Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Ἐπηύξησε δὲ ταῦτα Συμεώνης μοναχὸς τῶν [*](Niceph. xvi 16 Liberat. xviii)

119
Ἀκοιμήτων ὁ παρὰ Κυρίλλου σταλείς. Διήλεγξε γὰρ τοὺς περὶ Μισῖνον καὶ Βιτάλιον κοινωνήσαντας τοῖς αἱρετικοῖς, διαρρήδην ἐκφωνηθέντος τοῦ ὀνόματος Πέτρου ἐν τοῖς ἱεροῖς διπτύχοις, καὶ ταύτῃ ὑπαχθῆναι πολλοὺς τῶν ἁπλουστέρων ὑπὸ τῶν αἱρετικῶν, λεγόντων δεχθῆναι τὸν Πέτρον καὶ πρὸς τοῦ Ῥώμης θρόνου. Καὶ πρὸς πεύσεις δὲ διαφόρους ἔλεγεν ὁ Συμεώνης μὴ ἀνασχέσθαι τοὺς περὶ Μισῖνον ἐντυχεῖν ὀρθοδόξῳ τινί, ἢ γραμμάτων ἀπόδοσιν ποιήσασθαι, ἤ τι τῶν τολμωμένων κατὰ τῆς ὀρθῆς πίστεως ἀκριβῶσαι. Παρήχθη δὲ καὶ Σιλβανὸς πρεσβύτερος συνὼν Μισίνῳ καὶ Βιταλίῳ ἀνὰ τὴν Κωνσταντίνου, ὃς τὴν τῶν μοναχῶν φωνὴν ἐπεβεβαίωσεν. Ἀνεγνώσθη καὶ Ἀκακίου ἐπιστολὴ πρὸς Σιμπλίκιον, λέγουσα πάλαι καθῃρῆσθαι Πέτρον καὶ υἱὸν νυκτὸς [*](Conc. vii 983) καθεστάναι. Καὶ ἐπὶ τούτοις τῆς ἱερωσύνης ἀπεκινήθησαν καὶ τῆς ἀχράντου κοινωνίας ἐχωρίσθησαν Μισῖνός [*](Ibid. 1140 Theophan. 132) τε καὶ Βιτάλιος, πάσης τῆς συνόδου ψηφισαμένης ἐπὶ λέξεως ταῦτα: Πέτρον τὸν αἱρετικὸν τὸν καὶ πάλαι τῇ ψήφῳ τῆς [*](Cf. Conc. vii 1065) ἱερᾶς καθέδρας κατακριθέντα ἀποκηρυχθέντα τε καὶ ἀναθεματισθέντα, ἡ Ῥωμαίων ἐκκλησία οὐ δέχεται. ᾯ τινι εἰ καὶ μὴ ἄλλο τι ἀντετίθετο, τοῦτο ἤρκεσεν ἂν ὅτι ἀπὸ αἱρετικῶν χειροτονηθεὶς τῶν ὀρθοδόξων ἡγεῖσθαι οὐκ ἠδύνατο. Περιέχει δὲ καὶ τοῦτο: Ἀκάκιον δὲ τὸν τῆς Κωνσταντινουπόλεως [*](Cf. Ibid. 1066) μεγίστης εὐθύνης ἄξιον τὸ πρᾶγμα ἀπέδειξε, διότι πρὸς Σιμπλίκιον γράφων καὶ αἱρετικὸν καλέσας τὸν Πέτρον νῦν τῷ βασιλεῖ οὐ πεφανέρωκε, δέον εἴπερ ἠγάπα τὸν Ζήνωνα τοῦτο πρᾶξαι. Ἀλλὰ
120
μᾶλλον τῷ πόθῳ ἀγαπᾷ τὸν βασιλέα, οὐ τὴν πίστιν ἀγαπᾷ. [*](Niceph. xvi 17) Ἀλλ̓ ἐπὶ τὰ ἑξῆς τὸν λόγον ἐπαναγάγωμεν. Φέρεται Ἀκακίου ἐπιστολὴ πρὸς τοὺς ἐν Αἰγύπτῳ προέδρους κληρικούς τε καὶ μοναχοὺς καὶ πρὸς ἅπαντα τὸν λεών,δἰ ἧς ἐπειράθη τὸ γενόμενον ἀνακαλέσασθαι σχίσμα. Περὶ ὧν καὶ πρὸς Πέτρον τὸν Ἀλεξανδρείας ἐπίσκοπον γέγραφε.

Ἀκμάζοντος τοίνυν τοῦ σχίσματος ἐν Ἀλεξανδρείᾳ, [*](Niceph. ibid. Zacharias vi 1 — 3) Πέτρος ἐνίους τῶν ἐπισκόπων καὶ ἀρχιμανδριτῶνκοινωνεῖν αὐτῷ πεποίηκε, τὸν Λέοντος αὖθις ἀναθεματίσας τόμον καὶ τὰ ἐν Καλχηδόνι πεπραγμένα καὶ τοὺς μὴ δεχομένους τὰ συγγράμματα Διοσκόρου καὶ Τιμοθέου. Καὶ ὡς τοὺς ἄλλους πείθειν οὐκ ἴσχυε, τοὺς πλείστους ἐκ τῶν οἰκείων ἀπήλαυνε μοναστηρίων: ἐφ̓ οἷς Νηφάλιοσἀνὰ τὴν βασιλέως γενόμενος τὰ περὶ τούτων ἀνήγγειλε τῷ Ζήνωνι. Ὃς συνταραχθεὶς Κοσμᾶν ἐκπέμπει ἕνα τῶν ὑπασπιζόντων αὐτῷ μυρίας κατὰ Πέτρου τῆς ἑνώσεως χάριν ἐπιφερόμενον ἀπειλάς, ὡς δὴ διὰ τῆς οἰκείας τραχύτητος διάστασιν μεγάλην εἰργασμένου. Καὶ μηδενὸστῶν κατὰ σκοπόν οἱ προχωρήσαντος, ἀνεχώρει πρὸς τὴν βασιλέως ὁ Κοσμᾶς, μόνοις τοῖς ἀπελαθεῖσιν ἀποδοὺς [*](Zacharias vi 4) τὰ οἰκεῖα καταγώγια. Καὶ πέμπεται αὖθις πρὸς τοῦ βασιλέως Ἀρσένιος ἡγεμὼν Αἰγύπτου τε καὶ τῶν στρατιωτικῶν ταγμάτων προβεβλημένος: ὃς σὺν Νηφαλίῳτὴν Ἀλεξάνδρου κατειληφὼς λόγους περὶ τῆς ἑνώσεως ἐκίνει, καὶ μὴ πείσας ἐνίους τούτων ἐκπέμπει ἀνὰ τὴν βασιλίδα πόλιν. Πλεῖστοι μὲν οὖν παρὰ τῷ Ζήνωνι περὶ τῆς ἐν Καλχηδόνι συνόδου κεκίνηντο λόγοι: ἐκβέβηκε δὲ πρὸς ἔργον οὐδέν, παντελῶς οὐ συνθεμένουΖήνωνος τὴν ἐν Καλχηδόνι σύνοδον ἀναθεματίζειν.

Ἐν τοσούτῳ δὲ Ἀκακίου τοῦ Κωνσταντινουπόλεως [*](Niceph. xvi 19)

121
τὴν κοινὴν στειλαμένου πορείαν, Φραυίτας τὴν [*](Zacharias vi 4 — 6 Theophan. 133) ἐπισκοπὴν διαδέχεται. Καὶ συνοδικοῖς χρησαμένου τοῦ Φραυίτου πρὸς τὸν Ἀλεξανδρείας Πέτρον, ἀμοιβαίοις ὁ Πέτρος ἐχρήσατο γράμμασι, τὰ αὐτὰ περὶ τῶν ἐν Καλχηδόνι πεπραγμένων διεξελθών. Ἐπειδὴ δὲ καὶ Φραυίτας τῶν ἐντεῦθεν ἐξεδήμησε τέσσαρας καὶ μόνους ἐπισκοπήσας μῆνας, Εὐφήμιος μετ̓ αὐτὸν ἐπίσκοπος κεχειροτόνητο. Οὗτος τὰς συνοδικὰς ἐπιστολὰς δέχεται Πέτρου τὰς πρὸς Φραυίταν γεγενημένας. Καὶ εὑρηκὼς τὸ κατὰ τῶν ἐν Καλχηδόνι γεγενημένον ἀνάθεμα λίαν ἐταράττετο, καὶ ἑαυτὸν τῆς πρὸς Πέτρον κοινωνίας ἀπέρρηξε. Καὶ φέρεται τούτων ἐκατέρα ἐπιστολή, ἥ τε παρὰ Φραυίτου, ἥ τε παρὰ Πέτρου πρὸς Φραυίταν, ἃς διὰ τὸ μακρὸν τῆς λέξεως παρίημι. Μελλόντων τοιγαροῦν αὐτῶν πρὸς [*](Niceph. xvi 20) ἀλλήλους ἀντιφέρεσθαι καὶ συνόδους ἐφ̓ ἑαυτοὺς καλεῖν, φθάνει τελευτήσας ὁ Πέτρος, καὶ διαδέχεται τούτου τὸν θρόνον Ἀθανάσιος: ὃς ἐπειράθη τοὺς διαστάντας συνάψαι, οὐκ ἴσχυσε δὲ πρὸς διαφόρους γνώμας τῶν μερῶν ἀποκριθέντων. Ὅστις Ἀθανάσιος μετὰ ταῦτα συνοδικὰς ἐπιστολὰς διαπεμπόμενος Παλλαδίῳ τῷ μετὰ Πέτρον ἐπισκοπήσαντι τὴν Ἀντιόχου, τὰ παραπλήσια πέπραχε περὶ τῆς ἐν Καλχηδόνι συνόδου. Ταὐτὸ δὲ τοῦτο καὶ Ἰωάννης ὁ μετὰ Ἀθανάσιον τὸν ἐν Ἀλεξανδρείᾳ θρόνον [*](Theophan 140, 142) διαδεξάμενος. Καὶ Παλλαδίου τελευτήσαντος τοῦ ἐν Ἀντιοχείᾳ προέδρου, καὶ Φλαβιανοῦ τὸν ἐκείνου θρόνον διαδεξαμένου, πέμπεται πρὸς αὐτοῦ κατὰ τὴν Ἀλεξάνδρειαν Σολομὼν Ἀντιοχείας πρεσβύτερος, συνοδικά τε κομίζων καὶ ἀμοιβαίους συλλαβὰς ζητῶν Ἰωάννου πρὸς Φλαβιανόν. Καὶ μετὰ Ἰωάννην δὲ ἕτερος Ἰωάννης τὸν [*](Ibid. 149) Ἀλεξανδρείας διαδέχεται θρόνον. Καὶ ταῦτα μὲν οὕτω προὐκεχωρήκει μέχρι τινῶν τῶν Ἀναστασίου χρόνων. Εὐφήμιον γὰρ αὐτὸς ἐκβεβλήκει: ἅπερ ἠνάγκασμαι καθ̓ [*](Ibid. 140 Malal. 400 Theod. Lect. ii 15) εἱρμὸν συνάψαι σαφηνείας τε καὶ εὐμαθείας ἕνεκα.
122
[*](Malal. 381 Joh. Nikiu c. 88, p.480 Theophan. 125 FHG iv 117 Niceph. xvi 8)

