Οὗτος τοίνυν ὁ Θεοδόσιος τὴν Εὐδοκίαν εἰσοικίζεται [*](Socr. vii 21 Malal. 353 Joh. Nikiu c. 84) τοῦ σωτηριώδους μεταλαβοῦσαν βαπτίσματος, γένει μὲν Ἀθηναίαν, καλλιεπῆ δὲ καὶ τὴν ὥραν εὐπρεπῆ, μέσησοἱ γενομένης Πουλχερίας τῆς βασιλίδος τῆς αὐτοῦ ἀδελφῆς. [*](Socr. vii 44) Ἐκ ταύτης αὐτῷ γίνεται παῖς ἡ Εὐδοξία, ἣν ὕστερον, ἐπειδὴ καιρὸν ἦγε γάμου, Οὐαλεντινιανὸς ὁ αὐτοκράτωρ ἄγεται, ἀπάρας μὲν ἐκ τῆς πρεσβυτέρας Ῥώμης, [*](Niceph. xiv 50 Chron. Pasch. 585 Mai. Spicileg. Rom. ii App. p. 15) κατάρας δὲ πρὸς τὴν Κωνσταντίνου. Ἣ χρόνοις ὕστερονἐπὶ τὴν ἁγίαν ἐπειγομένη Χριστοῦ τοῦ θεοῦ ἡμῶν πόλιν, ἐνταῦθά τε γίνεται καὶ δημηγορήσασα πρὸς τὸν ἐνταῦθα λεὼν ἐπιτελεύτιον ἔπος ἐφθέγξατο:
29
Ὑμετέρης γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι,
[*](Z 211 Y 241) τὰς ἐκ τῆς Ἑλλάδος ἐνταῦθα σταλείσας ἀποικίας αἰνιττομένη. Εἴ τῳ περισπούδαστον ταύτας εἰδέναι, ἱστόρηται περιέργως Στράβωνι τῷ γεωγράφῳ, Φλέγοντί τε καὶ
[*](Strab. xvi 750 Liban. i 287 et 479 R Julian. 367 C) Διοδώρῳ τῷ ἐκ Σικελίας, Ἀρριανῷ τε αὖ καὶ Πεισάνδρῳ τῷ ποιητῇ, καὶ πρός γε Οὐλπιανῷ Λιβανίῳ τε καὶ Ἰουλιανῷ τοῖς παναρίστοις σοφισταῖς. Καὶ εἰκόνι ἐκ χαλκοῦ τεχνικῶς ἠσκημένῃ παῖδες Ἀντιοχέων αὐτὴν τετιμήκασιν, ἣ καὶ μέχρις ἡμῶν σώζεται. Ἐξ ἧς προτραπεὶς Θεοδόσιος μεγίστην μοῖραν τῇ πόλει προστίθησι, τὸ τεῖχος εὐρύνας μέχρι τῆς πύλης τῆς ἐπὶ Δάφνην ἀγούσης τὸ προάστειον — ὁρᾶν τοῖς ἐθέλουσι πάρεστι: μέχρι γὰρ ἡμῶν τὸ παλαιὸν ἰχνηλατεῖται τεῖχος, τῶν λειψάνων ξεναγούντων τὰς ὄψεις — , εἰσὶ δὲ οἵ φασι τὸν πρεσβύτερον Θεοδόσιον τὸ
[*](Malal. 346) τεῖχος εὐρῦναι. Καὶ χρυσίον δὲ διακοσίας ἕλκον λίτρας τῷ Βάλεντος ἐδωρήσατο λουτρῷ κατά τι μέρος ἐμπρησθέντι.
