαν γέγονεν ἔρχομαι [*](Niceph. xvii 13)

169
λέξων, καὶ τούτων εὖ μάλα σαφῶς Προκοπίῳ τῷ ῥήτορι πεπονημένων μέχρι τῶν αὐτοῦ χρόνων. Ἐπειδὴ δὲ Θευδέριχος, [*](Procop. ii 12) ὥς μοι προαφήγηται, Ῥώμην εἷλεν Ὀδόακρον τὸν ταύτης τύραννον παντάπασι καταπολεμήσας, καὶ τῆς Ῥωμαίων ἐξηγησάμενος ἀρχῆς τὸν βίον διεμετρήσατο, Ἀμαλασοῦνθα ἡ τούτῳ συνοικήσασα τοῦ κοινοῦ παιδὸς Ἀταλαρίχου τὴν ἐπιτροπὴν μετῄει καὶ τὴν βασιλείαν διεκυβέρνα, μᾶλλον πρὸς τὸ ἀρρενωπὸν ἀποκλίνασα καὶ τῇδε τῶν πραγμάτων προνοοῦσα. Ἣ πρώτη πρὸς τὴν ἔφεσιν τοῦ Γοτθικοῦ πολέμου Ἰουστινιανὸν ἐνῆγε πέμψασα [*](Ibid. 15-25) πρὸς αὐτὸν πρέσβεις, ἐπιβουλῆς κατ̓ αὐτῆς ἐξαρτυθείσης. Καὶ Ἀταλαρίχου τοίνυν ἐξ ἀνθρώπων γενομένου ἔτι κομιδῆ μικρὰν τὴν ἡλικίαν ἄγοντος, Θευδάτος προσγενὴς Θευδερίχου τὴν τῶν ἑσπερίων πραγμάτων ἀρχὴν περιτίθεται. Ὃς ἐπειδὴ Βελισάριον Ἰουστινιανὸς ἀνὰ τὰ ἑσπέρια πέπομφε μέρη, τῆς ἀρχῆς ἐξίσταται, μᾶλλον περὶ λόγους ἐσχολακὼς καὶ πολέμων ἥκιστα πεῖραν ἔχων, Οὐιττίγιδος ἀνδρὸς πολεμικωτάτου τῶν [*](Ibid. 58) ἑσπερίων ἐξηγησαμένου δυνάμεων. Ἐκ τῶν συγκειμένων τῷ αὐτῷ Προκοπίῳ ἔστιν ἑλεῖν ὡς Βελισαρίου προσσχόντος τῇ Ἰταλῶν γῇ, Οὐίττιγις μὲν τὴν Ῥώμην καταλέλοιπε, Βελισάριος δὲ σὺν τῷ ἀμφ̓ αὐτὸν στρατῷ τῇ Ῥώμῃ προσεπέλασεν: ὃν ἥδιστα Ῥωμαῖοι [*](Ibid. 74) τὰς πύλας ἀναπετάσαντες ἐσεδέξαντο, Σιλβερίου μάλιστα τοῦ ταύτης ἀρχιερέως τοῦτο καταπραξαμένου στείλαντός τε ἐπὶ τούτῳ Φιδέλιον Ἀταλαρίχου πάρεδρον γενόμενον: ᾧτινι καὶ ἀμαχητὶ τὴν πόλιν παρέδοσαν. Καὶ γέγονεν ὑπὸ Ῥωμαίους αὖθις ἡ Ῥώμη ἑξήκοντα ἔτεσιν ὕστερον, ἐνάτῃ Ἀπελλαίου, πρὸς δὲ Ῥωμαίων προσαγορευομένου Δεκεμβρίου μηνός, ἑνδέκατον ἔτος [*](31) Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα διέποντος ἀρχήν. Ὁ αὐτὸς ἀναγράφεται Προκόπιος, ὡς τῶν Γότθων τὴν [*](Ibid. 121)
170
Ῥώμην πολιορκούντων Βελισάριος ὑποψίαν προδοσίας ἐς Σιλβέριον τὸν τῆς πόλεως ἀρχιερέα ἐσχηκώς, τοῦτον μὲν ἐς Ἑλλάδα μετοικίζει, ἀρχιερέα δὲ Βιγίλιον κατεστήσατο.

Ὑπὸ τοῖς αὐτοῖς χρόνοις, ὡς ὁ αὐτὸς Προκόπιος [*](Niceph. xvii 13 Procop. ii 203, 204) ἀναγράφει, Ἔρουλοι ποταμὸν Ἴστρον ἤδη διαβάντες ὅτετὴν Ῥωμαίων ἀρχὴν Ἀναστάσιος διεκυβέρνα, φιλοφρονηθέντες ὑπὸ Ἰουστινιανοῦ χρήμασι μεγάλοις αὐτοὺς δωρησαμένου, πασσυδὶ Χριστιανοὶ γεγόνασι καὶ τὴν δίαιταν ἐπὶ τὸ ἡμερώτερον μετέβαλον.