Ὁ δὲ Ζήνων Ἰλλοῦ γνώμῃ καὶ τὸν Ἁρμάτον ἀναιρεῖ συγγενῆ Βερίνης τῆς βασιλίδος: ὃν καὶ καταπεμφθέντα πρὸς Βασιλίσκου δώροις ὁ Ζήνων ἁλίσκει, καὶ σύμμαχον αὐτὸν ἀντὶ πολεμίου ποιεῖται, καὶ Βασιλίσκον τὸν αὐτοῦ παῖδα Καίσαρα χειροτονεῖ ἐν Νικαίᾳ τῇ πόλει.Παρελθὼν δὲ εἰς Βυζάντιον τὸν μὲν Ἁρμάτον δολοφονεῖ, Βασιλίσκον δὲ τὸν αὐτοῦ παῖδα ἀντὶ Καίσαρος ἱερέα δείκνυσιν: ὃς ὕστερον καὶ τῆς ἀρχιερωσύνης ἠξίωτο.

Ἐπανίσταται δὲ τῷ Ζήνωνι καὶ Θευδέριχος [*](Niceph. xvi 21 Theophan. 126 Joh. Antioch. FHG iv 619 Marcell. Com. a. 481 Cf. FHG iv 139 — 140) Σκύθης ὣν γένος: καὶ τὰς οἰκείας δυνάμεις ἀνὰ τὴνΘρᾳκῶν ἀθροίσας ἐπιστρατεύει κατὰ τοῦ Ζήνωνος: καὶ μέχρι στόματος τοῦ Πόντου δῃώσας τὰ ἐν ποσὶ χωρία μικροῦ τὴν βασίλειον εἷλε πόλιν, εἴ γε μή τινες τῶν ἐς τὰ μάλιστα αὐτῷ ἐπιτηδείων ὑπαχθέντες ἐβουλεύσαντο αὐτὸν ἀνελεῖν. Ὃς ἐθελοκακοῦντας τοὺς οἰκείους ἐγνωκὼσεἰς τοὐπίσω μὲν ἀποχωρεῖ, οὐ πολλῷ δὲ ὕστερον τοῖς ἀπελθοῦσι συναριθμεῖται. Λέξω δὲ καὶ τὸν τῆς τελευτῆς τρόπον ὧδε γενόμενον. Δόρυ διηγκυλημένον πρὸ τῆς σκηνῆς αὐτῷ μετῃώρητο σχῆμα βαρβαρικόν. Εἶτα διακινῆσαι τὸ σῶμα βουληθεὶς ἵππον ἀχθῆναι προστέταχεν,ἀναβολεῖ δὲ οὐκ εἰωθὼς χρῆσθαι τῷ ἵππῳ προσήλατο. Ὁ δὲ ἀγελαῖός τις ὢν καὶ ὑβριστής, οὔπω περιβάδην Θευδερίχου καθίσαντος, μετεωρίζει τὼ πρόσθε πόδε, τὼ ὀπισθίω μόνω ἀκροβατῶν: ὡς διαφιλονεικοῦντα τὸν Θευδέριχον καὶ μήτε τῷ χαλινῷ ἀνασειράζειν τὸν ἵπποντολμῶντα ὡς ἂν μὴ ἐμπέσοι γε αὐτῷ, μηδὲ τῆς ἕδρας βεβαίως ἀντεχόμενον, τῇδε κἀκεῖσε περιδονεῖσθαι, διασεῖσαί τε τὴν αἰχμήν, ταύτην δὲ ἐπ̓ αὐτὸν ἐνεχθῆναι πλαγίαν καὶ τὴν πλευρὰν κατατρῶσαι: ἔνθεν τε κλινήρη γενόμενον καὶ βραχείας ἡμέρας ἀρκέσαντα, τὸν βίον ἐκτοῦδε τοῦ τραύματος καταστρέψαι.

Μετὰ ταῦτα διενεχθεὶς πρὸς Ζήνωνα καὶ Μαρκιανός, [*](Niceph. xvi 22 Theod. Lect. i 37) παῖς μὲν Ἀνθεμίου τοῦ Ῥώμης βασιλεύσαντος,

123
κῆδος δὲ πρὸς Λέοντα τὸν βεβασιλευκότα πρότερον [*](Theophan. 126 Joh. Antioch. FHG iv 619 Cand. Is. ibid. 137) ἐσχηκώς, ἐπεὶ τὴν νεωτέραν αὐτοῦ θυγατέρα Λεοντίαν ἐσῳκίσατο, τυραννεῖν ἐπειρᾶτο: καὶ μάχης ἰσχυρᾶς περὶ τὰ βασίλεια συρραγείσης καὶ πολλῶν ἑκατέρωθεν πεπτωκότων, τρέπει τοὺς ἐναντίους ὁ Μαρκιανός: καὶ τῶν βασιλείων ἐγκρατὴς γέγονεν ἄν, εἰ μὴ τὸν καιρὸν παρῆκεν ἐς αὔριον τὴν πρᾶξιν ἀναβαλλόμενος. Ὀξυπετὴς γὰρ ὁ καιρὸς καὶ παρὰ πόδας μὲν ἰὼν ἴσως ἁλίσκεται, ἐπὰν δὲ τὴν λαβὴν διαδράσοι, μετεωροπορεῖ γελᾷ τε τοὺς διώκοντας, ἐφικτὸς αὐτοῖς λοιπὸν οὐκ ἀνεχόμενος εἶναι. Ὅθεν ἀμέλει οἱ πλάσται καὶ ζωγράφοι κόμην ἔμπροσθεν καθέντες αὐτῷ, τὴν κεφαλὴν ὄπισθεν ἐν χρῷ ξυρῶσιν: εὖ μάλα σοφῶς αἰνιττόμενοι, ὡς ὀπισθόπους μὲν τυγχάνων τῷ καθειμένῳ τῆς κόμης ἴσως κρατεῖται, ἐμπροσθόπους δὲ γενόμενος τέλεον διαφεύγει, οὐκ ἔχων ὅτῳ κρατηθείη τῷ διώκοντι. Ὅπερ καὶ ἐπὶ Μαρκιανῷ γέγονε τὸν μὲν εὔθετον αὐτῷ καιρὸν ἀπολέσαντι, ἐξευρεῖν δὲ τοῦτον λοιπὸν οὐ δυνηθέντι. Ἀνὰ γὰρ τὴν ἑξῆς πρὸς τῶν οἰκείων καταπροδοθεὶς καὶ μόνος ἀπολειφθεὶς πέφευγεν ἀνὰ τὸ τέμενος τῶν θεσπεσίων ἀποστόλων: ἐκεῖθέν τε πρὸς βίας ἀφελκυσθεὶς ἐς Καισάρειαν πόλιν τῆς Καππαδοκῶν ἐξοικίζεται. Καί τισι μοναχοῖς συναγελαζόμενος ὕστερον ἐφωράθη λαθεῖν ἐθέλων, καὶ πρὸς τοῦ βασιλέως εἰς Ταρσὸν τῆς Κιλικίας ἐκπεμφθεὶς καὶ τὴν κόμην ἀποθέμενος πρεσβύτερος χειροτονεῖται. Γέγραπται ταῦτα κομψῶς Εὐσταθίῳ τῷ Σύρῳ.

Ὁ αὐτὸς γράφει τὸν Ζήνωνα καὶ Βερίνῃ τῇ [*](Niceph. xvi 23 Malal. 385 et Hermes vi 370 Theod. Lect. ii 3, 4 Joh. Antioch. FHG iv 620 et v 27 cf. ibid. iv 140) πενθερᾷ μυρίας ἐπιβουλὰς ῥάψαι, μετὰ δὲ ταῦτα καὶ πρὸς τὴν Κιλίκων ἐκπέμψαι χώραν, ὕστερον δὲ μεταβῆναι ταύτην πρὸς τὸ Παπιρίου λεγόμενον φρούριον, Ἰλλοῦ τυραννήσαντος, αὐτόθι τε τὸν βίον ἐκλιπεῖν. Καὶ τὰ κατὰ Ἰλλοῦν δὲ γράφει μάλα λογίως ὁ Εὐστάθιος, ὅπως πρὸς τοῦ Ζήνωνος ἐπιβουλευθεὶς διέφυγε, καὶ ὅπως