Ἔνθεν τοίνυν ἡ Εὐδοκία ἐν Ἱεροσολύμοις δὶς [*](Niceph. xiv 50 Malal. 357 Socr. vii 47 Theophan. 101 Joh. Nikiu c. 87) ἀφικνεῖται. Καὶ ὅτου μὲν χάριν ἢ τί πρωτοτύπως ὥς φασι βουλομένη, τοῖς ἱστορήσασι καταλειπτέον, εἰ καὶ μὴ ἀληθίζεσθαί μοι δοκοῦσιν. Ὅμως δ̓ οὖν ἀνὰ τὴν ἁγίαν Χριστοῦ πόλιν γενομένη πολλὰ πρὸς τιμῆς τοῦ σωτῆρος πέπραχε θεοῦ, ὥστε καὶ εὐαγῆ δείμασθαι φροντιστήρια καὶ τὰς καλουμένας λαύρας: ἐν οἷς ἡ μὲν δίαιτα διάφορος, ἡ δέ γε πολιτεία εἰς ἕνα τελευτᾷ θεοφιλῆ σκοπόν. Οἱ μὲν γὰρ ἀγεληδὸν ζῶντες οὐδενὶ τῶν ἐς γῆν βριθόντων κρατοῦνται: οὐ χρυσὸς γὰρ αὐτοῖς ἐστι, τί δ̓ ἂν φαίην χρυσός, ὅτε οὔτε ἰδική τις ἐσθὴς οὐδέ τι τῶν ἐδωδίμων. Ὃ γὰρ νῦν τις ἀμπέχεται τριβώνιον ἢ ἐξωμίδα, τοῦτο μετὰ σμικρὸν ἕτερος ἀμφιέννυται, ὡς καὶ τὴν πάντων ἐσθῆτα [*](31) ἑνὸς εἶναι δοκεῖν καὶ τὴν ἑνὸς ἁπάντων. Καὶ κοινὴ τράπεζα παρατίθεται οὐκ ὄψοις κεκαρυκευμένη οὐδέ τινι τῶν ἄλλων
30
ἡδυσμάτων, λαχάνοις δὲ καὶ ὀσπρίοις μόνοις δεξιουμένη εἰς τοσοῦτον χορηγουμένοις ὅσον ἀποζῆν καὶ μόνον. Κοινὰς δὲ τὰς πρὸς θεὸν λιτὰς διημερεύουσί τε καὶ διανυκτερεύουσιν, οὕτω σφᾶς ἐκθλίβοντες, οὕτω τοῖς πόνοις πιέζοντες ὡς τάφων ἄνευ νεκροὺς αὐτοὺς δοκεῖν ὑπὲρ γῆν ὁρᾶν.Οἳ πολλάκις μὲν καὶ τὰς καλουμένας ὑπερθεσίμους πράττουσι διήμεροι καὶ τριήμεροι τὰς νηστείας ἐκτελοῦντες, εἰσὶ δὲ οἳ καὶ πεμπταῖοι ἢ καὶ πρός, καὶ μόλις τῆς ἀναγκαίας μεταλαμβάνουσι τροφῆς. Ἕτεροι δὲ αὖ πάλιν ἀπ̓ ἐναντίας ἰόντες μόνους ἑαυτοὺσκαθειργνύουσιν ἐν οἰκίσκοις τοσοῦτον εὖρος, τοσοῦτον ὕψος ἔχουσιν ὡς μηδὲ τὰ σώματα ἀνορθοῦν, μηδὲ μὴν ἐπ̓ ἀδείας τὰς κλίσεις ποιεῖσθαι, σπηλαίοις προσκαρτεροῦντες
[*](Hebr. xi 38) καὶ ταῖς ὀπαῖς τῆς γῆς, κατὰ τὴν τοῦ ἀποστόλου φωνήν. Ἄλλοι σύνοικοι θηρίοις γινόμενοι καί τισι τῆς γῆς ἀτεκμάρτοισἐνδομυχοῖς τὰς τὸν θεὸν ἐντεύξεις ποιοῦνται. Ἀτὰρ καὶ ἕτερον εἶδος αὐτοῖς ἐπενοήθη, πάσης ἀνδρείας τε καὶ καρτερίας δύναμιν ἐκβαῖνον. Ἐς ἔρημον γὰρ κεκαυμένην σφᾶς αὐτοὺς ἀφέντες καὶ μόνα τὰ τῆς φύσεως
[*](Theodoret. PG 82,1485) ἀναγκαῖα περιστείλαντες, ἄνδρες τε καὶ γύναια, τὸ λοιπὸνσῶμα γυμνὸν κρυμνοῖς τε ἐξαισίοις ἀέρων τε πυρακτώσεσιν ἐπιτρέπουσιν, ἐπ̓ ἴσης θάλπους τε καὶ ψύχους περιορῶντες. Καὶ τὰς μὲν τῶν ἀνθρώπων τροφὰς τέλεον ἀποσείονται,
[*](Sozom. vi 33) νέμονται δὲ τὴν γῆν — βοσκοὺς καλοῦσι — μόνον τὸ ζῆν ἐντεῦθεν ποριζόμενοι, ὥστε χρόνῳ καὶ θηρίοις συναφομοιοῦσθαι,τῆς τε ἰδέας αὐτοῖς παρατραπείσης, τῆς τε γνώμης λοιπὸν οὐ συμβαινούσης ἀνθρώποις: οὓς καὶ διδράσκουσιν ἰδόντες, καὶ διωκόμενοι ἢ τῇ ὠκύτητι τῶν ποδῶν, ἤ τινι τῶν ἐπὶ γῆς δυσόδων χωρίων τὸ λαθεῖν ἑαυτοῖς πορίζονται.