124
[*](Theophan. 127 Joh. Nikiu c. 88, p. 484) ὁ Ζήνων τὸν ἀποσφάξαι τοῦτον προσταχθέντα εἰς θάνατον ἐκδέδωκε, μισθὸν τῆς ἀποτυχίας τὴν τῆς κεφαλῆς ἐκτομὴν αὐτῷ παρασχών: ὃν καὶ στρατηγὸν ὁ Ζήνων τῶν ἑῴων ἀποδείκνυσι δυνάμεων, τὸ λαθεῖν πραγματευόμενος: ὁ δὲ Λεόντιον προσεταιρισάμενος Μάρσοντε αὖ ἄνδρα δόκιμον καὶ Παμπρέπιον ἀνὰ τὰ τῆς ἑῴας γέγονε μέρη. Εἶτα τὴν Λεοντίου ἀνάρρησιν τὴν ἐς Ταρσὸν τῆς Κιλικίας γενομένην, ὅπως τε καὶ οὗτοι τῆς [*](Theophan. 130 Joh. Nikiu c. 88, p. 481 Malal. 383) τυραννίδος ἀπώναντο, Θευδερίχου κατ̓ αὐτῶν ἐκπεμφθέντος, ἀνδρὸς Γότθου τὸ γένος ὑπάρχοντος παρὰ Ῥωμαίοιστε αὖ ἐπισήμου, μετὰ ἡμεδαπῆς τε καὶ ἀλλοδαπῆς δυνάμεως, ἀναγράφει μάλα σοφῶς ὁ αὐτὸς Εὐστάθιος, καὶ τοὺς δειλαίως ἀνῃρημένους πρὸς Ζήνωνος ἀντὶ τῆς ἐς αὐτὸν εὐνοίας: καὶ ὅτι γε ὁ Θευδέριχος τῆς ἐπιβουλῆς Ζήνωνος αἰσθανόμενος ἐπὶ τὴν πρεσβυτέραν Ῥώμην ἀναχωρεῖ, τινὲς δέ φασιν ὡς καὶ ὑποθήκῃ Ζήνωνος. Καὶ [*](16) Ὀδόακρον μάχῃ κρατήσας ὑφ̓ ἑαυτὸν τὴν Ῥώμην ποιεῖται, ῥῆγα προσονομάσας ἑαυτόν.

Ὑπὸ τοῖς χρόνοις Ζήνωνος ἱστορεῖ Ἰωάννης ὁ [*](Niceph. xvi 23) ῥήτωρ Μαμιανὸν ἐξ ἐπιδιφρίων ἐπίσημον ἄνδρα γενέσθαικαὶ τῆς συγκλήτου βουλῆς μετασχεῖν, καὶ ἐν Δάφνῃ τῷ προαστείῳ τὸν καλούμενον Ἀντίφορον οἰκοδομήσασθαι, πρώην ἀμπέλους δεδεγμένον καὶ πρὸς γεωργίαν ἐπιτήδειον χωρίον καθεστῶτα εὐθὺ τοῦ δημοσίου βαλανείου: οὖ Μαμιανὸς ὁ φιλόπολις ἡ χαλκῆ ἀνάκειταιεἰκών. Ἀνὰ δὲ τὴν πόλιν πόλιν δύο βασιλείους ἐργάσασθαι στοάς, τῇ τε οἰκοδομίᾳ λίαν εὐπρεπεῖς καὶ ταῖς ἐκ λίθων περιφανείαις τε καὶ διαυγείαις κεκοσμημένας: ὥσπερ δέ τι μεθόριον μέσον τῶν δύο βασιλείων στοῶν, τετράπυλον ἀναστῆσαι κίοσί τε καὶ τῇ ἐκ χαλκοῦ ὕλῃ μάλα κομψῶσἠσκημένον. Καὶ τὰς μὲν βασιλείους κατειλήφαμεν στοὰς μετὰ τῆς προσηγορίας ἔτι λείψανα τῆς πρώην εὐκοσμίας φερούσας, τῶν ἐκ Προκονήσου λίθων τῷ ἐδάφει συγκειμένων,

125
οὐ μὴν τὴν οἰκοδομίαν ἔχουσάν τι τῶν ἐπισήμων: ἐκ τῶν γεγενημένων γὰρ παθημάτων ἔναγχος τὴν οἰκοδομίαν ἐδέξαντο, οὐδενὸς εἰς κόσμον ταύταις προστεθέντος. Τοῦ δὲ τετραπύλου τοῦ ὑπὸ Μαμιανοῦ γεγενημένου οὐδὲ ψιλὸν ἴχνος κατειλήφαμεν.

Τοῦ Ζήνωνος τοίνυν ἄπαιδος τελευτήσαντος ἐπιληψίας [*](Niceph. xvi 24 Theophan. 135, 136 Theod Lect. ii 6 Malal. 391 Suidas s.v. Longinus cf. FHG iv 141) νόσῳ μετὰ ἕβδομον καὶ δέκατον ἔτος τῆς αὐτοῦ βασιλείας, ἤλπισε μὲν Λογγῖνος ὁ τούτου ἀδελφὸς εἰς μέγα δυνάμεως προκεχωρηκὼς τὴν βασιλείαν ἑαυτῷ περιθήσειν: οὐ μὴν τῶν δοκηθέντων ἔτυχεν. Ἡ γὰρ Ἀριάδνη Ἀναστασίῳ τὸν στέφανον περιτίθησιν, οὔπω μὲν ἥκοντι εἰς γερουσίαν, ἐν δὲ τῇ λεγομένῃ τῶν σιλεντιαρίων σχολῇ καταλεγομένῳ. Ἱστορεῖ δ̓ οὖν ὁ Εὐστάθιος μετὰ τὴν ἀρχὴν τῆς Διοκλητιανοῦ βασιλείας εἰς τὴν Ζήνωνος τελευτὴν καὶ τὴν ἀνάρρησιν Ἀναστασίου ἔτη διελθεῖν ἑπτὰ καὶ διακόσια: ἀπὸ δὲ τῆς Αὐγούστου μοναρχίας ἔτη δύο καὶ τριάκοντα καὶ πεντακόσια πρὸς μησὶν ἑπτά: ἀπὸ δὲ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος ἀρχῆς ἔτη δύο καὶ τριάκοντα καὶ ὀκτακόσια ὁμοίως πρὸς μησὶν ἑπτά: ἐκ δὲ τῆς Ῥωμαίων καὶ Ῥωμύλου βασιλείας, ἔτη δύο καὶ πεντήκοντα καὶ χίλια καὶ πρός γε μῆνας ἑπτά: ἀπὸ δὲ ἁλώσεως Τροίας ἔτη ἓξ καὶ ὀγδοήκοντα καὶ ἑξακόσια καὶ χίλια πρὸς μησὶν ἑπτά. Οὗτος ὁ [*](Niceph. xvi 25) Ἀναστάσιος πατρίδα τὴν Ἐπίδαμνον ἔχων, Δυρράχιον νῦν προσηγόρευται, τήν τε Ζήνωνος βασιλείαν καὶ γαμετὴν τοῦ αὐτοῦ Ζήνωνος τὴν Ἀριάδνην εἰσοικίζεται. Καὶ πρῶτα μὲν Λογγῖνον Ζήνωνος ἀδελφὸν τὴν τοῦ [*](Joh. Antioch.FHG v 30) μαγίστρου ἀρχὴν διέποντα, ὃν ἡγεμόνα τῶν ἐν τῇ αὐλῇ τάξεων οἱ πρόσθεν ἐκάλουν, ἀνὰ τὴν ἐνεγκαμένην ἐκπέμπει, εἶτα δὲ καὶ πολλοὺς ἑτέρους Ἰσαύρους τοῦτο δῆθεν αἰτήσαντας.

Οὗτος ὁ Ἀναστάσιος, εἰρηναῖός τις ὤν, οὐδὲν [*](Niceph. xvi 25) καινουργεῖσθαι παντελῶς ἠβούλετο, διαφερόντως περὶ τὴν ἐκκλησιαστικὴν κατάστασιν. Καὶ διὰ παντὸς ᾔει

126
τρόπου τάς τε ἁγιωτάτας ἐκκλησίας ἀταράχους μεῖναι ἅπαν τε τὸ ὑπήκοον βαθείας γαλήνης ἀπολαύειν, πάσης [*](Joh. Nikiu c. 89, p. 500) ἔριδος καὶ φιλονεικίας ἐκ τῶν ἐκκλησιαστικῶν τε καὶ πολιτικῶν πραγμάτων ἐκποδὼν γενομένων. Ἡ μὲν οὖν ἐν Καλχηδόνι σύνοδος ἀνὰ τούτους τοὺσχρόνους οὔτε ἀναφανδὸν ἐν ταῖς ἁγιωτάταις ἐκκλησίαις ἐκηρύττετο, οὔτε μὴν ἐκ πάντων ἀπεκηρύττετο. Ἕκαστοι δὲ τῶν προεδρευόντων ὡς εἶχον νομίσεως διεπράττοντο. Κἂν ἔνιοι μὲν τῶν ἐκτεθειμένων αὐτῇ μάλα γεννικῶς ἀντείχοντο, καὶ πρὸς οὐδεμίαν ἐνεδίδοσαν συλλαβὴν τῶνὁρισθέντων παῤ αὐτῆς, οὐδὲ μὴν γράμματος ἐναλλαγὴν παρεδέχοντο: ἀλλὰ καὶ μετὰ πολλῆς ἀπεπήδων τῆς παρρησίας, καὶ κοινωνεῖν παντελῶς οὐκ ἠνείχοντο τοῖς μὴ δεχομένοις τὰ παῤ αὐτῆς ἐκτεθειμένα. Ἕτεροι δὲ οὐ μόνον οὐκ ἐδέχοντο τὴν ἐν Καλχηδόνι σύνοδον καὶ τὰπαῤ αὐτῆς ὁρισθέντα, ἀλλὰ καὶ ἀναθέμασι περιέβαλλον αὐτήν τε καὶ τὸν Λέοντος τόμον. Ἄλλοι τοῖς ἑνωτικοῖς Ζήνωνος ἐνισχυρίζοντο, καὶ ταῦτα πρὸς ἀλλήλους διερρωγότες τῇ τε μιᾷ καὶ ταῖς δύο φύσεσιν, οἱ μὲν τῇ συνθήκῃ τῶν γραμμάτων κλαπέντες, οἱ δὲ καὶ πρὸς τὸ εἰρηνικώτερονμᾶλλον ἀποκλίναντες: ὡς πάσας τὰς ἐκκλησίας εἰς ἰδίας ἀποκριθῆναι μοίρας καὶ μηδὲ κοινωνεῖν ἀλλήλοις [*](Cyrill. Scyth. Sabae vita c. 50) τοὺς προεδρεύοντας. Ἐντεῦθεν πλεῖστα τμήματα κατά τε τὴν ἑῴαν ἀνά τε τὰ ἑσπέρια μέρη καὶ κατὰ τὴν Λιβύην ἐτύγχανον ὄντα, οὔτε τῶν ἑῴων ἐπισκόπων τοῖς ἑσπερίοισἣ τοῖς Λίβυσι σπενδομένων οὔτε αὖ τούτων τοῖς ἑῴοις. Τὸ δὲ μείζον̓ εἰς ἀτοπίαν προῄει. Οὐδὲ γὰρ σφίσιν αὐτοῖς ἐκοινώνουν οἱ τῆς ἑῴας πρόεδροι, οὐδὲ μὴν οἱ τῆς Εὐρώπης ἢ τῆς Λιβύης τοὺς θρόνους διέποντες, μήτι γε δὴ καὶ ὑπερορίοις. Ἅπερ ὁ βασιλεὺς Ἀναστάσιοσθεώμενος τοὺς νεωτερίζοντας τῶν ἐπισκόπων ἐξωθεῖτο, εἴ που κατειλήφει παρὰ τὸ εἰωθὸς τοῖς τόποις τινὰ τὴν ἐν Καλχηδόνι σύνοδον κηρύττοντα ἢ ταύτην ἀναθέματι
127
περιτιθέντα. Ἐκβέβληκε μὲν οὖν ἐκ τῆς βασιλίδος τῶν πόλεων πρῶτον μὲν Εὐφήμιον ὡς προγέγραπται, εἶτα Μακεδόνιον, μεθ̓ ὃν Τιμόθεος ἐγεγόνει, ἐκ δὲ τῆς Ἀντιόχου Φλαβιανόν.

Περὶ τοίνυν Μακεδονίου καὶ Φλαβιανοῦ γράφοντὸ ἐν Παλαιστίνῃ μοναδικὸν πρὸς Ἀλκίσωνα ἐπὶ λέξεως λέγει ταῦτα: Πέτρου δὲ κεκοιμημένου, πάλιν εἰς αὐτοὺς ἀπεσχίσθησαν [*](Niceph. xvi 28) ʼ Λλεξάνδρειά τε καὶ Αἴγυπτος, Ἀθανασίου τοῦ μετὰ Πέτρον καταστάντος ἀναθεματισμὸν τῇ συνόδῳ ἀποστείλαντος ἔγγραφον ἐν τοῖς συνοδικοῖς τῷ τε Κωνσταντινουπόλεως καὶ τῷ Ἀντιοχείας καὶ τῷ Ἱεροσολύμων: καὶ μὴ δεχθέντος ἐξ ἐκείνου Ἀλεξάνδρειά τε καὶ Αἴγυπτος καὶ Λιβύη καθ̓ ἑαυτὰς διετέλεσαν, καὶ ἡ λοιπὴ πᾶσα ἀνατολὴ πάλιν καθ̓ ἑαυτήν, τῶν δυτικῶν μὴ ἀνεχομένων ἄλλως αὐταῖς κοινωνεῖν ἢ πρὸς τῷ ἀναθεματίζειν Νεστόριόν τε καὶ Εὐτυχῆ καὶ Διόσκορον προστιθέναι καὶ Πέτρον τὸν Μογγὸν καὶ Ἀκάκιον. Ἐν τούτοις οὖν τῶν ἀνὰ τὴν οἰκουμένην οὐσῶν ἐκκλησιῶν, οἱ γνήσιοι τῶν ἀπὸ Διοσκόρου καὶ Εὐτυχοῦς εἰς πάντη ἐλάχιστον περιέστησαν τὸν ἀριθμόν. Καὶ μελλόντων ὅσον οὐδέπω ἐκλιπεῖν ἀπὸ τῆς γῆς ὥστε μὴ ὑπάρχειν αὐτούς, Ξεναΐας ὁ τοῦ θεοῦ ξένος ἀληθῶς, οὐκ οἴδαμεν τί σκοπῶν ἢ ποίαν ἔχθραν πρὸς Φλαβιανὸν ἐκδικῶν, προφάσει δὲ τῆς πίστεως ὡς οἱ πολλοὶ διηγοῦνται, κινεῖν μὲν πρὸς αὐτὸν καὶ διαβάλλειν ἄρχεται ὡς Νεστοριανόν. Ἐκείνου δὲ Νεστόριον σὺν τῷ φρονήματι ἀναθεματίσαντος, μετέβαινε πάλιν ἐξ ἐκείνου ἐπὶ Διόσκορον καὶ Θεόδωρον καὶ Θεοδώρητον καὶ Ἴβαν καὶ Κύρον καὶ Εὐθέριον καὶ Ἰωάννην καὶ οὐκ ἴσμεν οὕστινας καὶ ὅθεν συλλεξάμενος: ὧν οἱ μὲν τὰ Νεστορίου ἀληθῶς ἐπρέσβευσαν, οἱ δὲ ὑπονοηθέντες ἀνεθεμάτισαν καὶ ἐν τῇ

128
κοινωνίᾳ τῆς ἐκκλησίας κεκοίμηνται. Τούτους πάντας τὰ Νεστορίου, φησί, νοήσαντας εἰ μὴ ἀναθεματίσειας, τὰ Νεστορίου φρονεῖς, κἂν μυριάκις αὐτὸν μετὰ τοῦ φρονήματος ἀναθεματίζῃς. Ἀνεκίνει δὲ διὰ γραμμάτων καὶ τοὺς ἀπὸ Διοσκόρου τοῦ Εὐτυχοῦς συνηγόρους, πείθωνσυνάρασθαι μὲν αὐτῷ κατὰ Φλαβιανοῦ, μὴ μέντοι ἀναθεματισμὸν ἀπαιτεῖν τῆς συνόδου, ἀλλὰ τῶν προειρημένων μόνων προσώπων. Τοῦ δὲ ἐπισκόπου Φλαβιανοῦ τούτοις ἐπὶ πολὺ ἀντιτείναντος ἑτέρων τε μετὰ Ξεναΐα συμπλεκομένωνκατ̓ αὐτοῦ, Ἐλευσίνου μὲν ἐπισκόπου τινὸς τῆς δευτέρας Καππαδοκίας, Νικίου δὲ Λαοδικείας τῆς Συρίας, καὶ ἄλλων ἄλλοθεν — ὧν τὰς αἰτίας τῆς πρὸς Φλαβιανὸν μικροψυχίας ἑτέρων ἀλλ̓ οὐχ ἡμῶν διηγήσασθαι — , τέλος νομίσας διὰ τούτους εἰρηνεύειν αὐτοὺς εἶξεν αὐτῶν τῇφιλονεικίᾳ. Καὶ ἐγγράφως τὰ πρόσωπα ἀναθεματίσας ἀπέστειλε τῷ βασιλεῖ: καὶ αὐτὸν γὰρ κατ̓ αὐτοῦ κεκινήκασιν ὡς τὰ Νεστορίου πρεσβεύοντος. Μηδὲ τούτῳ οὖν ἀρκεσθεὶς ὁ Ξεναΐας τῆς συνόδου αὐτῆς πάλιν ἀναθεματισμὸν καὶ τῶν δύο φύσεις ἐπὶ τοῦ Κυρίουεἰρηκότων, τῆς σαρκὸς καὶ τῆς θεότητος, ἀπῄτει τὸν Φλαβιανόν: μὴ ὑπακούσαντος δέ, ὥσπερ Νεστοριανοῦ πάλιν κατηγόρει. Πολλῶν δὲ ἐπὶ τούτῳ κεκινημένων, καὶ τοῦ πατριάρχου ἔκθεσιν περὶ πίστεως πεποιημένου, ἐν ᾗ πρὸς καθαίρεσιν μὲν Νεστορίου καὶ Εὐτυχοῦς τὴνσύνοδον δέχεσθαι ὡμολόγει, μὴ μέντοι εἰς ὅρον καὶ διδασκαλίαν πίστεως, πάλιν ὡς τὰ Νεστορίου ὑπούλως φρονοῦντος ἐπελαμβάνοντο, εἰ μὴ καὶ τὸν ἀναθεματισμὸν αὐτῆς προσθείη τῆς συνόδου καὶ τῶν δύο φύσεις ἐπὶ τοῦ Κυρίου εἰρηκότων τῆς σαρκὸς καὶ τῆς θεότητος. Προσυπάγονταιδὲ πολλαῖς λόγων ἀπάταις καὶ τοὺς Ἰσαύρους:
129
καὶ ποιήσαντες γραμματεῖον περὶ πίστεως, ἐν ᾧ τὴν σύνοδον μετὰ τῶν δύο φύσεις εἰρηκότων ἢ ἰδιότητας ἀναθεματίσαντες, Φλαβιανοῦ μὲν ἀφίστανται καὶ Μακεδονίου, ἄλλοις δὲ σπένδονται ὑπογράψασι τῷ γραμματείῳ. Ἐν τούτοις καὶ τὸν Ἱεροσολύμων ἀπῄτουν ἔγγραφον περὶ πίστεως: ὃς ἐκθέμενος ἀπέστειλε τῷ βασιλεῖ δἰ αὐτῶν τῶν ἀπὸ Διοσκόρου. Ὅπερ αὐτοὶ μὲν προφέρουσιν ἀναθεματισμὸν περιέχον τῶν δύο φύσεις εἰρηκότων: αὐτὸς δὲ ὁ Ἱεροσολύμων νενοθεῦσθαι παῤ αὐτῶν διαβεβαιούμενος, ἄλλο προφέρει δίχα τοιούτου ἀναθεματισμοῦ. Καὶ οὐ θαῦμα: καὶ γὰρ καὶ λόγους πατέρων πολλοὺς νενοθεύκασι, πολλοὺς δὲ Ἀπολιναρίου λόγους Ἀθανασίῳ καὶ Γρηγορίῳ τῷ Θαυματουργῷ καὶ Ἰουλίῳ διὰ τῶν ἐπιγραφῶν ἀνατεθείκασιν: οἷς μάλιστα τοὺς πολλοὺς πρὸς τὰς ἰδίας ἀσεβείας σφετερίζονται. Ἀπῄτουν δὲ καὶ Μακεδόνιον ἔγγραφον περὶ πίστεως: ὃ καὶ ἐξέθετο τὴν τῶν τριακοσίων δέκα ὀκτὼ καὶ τῶν ἑκατὸν πεντήκοντα μόνων εἰδέναι πίστιν διαβεβαιούμενος, ἀναθεματίζων δὲ Νεστόριον καὶ Εὐτυχῆ καὶ τοὺς δύο υἱοὺς ἢ Χριστοὺς δογματίζοντας ἢ τὰς φύσεις διαιροῦντας, μήτε δὲ τῆς ἐν Ἐφέσῳ Νεστόριον καθελούσης μνησθεὶς μήτε τῆς ἐν Καλχηδόνι καθελούσης τὸν Εὐτυχῆ. Ἐφ̓ ᾧ ἀγανακτήσαντα τὰ περὶ Κωνσταντινούπολιν μοναστήρια ἀφίστανται τοῦ ἐπισκόπου Μακεδονίου. Ἐν τούτοις ὅ τε Ξεναΐας καὶ Διόσκορος πολλοὺς προσλαβόμενοι τῶν ἐπισκόπων ἀφόρητοι ἦσαν, κινοῦντες κατὰ τῶν μὴ ἀνεχομένων ἀναθεματίζειν. Ὧν τοὺς εἰς τέλος μὴ ὑπείκοντας ἐξορίᾳ ὑποβάλλεσθαι πολλαῖς μηχαναῖς παρεσκεύαζον. Οὕτως οὖν καὶ Μακεδόνιον ἐξορίζουσι καὶ Ἰωάννην τὸν Παλτοῦ ἐπίσκοπον καὶ Φλαβιανόν. Ταῦτα μὲν οὖν τὰ γράμματα λέγει.
130

Τὰ δέ γε σμύχοντα ἐν παραβύστῳ τὸν Ἀναστάσιον [*](Niceph. xvi 26 Theod. Lect. ii 6, 12 Theophan. 136, 140 Georg. Mon. 521) ἕτερα ἦν. Ἡνίκα γὰρ ἡ Ἀριάδνη τῷ Ἀναστασίῳ τὸ ἁλουργὲς ἐβούλετο περιβαλεῖν σχῆμα, οὐκ ἄλλως ὁ Εὐφήμιος τὴν ἀρχιερατικὴν διέπων καθέδραν συνετίθετο, μέχρις ὅτου τὴν δἰ ἐγγράφων καὶ ὅρκων δεινῶν ὁμολογίαναὐτόγραπτον ὁ Ἀναστάσιος ἐς Εὐφήμιον ἔθετο ἦ μὴν ἀκέραιον φυλάξαι τὴν πίστιν καὶ μηδὲν καινουργὲς ἐσαγαγεῖν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ, εἰ τῶν σκήπτρων ἐπιλάβοιτο: ἣν καὶ παρέθετο Μακεδονίῳ τὴν τῶν σεπτῶν κειμηλίων παραφυλακὴν ἐμπεπιστευμένῳ. Ἐδεδράκει δὲταῦτα διότι γε ὁ Ἀναστάσιος δόξαν μανιχαϊκῆς νομίσεως παρὰ τοῖς πολλοῖς εἶχεν. Ἐπειδὴ τοίνυν ὁ Μακεδόνιος ἐς τὸν ἱερατικὸν ἀνέβη θρόνον, ἤθελε τὴν οἰκείαν ὁμολογίαν ἀναλαβεῖν ὁ Ἀναστάσιος, καθυβρίζεσθαι τὴν βασιλείαν λέγων εἰ τὸ ῥηθὲν αὐτόγραπτον ἐναπομένοι.Καὶ πρὸς τοῦτο μάλα γενναίως ἐνισταμένου τοῦ Μακεδονίου, καὶ μὴ προδώσειν τὴν πίστιν ἐνισχυριζομένου, [*](Rev. Arch. N. S. 26, 398 Theophan. 155 Theod. Lect. ii 26 — 28) πᾶσαν ἐπιβουλὴν ἐτύρευσεν ὁ βασιλεύς οἱ, ἐξῶσαι τῆς καθέδρας ἐθέλων. Ἀμέλει τοιγαροῦν καὶ παῖδες συκοφάνται παρήγοντο, καὶ σφῶν αὐτῶν καὶ Μακεδονίουαἰσχρουργίαν κατεψεύδοντο. Ὡς δὲ τῶν ἀνδρείων ἐψιλωμένος ὁ Μακεδόνιος ὤφθη, πρὸς ἕτερα ἐχώρουν τεχνάσματα, μέχρις ὅτε συμβουλεύμασι Κέλερος ἡγεμόνος τῶν ἐν τῇ αὐλῇ τάξεων ὁ Μακεδόνιος λαθραίως τῶν οἰκείων ἐξέστη θρόνων.[*](Niceph. xvi 27 Cyrill. Scyth. Sabae vita c. 56) Τῇ δὲ ἐκβολῇ Φλαβιανοῦ ἕτερα προστιθέασι. Κατειλήφαμεν γὰρ ἐνίους ἐσχατογέροντας τὰ ὅσα συμβέβηκεν ἐπὶ Φλαβιανοῦ τῇ μνήμῃ διασώζοντας: οἳ λέγουσιν ὡς ὑπὸ Ξεναΐᾳ ἀνδρί — ἦν δὲ ὁ Ξεναΐας τῆς γείτονος Ἱερᾶς πόλεως πρόεδρος, ἑλλάδι φωνῇ Φιλόξενος προσαγορευόμενος — πεισθέντεσοἵ τε τῆς καλουμένης Κυνηγικῆς μοναχοὶ

131
καὶ ὅσοι τοῦ πρώτου τῶν Σύρων ἔθνους καθεστήκεσαν, ἀθρόοι μετὰ ταραχῆς καὶ τῆς ἐς ἄγαν ἀταξίας ἐσπεπηδήκασι τῇ πόλει, βιαζόμενοι Φλαβιανὸν ἀναθεματίσαι τὴν ἐν Καλχηδόνι σύνοδον καὶ τὸν τόμον Λέοντος. Πρὸς ὃ δυσανασχετοῦντος Φλαβιανοῦ, καὶ τῶν μοναχῶν μετὰ πολλῆς τῆς ῥύμης ἐνισταμένων, ἀναστὰς ὁ λεὼς τῆς πόλεως φόνον πολὺν τῶν μοναχῶν κατειργάζετο: ὡς καὶ πολλοὺς καὶ ἀναριθμήτους αὐτῶν τάφον τὸν Ὀρόντην κληρώσασθαι, τῶν σωμάτων τοῖς κύμασι κηδευθέντων. Συνέπεσε δὲ καὶ ἕτερον τούτῳ οὐκ ἐλαττούμενον. Τὸ γὰρ [*](Rev. Arch. N. S. 26, 397) τῆς Κοίλης Συρίας, νῦν δὲ δευτέρας προσαγορευομένης μοναδικόν, προσπάσχον τῷ Φλαβιανῷ, ἐπειδὴ τὸν μονήρη μετῆλθε βίον ἔν τινι φροντιστηρίῳ ἐπὶ ἀγροῦ — Τιλμογνὼν ὄνομα τούτῳ — διακειμένῳ, ἔπεισι τῇ Ἀντιόχου ἀμύνειν τῷ Φλαβιανῷ βουλόμενον, ὡς κἀνταῦθα οὐ μικρά τινα συμβῆναι. Εἴτε οὖν ἐκ τῶν προτέρων, εἴτε καὶ ἐκ τῶν [*](Malal. 400 Joh. Nikiu c. 89, p. 497) δευτέρων, ἢ καὶ ἐξ ἀμφοῖν, ὁ Φλαβιανὸς ἐκβάλλεται, κατακριθεὶς Πέτρας οἰκεῖν πρὸς ταῖς ἐσχατιαῖς τῶν Παλαιστινῶν κειμένας.

Ἐκβεβλημένου τοίνυν Φλαβιανοῦ, Σευῆρος ἐπὶ [*](Niceph. xvi 29) [*](21) τὸν ἱερατικὸν τῆς Ἀντιόχου θρόνον ἄνεισι, χρηματιζούσης τῆς πόλεως ἔτος πρῶτον καὶ ἑξηκοστὸν καὶ πεντακοσιοστόν, ἀνὰ τὸν Δῖον μῆνα, τῆς ἕκτης ἐπινεμήσεως τοῦ τηνικάδε κύκλου, κατὰ τήνδε τὴν γραφὴν χρηματιζούσης πρῶτον τεσσαρακοστὸν καὶ ἑξακοσιοστὸν ἔτος. Ὃς πατρίδα τὴν Σωζοπολιτῶν κληρωσάμενος, ἢ μία τοῦ Πισιδῶν ἐστιν ἔθνους, δικανικοῖς πρώην ἐσχολάκει λόγοις ἀνὰ τὴν Βηρυτίων: ἐκ δὲ τῆς τῶν νόμων ἀσκήσεως εὐθὺ τοῦ ἁγίου μεταλαβὼν βαπτίσματος ἀνὰ τὸ ἱερὸν τέμενος Λεοντίου τοῦ θεσπεσίου μάρτυρος, τοῦ ἐπὶ τῆς Τριπολιτῶν Φοινίκης παράλου τιμωμένου, ἐπὶ τὸν μονήρη βίον μετῆλθεν ἔν τινι φροντιστηρίῳ, ἀνὰ τὸν μέσον χῶρον κειμένῳ Γάζης τοῦ πολίσματος καὶ τοῦ λεγομένου Μαιουμᾶ [*](Theophau. 156)

132
τοῦ πολιχνίου. Ἔνθα καὶ Πέτρος ὁ Ἴβηρ ὁ τῆς αὐτῆς Γάζης προεδρεύσας καὶ σὺν Τιμοθέῳ τῷ Αἰλούρῳ πεφευγὼς διὰ τῶν αὐτῶν ἦλθε σκαμμάτων, πολὺν λόγον ἑαυτῷ καταλελοιπώς. Καὶ Νηφαλίῳ μὲν ὁ Σευῆρος διαλογικῶς συμπλέκεται, τῆς αὐτῆς αὐτῷ πρότερον καθεστῶτιμοίρας περὶ τὴν μίαν φύσιν, ὕστερον δὲ τῆς ἐν Καλχηδόνι συνόδου καὶ τῶν δύο πρεσβευόντων φύσεις ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ γενομένῳ. Ἐξελαύνεται [*](Joh. Nikiu c. 89, p. 494 Barhebr. i 188 Theophan. 152 Rev. Arch. N.S. 26, 396) δὲ πρὸς αὐτοῦ Νηφαλίου καὶ τῶν σὺν αὐτῷ τοῦ οἰκείου φροντιστηρίου, μεθ̓ ἑτέρων πολλῶν τὰ παραπλήσιαδοξαζόντων αὐτῷ. Ἔνθεν ἐπὶ τὴν βασιλέως ἄνεισι πόλιν, ὑπέρ τε αὐτοῦ καὶ τῶν ἅμα αὐτῷ ἐξεληλαμένων πρεσβεύσων: καὶ Ἀναστασίῳ τῷ βασιλεῖ γνώριμος καθίσταται, ὡς τὰ περὶ τούτων τῷ συγγράψαντι [*](Liberat. xix Theod. Lect. ii 31 Cyrill. Scyth. Sabae vita c. 56 Niceph. xvi 30) τὸν Σευήρου βίον ἀνείληπται. Συνοδικὰς τοίνυν ἐπιστολὰσγράφων ὁ Σευῆρος ῥητῶς τὴν ἐν Καλχηδόνι σύνοδον ἀνατεθεμάτικε: περὶ οὗ τὰ πρὸς Ἀλκίσωνά φησι γράμματα ταυτὶ τὰ ῥήματα: Τὰ μὲν συνοδικὰ Τιμοθέου τοῦ νῦν Κωνσταντινουπόλεως ἐδέχθη ἐνταῦθα ἐν Παλαιστίνῃ, ἡ δὲ καθαίρεσισΜακεδονίου καὶ Φλαβιανοῦ οὐκ ἐδέχθη: ἀλλ̓ οὐδὲ τὰ συνοδικὰ Σευήρου. Ἀλλὰ καὶ οἱ κομίσαντες ἐνταῦθα ἀτιμασθέντες καὶ ὑβρισθέντες ἀξίως ἔφυγον τῆς πόλεως, ἐπ̓ αὐτοὺς τοῦ δήμου τε καὶ τῶν μοναχῶν κινηθέντων. Καὶ ἡ μὲν Παλαιστίνη ἐν τούτοις ἦν. Τῶν δὲ ὑπ̓Ἀντιόχειαν οἱ μὲν συναρπασθέντες ὑπήχθησαν, ἐξ ὧν ἐστι καὶ Μαρῖνος ὁ Βηρυτοῦ ἐπίσκοπος: οἱ δὲ βίᾳ καὶ ἀνάγκῃ συνέθεντο τοῖς συνοδικοῖς Σευήρου, ἀναθεματισμὸν ἔχουσιν ἅμα τῆς συνόδου καὶ τῶν λοιπῶν τῶν εἰρηκότων δύο φύσεις ἢ ἰδιότητας ἐπὶ τοῦ Κυρίου, τῆς σαρκὸς καὶτῆς θεότητος: οἱ δὲ μετὰ τὸ ἐξ ἀνάγκης συνθέσθαι μεταβαλλόμενοι ἀνεκαλέσαντο, ὦν εἰσιν οἱ ὑπὸ Ἀπάμειαν ἐπίσκοποι: ἄλλοι δὲ καθόλου οὐκ ἠνέσχοντο συνθέσθαι, ὧν εἰσιν Ἰουλιανὸς ὁ Βοστρῶν καὶ Ἐπιφάνιος ὁ Τύρου
133
καὶ ἄλλοι τινές, ὥς φασι, τῶν ἐπισκόπων. Οἱ δὲ Ἴσαυροι νῦν ἀνανήψαντες ἑαυτῶν μὲν καταγινώσκουσιν ἐπὶ τῇ προτέρᾳ ἐξαπάτῃ, Σευῆρον δὲ καὶ τοὺς σὺν αὐτῷ ἀναθεματίζουσιν. Ἕτεροι δὲ τῶν ὑπὸ Σευῆρον ἐπισκόπων καὶ κληρικῶν τὰς ἐκκλησίας ἀφέντες ἔφυγον. Ὧν ἐστι καὶ ὁ Βοστρῶν Ἰουλιανὸς καὶ Πέτρος ὁ Δαμασκοῦ ἐνταῦθα διάγοντες: ἀλλὰ καὶ Μάμας, εἷς δὲ οὗτος τῶν δοξάντων δύο ἐξάρχων εἶναι τῶν Διοσκοριανῶν ὑφ̓ ὧν καὶ Σευῆρος κατήχθη, καταγνοὺς αὐτῶν τῆς αὐθαδείας. Καὶ μεθ̓ ἕτερα: Τὰ δὲ ἐνταῦθα μοναστήρια καὶ αὐτὰ τὰ Ἱεροσόλυμα ὁμονοοῦσι σὺν θεῷ περὶ τὴν ὀρθὴν πίστιν, καὶ ἄλλαι δὲ πλεῖσται πόλεις μετὰ τῶν ἐπισκόπων: περὶ ὧν ἁπάντων καὶ ἡμῶν προσεύχου μὴ εἰσελθεῖν εἰς πειρασμόν, δέσποτα ἁγιώτατε καὶ τιμιώτατε ἡμῶν πάτερ.

Ἐπειδὴ τοίνυν ταῦτα τὰ γράμματα λέγει τοὺς [*](Niceph. xvi 31)ὑπὸ Ἀπάμειαν ἱερέας ἀποπηδῆσαι ἀπὸ Σευήρου, φέρε τι προσθῶμεν ὅπερ ἐς ἡμᾶς πατρόθεν διέβη, εἰ καὶ ἱστορίᾳ μέχρι νῦν οὐκ ἀνείληπται. Κοσμᾶς τὴν ἡμετέραν ἐπισκοπῶν Ἐπιφάνειαν ἣ τὸν Ὀρόντην σύνοικον ἔχει, καὶ Σευηριανὸς Ἀρέθουσαν τὴν ἀστυγείτονα, πρὸς τὰ συνοδικὰ Σευήρου ταραχθέντες καὶ τῆς ἐκείνου κοινωνίας ἑαυτοὺς ἀπορρήξαντες, βιβλίον καθαιρέσεως αὐτῷ διαπέμπονται ἐσέτι τὴν Ἀντιόχου πόλιν ἐπισκοποῦντι. Ἐγχειρίζουσι δὲ τὸ βιβλίον Αὐρηλιανῷ, τῷ τῶν διακόνων πρώτῳ τῆς Ἐπιφανέων: ὃς ἐπειδὴ τὸν Σευῆρον ἐδεδοίκει καὶ τὸν τῆς τοσαύτης ἐπισκοπῆς ὄγκον, ὅτε τὴν Ἀντιόχου κατειλήφει, ἐσθῆτα γυναικείαν ἑαυτῷ περιθεὶς προσῄει τῷ Σευήρῳ, ἀκκιζόμενός τε καὶ θρυπτόμενος καὶ διὰ πάντων τὸ εἶναι γυνὴ σχηματιζόμενος, καὶ τὸ κατὰ τῆς κεφαλῆς φάρος μέχρι τῶν στέρνων καθείς, ὀλοφυρόμενός τε καὶ μύχιον ποτνιώμενος, ἱκετηρίας τινὸς προσχήματι προϊόντι τῷ Σευήρῳ τὴν καθαίρεσιν ἐπιδίδωσι: καὶ πάντας διαλαθὼν τοῦ ἑπομένου ἔξεισιν ὁμίλου καὶ δρασμῷ τὴν σωτηρίαν

134
ὠνεῖται, πρὶν τὸν Σευῆρον τὰ ἐν τῷ βιβλίῳ κείμενα γνῶναι. Ὅμως δ̓ οὖν ὁ Σευῆρος καὶ τὸ βιβλίον δεξάμενος καὶ τὰ ἐν αὐτῷ συνείς, τῷ οἰκείῳ προσεκαρτέρησε θρόνῳ, μέχρι τῆς Ἀναστασίου τελευτῆς. Ὡς οὖν Ἀναστάσιος τὰ ἐπὶ Σευήρῳ γεγενημένα διέγνω,ἱστορητέον γὰρ τὴν πρᾶξιν φιλανθρώπως τῷ Ἀναστασίῳ διεσκευασμένην, προστάττει Ἀσιατικῷ τὴν στρατιωτικὴν ἀρχὴν τῆς ἐν Φοινίκῃ Λιβανησίας ἐπιτραπέντι, Κοσμᾶν καὶ Σευηριανὸν τῶν οἰκείων ἐξελάσαι θρόνων, διότι τῷ Σευήρῳ τῆς καθαιρέσεως τὸ βιβλίον πεπόμφασιν. Ὃς ἐπειδὴ τὰτῆς ἑῴας κατειλήφει μέρη πολλούς τε τῶν Κοσμᾶ καὶ Σευηριανοῦ δογμάτων ἀντεχομένους εὗρε μάλα τε γεννικῶς αὐτῶν ἀντιποιουμένας τὰς σφῶν πόλεις, ἀνήγαγε τῷ Ἀναστασίῳ ἀναιμωτὶ μὴ δύνασθαι τούτους τῶν οἰκείων φυγαδεύειν θρόνων. Τοσοῦτον τοιγαροῦν περιῆν φιλανθρωπίαστῷ Ἀναστασίῳ, ὡς διαρρήδην γράψαι τῷ Ἀσιατικῷ μηδὲν βούλεσθαι προελθεῖν, μηδ̓ ἂν εἰ μέγα τε καὶ ἀξιόλογον ᾖ, εἴπερ αἵματος ῥανὶς ἐκχέοιτο. Ἐν τούτοις μὲν οὖν τὰ κατὰ τὰς ἐκκλησίας πανταχοῦ γῆς καθειστήκει μέχρι τῆς Ἀναστασίου βασιλείας: ὃν καὶ ὡσἐναντίον τῆς ἐν Καλχηδόνι συνόδου τινὲς κρίναντες τῶν ἱερῶν περιεῖλον δέλτων. Ἐν δὲ τοῖς Ἱεροσολύμοις καὶ ζῶν ἀνεθεματίσθη.