31
Λέξω δὲ καὶ ἕτερον, ὃ μικροῦ με διέλαθε, καίτοι τὰ πρεσβεῖα κατὰ πάντων ἔχον. Εἰσὶ μὲν ἐλάχιστοι, εἰσὶ δ̓ οὖν ὅμως, οἳ ἐπὰν διὰ τῆς ἀρετῆς τοῦ ἀπαθεῖς εἶναι τύχωσιν, εἰς κόσμον ἐπανίασιν ἐν μέσοις τοῖς θορύβοις: καὶ παραφόρους σφᾶς ἀπαγγέλλοντες, οὕτω τὴν κενοδοξίαν καταπατοῦσιν, ὃν τελευταῖον χιτῶνα κατὰ Πλάτωνα
[*](Athen. xi 507 d) τὸν σοφὸν ἡ ψυχὴ πέφυκεν ἀποτίθεσθαι, οὕτω τὸ ἀπαθῶς ἐσθίειν φιλοσοφοῦσι, κἂν παρὰ καπήλοις ἢ παλιγκαπήλοις δεήσοι, οὐ τόπον, οὐ πρόσωπον, οὐδέ τι τῶν πάντων ἐγκαλυπτόμενοι: καὶ βαλανείοις δὲ συχνοῖς ὁμιλοῦσι, τὰ πολλὰ γυναιξὶ συναλιζόμενοι καὶ συλλουόμενοι, οὕτω τῶν παθῶν περιγενόμενοι ὡς καὶ τῆς φύσεως τυραννῆσαι, καὶ μηδὲ τῇ ὄψει, μηδὲ τῇ ἁφῇ, μηδὲ μὴν αὐτῇ τῇ περιπλοκῇ τοῦ θήλεος πρὸς τὴν ἰδίαν ἀποκριθῆναι φύσιν: μετὰ ἀνδρῶν δὲ ἄνδρας εἶναι, μετὰ γυναικῶν τ̓ αὖ γυναῖκας, ἑκατέρας τε μετέχειν ἐθέλειν φύσεως καὶ μὴ μιᾶς εἶναι. Συνελόντι τοίνυν εἰπεῖν, ἐν τούτῳ τῷ παναρίστῳ καὶ θεοφόρῳ βίῳ ἡ ἀρετὴ τῇ φύσει ἀντινομοθετεῖ οἰκείους πηξαμένη νόμους, ὥστε μηδενὸς αὐτῶν τῶν ἀναγκαίων μεταδιδόναι ὅσα γε κορεσθῆναι: πεινῆν δὲ αὐτοῖς καὶ διψῆν ὁ σφῶν ἐγκελεύεται νόμος, περιστέλλειν τε τὸ σῶμα τοσοῦτο μόνον ὅσον ἡ ἀνάγκη βιάζεται. Οὕτως τε αὐτοῖς ἡ δίαιτα ἀκριβέσιν ἀντιταλαντεύεται ζυγοῖς ὡς ἐκ διαμέτρου χωροῦσιν αὐτοῖς τὴν ῥοπὴν ἀνεπαίσθητον εἶναι, καὶ ταῦτά γε πολὺ διεστῶσαν. Τοσοῦτον γὰρ αὐτοῖς τὰ ἐναντία κέκραται, τῆς θείας τὰ ἄμικτα συναγούσης καὶ αὖ πάλιν διαιρούσης χάριτος, ὥστε ζωὴν ἐν αὐτοῖς καὶ νέκρωσιν συνοικεῖν, τἀναντία καὶ τῇ φύσει καὶ τοῖς πράγμασιν. Ἔνθα μὲν γὰρ πάθος, νεκροὺς εἶναι δεῖ καὶ τῶν τάφων εἴσω: ἔνθα δὲ πρὸς θεὸν ἱκετεία, ῥωμαλέους τὸ σῶμα, σφριγῶντας τὴν ἀκμήν, κἂν ἔξωροι τὴν ἡλικίαν ὦσι. Καὶ οὕτως αὐτοῖς ἑκάτερος συμπλέκεται βίος, ὥστε
32