Οὐκ ἀπὸ δὲ τρόπου καθ̓ ἣν ἐτύχομεν προκαταβεβληκότες [*](Niceph. xvi 36 Malal. 393 et Hermes vi 373 Theophan. 137 — 140 Theod. Lect. ii 9 Joh. Antioch. FHG v 30 Marcell. Com. a. 492 Cf. FHG iv 141) ὑπόσχεσιν, καὶ τὰ ἕτερα λόγου ἄξια ὑπὸτοῖς Ἀναστασίου χρόνοις γενόμενα συνάψαι τῇ ἱστορίᾳ. Λογγῖνος ὁ Ζήνωνος ὅμαιμος τὴν ἐνεγκαμένην ὡς προδιήγηται κατειληφώς, τὸν πρὸς τὸν αὐτοκράτορα πόλεμον ἀναφανδὸν ἀναζώννυται. Καὶ πολλῶν ἔνθεν τε κἀκεῖθεν συναθροισθεισῶν δυνάμεων, μεθ̓ ὧν καὶ Κόνων ἐτύγχανενὤν — ἐπίσκοπος ἐν Ἀπαμείᾳ τῆς τῶν Σύρων ἐπαρχίας γεγονὼς τοῖς Ἰσαύροις ὡς Ἴσαυρος συνεστράτευσε — , τέλος

135
ἐπιτίθεται τῷ πολέμῳ, τῶν μὲν Ἰσαύρων τῶν συστρατευσάντων τῷ Λογγίνῳ πανωλεθρίᾳ φθαρέντων, τῶν δὲ κεφαλῶν Λογγίνου καὶ Θεοδώρου πρὸς Ἰωάννου τοῦ Σκύθου σταλεισῶν ἀνὰ τὴν βασιλέως πόλιν: ἃς καὶ ἐν κοντοῖς περιαρτήσας ὁ βασιλεὺς ἐν ταῖς καλουμέναις Συκαῖς ἀντιπέρας τῆς Κωνσταντίνου κειμέναις ἐπῃώρησεν, ἡδὺ θέαμα τοῖς Βυζαντίοις ἀνθ̓ ὧν κακῶς πρὸς Ζήνωνος καὶ τῶν Ἰσαύρων ἐπεπόνθεσαν. Καὶ ὁ ἕτερος δὲ Λογγῖνος τὸ πολὺ τῆς τυραννίδος συνέχων, ὁ ἐπίκλην Σελινούντιος, καὶ Ἴνδης σὺν αὐτῷ, πρὸς Ἰωάννου τοῦ ἐπίκλην Κυρτοῦ στέλλονται τῷ Ἀναστασίῳ ζωγρίαι: ὃ μάλιστα τόν τε βασιλέα τούς τε Βυζαντίους τεθεράπευκε, θριάμβου δίκην ἀνὰ τὰς λεωφόρους τῆς πόλεως ἀνά τε τὴν ἱπποδρομίαν Λογγίνου τε καὶ Ἴνδου περιενεχθέντων, καὶ τῶν ἐκ σιδήρου πεποιημένων ἁλύσεων ἀνὰ τοὺς αὐχένας καὶ τὰς χεῖρας περιβεβλημένων. Ἐντεῦθεν καὶ τὰ καλούμενα πρώην Ἰσαυρικὰ τοῖς βασιλικοῖς ἐσηνέχθη θησαυροῖς: ἦν δὲ ἄρα τοῦτο χρυσίον ἐς ἕκαστον ἔτος τοῖς βαρβάροις χορηγούμενον, πεντακισχιλίας ἕλκον λίτρας.

Ἐπεκώμασαν οὐκ ἐς τὸ συνοῖσον σφίσι κατὰ τῆς [*](Niceph. xvi 35 Theophan. 141 Joh. Nikiu c. 89, p. 492) [*](21) Ῥωμαϊκῆς ἐπικρατείας καὶ οἱ Σκηνῆται βάρβαροι, τά τε τῆς μέσης τῶν ποταμῶν τά τε τῆς Φοινίκης ἑκατέρας καὶ τὰ Παλαιστινῶν ληϊσάμενοι πράγματα. Οἵπερ κακῶς παρὰ τῶν ἑκασταχοῦ στρατηγούντων παθόντες, ὕστερον τὴν ἡσυχίαν ἤγαγον πρὸς Ῥωμαίους πασσυδὶ σπεισάμενοι.

Ἀλλὰ καὶ Πέρσαι παρασπονδήσαντες ὑπὸ Καβάδῃ [*](Niceph. xvi 37 Malal. 398 Theophan. 144 Procop. i 33 s#3. Marcell. Com. a. 502) τῷ βασιλεῖ, καὶ τὰ οἰκεῖα καταλελοιπότες ἤθη, πρῶτα μὲν Ἀρμενίαις ἐπεστράτευσαν, καὶ πολίχνιον ἐπίκλην Θεοδοσιούπολιν ἑλόντες, ἐς Ἄμιδαν πόλιν ὀχυρὰν τῆς μέσης τῶν ποταμῶν ἀφικνοῦνται, καὶ ταύτην ἐκπολιορκήσαντες εἷλον. Ἣν αὖθις ὁ Ῥωμαίων βασιλεὺς

136
πολλοῖς ἀνενεώσατο πόνοις. Εἴ τῳ δὲ φίλον λεπτῶς τὰ περὶ τούτων εἰδέναι καὶ τῇ ἀκριβείᾳ πάντων ἐπεξελθεῖν, [*](Cf. FHG i 142) Εὐσταθίῳ εὖ μάλα σοφῶς μετὰ πολλοῦ τοῦ πόνου καὶ τῆς ἐς ἄγαν κομψείας ἱστόρηταί τε καὶ συγγέγραπται: ὃς μέχρι τῆς γραφῆς ταύτης ἱστορήσας τοῖς ἀπελθοῦσισυναριθμεῖται, δωδέκατον ἔτος τῆς Ἀναστασίου καταλελοιπὼς βασιλείας. [*](Malal. 399 Theophan. 150 Theod. Lect. ii 57 Joh. Nikiu c. 89, p. 492) Μετὰ γοῦν τὸν πόλεμον τοῦτον ὁ Ἀναστάσιος Δάρας χωρίον τῆς μέσης τῶν ποταμῶν πρὸς ταῖς ἐσχατιαῖς τῆς Ῥωμαίων ἐπικρατείας κείμενον καὶ μεθόριον ὥσπερ ἑκατέρασπολιτείας καθεστώς, ἐξ ἀγροῦ πόλιν εἶναι ποιεῖ, καρτερῷ τε τειχίσας περιβόλῳ, οἰκοδομίας τε διαφόρους ἐκπρεπεῖς περιθεὶς ἐκκλησιῶν τε καὶ μὴν καὶ ἑτέρων εὐαγῶν οἴκων βασιλείων τε στοῶν καὶ δημοσίων βαλανείων καὶ ἄλλων αἶς αἱ ἐπίσημοι τῶν πόλεων ἐγκαλλωπίζονται.Λέγεται δὲ πρός τινων Δάρας τὸ χωρίον προσηγορίαν λαχεῖν, διότι Δαρεῖον αὐτόθι κατηγωνίσατο παντάπασιν Ἀλέξανδρος ὁ Μακεδὼν ὁ Φιλίππου.

Μέγιστον δέ τι τῷ αὐτῷ βασιλεῖ κατείργασται [*](Niceph. xvi 39 Zonar. iii 265 Chronic. Pasch. 610 Suidas s. v. Anastasius) καὶ μνήμης ἄξιον, [καὶ] τὸ μακρὸν καλούμενον τεῖχος,καλῶς τῆς Θρᾴκης κείμενον: ὅπερ διΐσταται μὲν τῆς Κωνσταντινουπόλεως σταδίοις ὀγδοήκοντα μάλιστα καὶ διακοσίοις, ἑκατέραν δὲ θάλατταν περιλαμβάνει ἐπὶ σταδίους εἴκοσι καὶ τετρακοσίους, δίκην πορθμοῦ τινος: τήν τε πόλιν μικροῦ νῆσον ἀντὶ χερρονήσου ποιῆσαν, τούς τεβουλομένους διαπορθμεῦον ἀσφαλέστατα ἀπὸ τοῦ καλουμένου Πόντου ἐς τὴν Προποντίδα καὶ τὴν Θρᾴκιον θάλατταν, εἶργον τούς τε ἐκθέοντας βαρβάρους ἔκ τε τοῦ καλουμένου Εὐξείνου Πόντου Κόλχων τε καὶ τῆς Μαιώτιδος λίμνης καὶ τῶν ὑπὲρ τὸν Καύκασον καὶ τοὺς κατὰτὴν Εὐρώπην ἐκκεχυμένους.

Ὑπερμέγεθες δὲ κατεπράχθη αὐτῷ καὶ θεῖόν τι [*](Niceph. xvi 40 Malal. 398 Cedren. i 626) χρῆμα, ἡ τοῦ καλουμένου Χρυσαργύρου ἐς τέλεον κωλύμη:

137
ἣν καὶ λεκτέον, τῆς Θουκυδίδου γλώσσης ἢ καὶ μείζονός τε καὶ κομψοτέρας ἐπιδεομένην: λέξω δὲ κἀγώ, οὐ λόγῳ πεποιθώς, τῇ δὲ πράξει πίσυνος. Ἐπέκειτό τι τῇ τοσαύτῃ καὶ τηλικαύτῃ τῶν Ῥωμαίων πολιτείᾳ τέλος ἐλεεινόν τε καὶ θεομισὲς καὶ βαρβάρων αὐτῶν ἀνάξιον, μή τί γε δὴ τῆς Ῥωμαίων χριστιανικωτάτης βασιλείας: ὃ μέχρις αὐτοῦ, ἀνθ̓ ὅτου λέγειν οὐκ ἔχω, παροφθὲν αὐτὸς ἀνεῖλε βασιλικώτατα. Ἐπέκειτο δὲ ἑτέροις τε πολλοῖς ἐξ ἐράνου τὴν τροφὴν πορίζουσι, καὶ ταῖς ἀπεμπολούσαις τὴν ὥραν τοῦ σώματος καὶ χύδην πορνείαις ἐπὶ τοῖς κεκρυμμένοις καὶ λανθάνουσι τῆς πόλεως τόποις ἐπὶ χαμαιτυπείοις ἐκδεδομέναις, καὶ πρός γε τοῖς ἡταιρηκόσι καὶ μὴ μόνον τὴν φύσιν ἀλλὰ καὶ τὸ πολίτευμα καθυβρίζουσιν: ὡς ἀντὶ νόμου τινὸς τὴν ἐσκομιδὴν βοᾶν ἐπ̓ ἀδείας εἶναι τὴν τοιαύτην ἀθεμιτουργίαν τοῖς βουλομένοις. Καὶ τὸν ἐντεῦθεν ἀθροιζόμενον ἀνόσιόν τε καὶ ἐναγῆ πόρον ἐπὶ τὴν πρώτην καὶ κορυφαίαν ἐσῆγον τῶν ἀρχῶν ἀνὰ τετραετηρίδα οἱ τοῦτον ἑκασταχοῦ συλλέγοντες, ὡς καὶ μέρος οὐκ ἐλάχιστον τῆς ἀρχῆς καθεστάναι, καὶ τῶν καλουμένων εἰδικῶν σκρινίων τυχεῖν, καὶ τῶν τὰ τοιαῦτα διαψηφιζόντων, οὐκ ἀφανῶν ἀνδρῶν, στρατείαν ὥσπερ καὶ τὰς λοιπὰς ἡγουμένων τὸ πρᾶγμα. Ὃ μεμαθηκὼς ὁ Ἀναστάσιος ἐπί τε τὴν γερουσίαν προθείς, καὶ μύσος εἶναι καὶ καινοπρεπὲς ἄγος τὸ πρᾶγμα δικαίως ἀποφηνάμενος, τεθέσπικε καθάπαξ ἀναιρεθῆναι, καὶ τοὺς τὴν εἴσπραξιν δηλοῦντας χάρτας πυρὶ παραδέδωκε. Καὶ τέλεον τὴν πρᾶξιν ἱερουργῆσαι τῷ θεῷ βουληθείς, ἵνα μή τινι τῶν μετ̓ αὐτὸν ἐξῇ τὰ ἀρχαῖα αὖθις ὀνείδη ἀνακαλέσασθαι, προσποιεῖται μὲν τὸν ἀσχάλλοντα, ἀβουλίας δὲ ἑαυτοῦ κατηγόρει καὶ τῆς ἐς ἄγαν ἀνοίας, λέγων ὡς τῇ καινοδοξίᾳ τὸ πλέον δοὺς τοῦ συνοίσοντος τῇ πολιτείᾳ παρημέληκε, καὶ τὸν τοσοῦτον πόρον ἀνέκαθεν ἐφευρημένον καὶ τοσούτοις χρόνοις βεβαιωθέντα
138
εἰκῆ τε καὶ ἀπερισκέπτως ἀνήρτησεν, οὐ συνεὶς τὰ ἐπαρτώμενα κινδυνεύματα ἢ τὰς στρατιωτικὰς δαπάνας, τὸ ζῶν τοῦ πολιτεύματος τεῖχος, οὐ τὰς ἐς θεραπείαν τοῦ θεοῦ: καὶ μηδὲν τῶν ἔνδοθεν δεικνὺς ἀπαγγέλλει βούλεσθαι τὸν εἰρημένον ἀνασώσασθαι πόρον. Καὶ δὴ τοὺς ἐφεστηκότασπροσκαλεσάμενος ἔφασκε μεταμελεῖσθαι μέν, οὐκ ἔχειν δὲ ὅ τι καὶ πράξειν ἣ ὅπως τὴν οἰκείαν ἁμαρτίαν διορθώσαιτο, καθάπαξ τῶν χαρτῶν καυθέντων τῶν δυναμένων τὴν εἴσπραξιν δηλοῦν. Κἀκείνων δὲ οὔ τινι προσποιήσει ταῖς δὲ ἀληθείαις τὴν πρᾶξιν ὀδυρομένων διὰ τὸν ἐντεῦθεναὐτοῖς περιποιούμενον ἄδικον μισθόν, καὶ τὴν παραπλησίαν ἀπορίαν προϊσχομένων, προὔτρεπέ τε καὶ παρεκάλει διὰ πάσης ἰόντας ζητήσεως ἐξερευνῆσαι εἴπερ εὑρεῖν δυνηθεῖεν διὰ τῶν ἑκασταχοῦ συγκειμένων πτυκτίων τὴν τοῦ παντὸς εἴσπραξιν. Καὶ πέμψας ἑκάστῳ δαπάνας ἐς τὴνπερὶ ταῦτα συλλογὴν ἔπεμπεν, ἐπιτρέψας ἕκαστον χάρτην ταῦτα σαφηνίζειν δυνάμενον, ὅποι ἂν εὑρεθείη, πρὸς αὐτὸν ἀποκομισθῆναι, ἵνα μετὰ πολλῆς τῆς περισκέψεως καὶ τῆς ἐς ἄγαν ἀκριβείας τὰ περὶ τούτων αὖθις συνταχθείη. Ὡς δ̓ οὖν μετὰ καιρὸν ἧκον οἱ τούτοις διακονούμενοι,χαρίεις τις ἐδόκει καὶ φαιδρότητι γανύμενος ὁ Ἀναστάσιος: ἔχαιρε δὲ καὶ ταῖς ἀληθείαις τῶν ἐσπουδασμένων τετυχηκώς, καὶ ἀνηρώτα τὸν τρόπον, ὅπως τε εὕρηνται, καὶ παρὰ τίσι, καὶ εἴ τι τοιουτῶδες καταλέλειπται. Τῶν δὲ πολλοὺς καταβεβληκέναι πόνους ἐπὶτῇ τούτων συναγωγῇ διϊσχυριζομένων, ὀμνυόντων τε πρὸς τοῦ βασιλέως ὡς οὐδεὶς ἕτερος χάρτης ταῦτα δηλοῦν δυνάμενος ἀνὰ πᾶν ἀπόκειται τὸ πολίτευμα, αὖθις πυρὰν ἐξῆψε μεγάλην ἐκ τῶν ἀποκομισθέντων χαρτῶν καὶ τὴν σποδιὰν ὕδασιν ἐπέκλυσεν, ἀφανίσαι τέλεον τὴν πρᾶξινβουλόμενος: ὥστε μὴ κόνιν, μὴ τέφραν, μήτε μήν τι
139
λείψανον τοῦ πράγματος ἧττον ἀποκαυθέντων φανῆναι. Ὡς ἂν δὲ μὴ τὸ κώλυμα τῆς πράξεως τοσοῦτον ἐξάραντες δόξαιμεν ἀγνοεῖν τί τε καὶ ὅσα τοῖς ἀρχαιοτέροις περὶ ταύτης ἐμπαθῶς ἱστόρηται, φέρε καὶ ταῦτα παράθωμαι καὶ δείξω ψευδῆ, καὶ διαφερόντως ἐξ ὧν αὐτοὶ διεξῆλθον.

Εἴρηται Ζωσίμῳ, ἑνὶ τῶν τῆς ἐξαγίστου καὶ [*](*niceph. xvi 41 Zosim. ii 38) μιαρᾶς τῶν Ἑλλήνων θρησκείας, μηνίσαντι τῷ Κωνσταντίνῳ ὅτι περ πρῶτος βασιλέων τὰ Χριστιανῶν εἵλετο, τὴν βδελυρὰν τῶν Ἑλλήνων καταλιπὼν δεισιδαιμονίαν, ὡς αὐτὸς πρῶτος τὸ καλούμενον Χρυσάργυρον ἐπινοήσας ἀνὰ τετραετηρίδα τὸ τοιοῦτο τέθεικε τέλος ἐσάγεσθαι, μυρίοις τε καὶ ἄλλοις τὸν εὐσεβῆ καὶ μεγαλόδωρον βλασφημήσας Κωνσταντῖνον. Φησὶ γὰρ καὶ ἕτερα ἄττα [*](Ibid. 29) λίαν ἀνύποιστα κατὰ πάσης ἐξευρεῖν τύχης, καὶ Κρίσπον τὸν παῖδα δειλαίως ἀφανίσαι, καὶ Φαῦσταν τὴν αὐτοῦ γαμετὴν ἐν βαλανείῳ ὑπὲρ τὸ μέτρον ἐκπυρωθέντι καθείρξαντα ἐξ ἀνθρώπων μεταγαγεῖν, καθάρσιά τε παρὰ τοῖς σφῶν ἱερεῦσι ζητοῦντα τῶν τοιούτων ἐναγῶν φόνων καὶ μὴ τυχόντα — μηδὲ γὰρ εἶναι τούτους ἀναφανδὸν εἰπεῖν — , περιτυχεῖν Αἰγυπτίῳ ἐξ Ἰβηρίας ἀφιγμένῳ: καὶ πρὸς αὐτοῦ πιστωθέντα πάσης ἁμαρτάδος ἀναιρετικὴν εἶναι τὴν Χριστιανῶν πίστιν, μεταλαβεῖν ὧν ὁ Αἰγύπτιος αὐτῷ μεταδέδωκε: κἀντεῦθεν τὴν πατρῴαν καταλελοιπότα νόμισιν, τῆς ἀσεβείας, ὡς αὐτὸς ἔφη, τὴν ἀρχὴν ποιήσασθαι. Καὶ ὡς μὲν καὶ ταῦτα ψευδῆ παρὰ πόδας δείξω. Τέως δὲ τὰ περὶ τοῦ Χρυσαργύρου λελέξεται.