ἀμέλει καὶ τὴν σάρκα τέλεον ἀποθέμενοι ζῶσιν ἀεὶ καὶ τοῖς ζῶσι συναλίζονται, σώμασί τε ἄκη προσφέροντες καὶ τὰς τῶν ἱκετευόντων φωνὰς τῷ θεῷ προσάγοντες, τά τε ἄλλα ὁμοίως τῇ προτέρᾳ βιοτῇ διεκτελοῦντες, ὅσα μὴ τῶν ἀναγκαίων δεῖσθαι ἢ τόπῳ περιορίζεσθαι, πάντων δὲ ἀκούεινκαὶ πᾶσι συγγίνεσθαι. Εἰσὶ δὲ γονάτων αὐτοῖς συχναὶ καὶ ἀδιάκοποι κλίσεις ἐπαναστάσεις τε σύντονοι, μόνης τῆς ἐφέσεως ἀναζωπυρούσης αὐτοῖς τὴν ἡλικίαν καὶ τὴν ἑκούσιον ἀσθένειαν: ἄσαρκοί τινες ἀθληταί, ἀναίματοι παλαισταί, οἵ γε πανδαισίαν τε καὶ τρυφὴν τὴν νηστείαν ἔχοντες,καὶ τράπεζαν διακορῆ τὸ μηδενὸς ὡς οἷόν τε ἀπογεύεσθαι. Ὁπόταν ξένος παῤ αὐτοὺς ἀφίκηται κἂν ἐξ ἑωθινοῦ, οὕτω πάλιν ταῖς φιλοφροσύναις καὶ τῇ φιλοτησίᾳ δεξιοῦνται, ἕτερον εἶδος νηστείας ἐπινοήσαντες τὸ αὖ μὴ βουλόμενοι ἐσθίειν, ὡς ἔκπληξιν τὸ πρᾶγμα καθεστάναι, πόσων εἰστροφὴν αὐτάρκη δεόμενοι οὕτω κομιδῇ βραχέσιν ἀρκοῦνται: ἐχθροὶ τῶν ἰδίων βουλήσεων καὶ τῆς φύσεως, ἔκδοτοι τοῖς τῶν πέλας θελήμασιν, ἵνα διὰ πάντων αὐτοῖς τὸ ἡδὺ τῆς σαρκὸς ἐξωσθείη, καὶ ψυχὴ διακυβερνῴη τὰ κάλλιστα καὶ θεὸν ἀρέσκοντα νουνεχῶς ἐκλεγομένη τε καὶ περισώζουσα:μακάριοι τῆς ἐνταῦθα διαίτης, μακαριώτεροι τῆς ἐντεῦθεν μεταστάσεως, ἐς ἣν διὰ παντὸς χαίνουσι τὸν ποθούμενον αὐτοῖς ἰδεῖν ἐπειγόμενοι.
Πολλοῖς τοίνυν τοιούτοις ἐντυχοῦσα ἡ Θεοδοσίου [*](Niceph. xiv 50 Metaphr. PG 114, 668 et 677) σύμβιος, καὶ πολλά, ὥς μοι λέλεκται, τοιαῦτα φροντιστήριαδειμαμένη, καὶ μὴν καὶ τὰ τείχη πρὸς τὸ κρεῖττον Ἱεροσολύμων ἀνανεωσαμένη, καὶ τέμενος μέγιστον ἀνίστη, ἐξοχῇ τε καὶ κάλλει προὖχον, τοῦ πρώτου διακόνων τε καὶ μαρτύρων Στεφάνου, οὔτι στάδιον Ἱεροσολύμων διεστώς: ἐν ᾧ καὶ τίθεται πρὸς τὸν ἀγήρω μεταχωρήσασα[*](Malal. 358 Theophan. 109) βίον. Ἀμείψαντος δὲ μετὰ ταῦτα, ἢ καὶ ὥς τισι δοκεῖ πρὸ τῆς Εὐδοκίας, καὶ Θεοδοσίου, τὴν βασιλείαν
33
ὀκτὼ καὶ τριάκοντα ἔτεσι τούτῳ διακονησαμένης, Μαρκιανὸς
[*](Ioh. Nikiu c. 87) ὁ πανάριστος τὴν Ῥωμαίων ἀρχὴν περιβάλλεται. Ἃ δ̓ οὖν καὶ ὑπ̓ αὐτῷ πέπρακται τῶν ἑῴων ἡγεμονεύοντι, ἡ ἑξῆς εὖ μάλα σαφῶς ἱστορία παραστήσει, τῆς ἄνωθεν ῥοπῆς τὴν οἰκείαν χορηγούσης εὐμένειαν. Τέλος τοῦ α τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου.