Alexias
Anna Comnena
Anna Comnena, Alexias, Schopenus, Weber, 1839
Ἡ μὶν οὖν ἤπειρος τὸν Ῥομπέρτον εἶχεν έν αὐτῇ αὐ- [*](P. 102) λιζόμενον, ἑπτὰ κω δεκάτην ἄγοντος τοῦ Ἰουνίου μηνὸς τῆς
[*](V.83)[*](ΑΛΕΞΙΑΔΟΣ βιβλίον δ᾿ GA. a. ἔχοντος G,)τετάρτης ἐπινεμήσεως, μεθ’ ἱππέων καὶ πεζῶν δυνάμεων ἀριθμὸν ὑπερβαινουσῶν, καὶ φοβερὸν ἰδεῖν ἀπό τε τοῦ σχήματος ἀπό τε τῆς στρατηγικῆς καταστάσεως · ἤδη γὰρ ἁπανταχόθεν [*](P. 103) αὖθις συνήθροιστο στράτευμα· ἐν δὲ τῇ θαλάττῃ παντοῖον εἶδος πλοίων μεθ’ ἑτέρων στρατιωτῶν, ἐμπειρίαν πολλὴν τοῦ διὰ θαλάττης πολέμου ἐχόντων , τὸ ναυτικὸν αὐτοῦ διεπλωίζετο. περιστοιχισθέντες οὖν οἱ του Δυρραχίου ἐντὸς ἐξ ἑκατέρου μέρους, θαλάττης φημὶ καὶ ἠπείρου , καὶ ἀπειροπληθεῖς τὰς τοῦ Ῥομπέρτου ὁρῶντες δυνάμεις καὶ πάντα λόγον ὑπερβαινούσας, μεγίστῳ δέει συνείχοντο. ὁ δέ γε Παλαιολόγος Γεώργιος γενναῖος ὢν ἀνὴρ καὶ στρατηγικὴν [*](Β) πᾶσαν ἐξησκημένος , μυρίους δὲ πολέμους ἀγωνισάμενος κατὰ τὴν ἕω καὶ νικητὴς ἀναδειχθείς, ἀκατάπληκτος ὢν τὴν πόλιν κατωχύρου , τάς τε ἐπάλξεις κατασκευάζων κατὰ τὰς ὑποθημοσύνας τοῦ αὐτοκράτορος, καὶ λιθοβόλοις τὰ τείχη καταπυκνῶν μηχανήμασι, τούς τε ἀναπεπτωκότας τῶν στρατιωτῶν ἀνακτώμενος , καὶ σκοποὺς δι᾿ ὅλου καταστήσας τοῦ τείχους. καὶ αὐτὸς δὴ περιπολεύων διὰ πόσης νυκτὸς καὶ ἡμέρας ἐπαγρυπνεῖν τοὺς φυλάσσοντας παρεκελεύετο. τηνικαῦτα δὲ καί διὰ γραμμάτων τὴν τοῦ Ῥομπέρτου ἔφοδον ἐδήλου τῷ αὐτοκράτορι, [*](C) καὶ ὅτι τὴν πόλιν πολιορκήσων τὸ Δυρράχιον οἱ δὲ ἐντὸς ὁρῶντες τὰς ἔξωθεν ἑλεπόλεις καὶ τὸν
[*](2. an φοβερῶν? ἰδὼν G. 3. καὶ ἀπὸ τῆς G. ; γὰρ om. G. 5. παντοίων G. 6. θαλάσσης CA. 7. διεπλωΐζετο C, διεπλοΐζετο PG. vid. annotat. περιστοιχίσαντες C. 12. κατὰ : περὶ C. 13. ἀναδεχθεὶς G. 14. κατὰ : ἦν κατὰ Α. ἔνα· γρυπνεῖν G.)κατασκευασθέντα ὑπερμεγέθη μόσυνα ὑπερανεστηκότα κα; ιὐτῶν τῶν τοῦ Δυρραχίου τειχῶν , βύρσαις τε πανταχόθεν περιπεφραγμένον, καὶ τὰ λιθοβόλα μηχανήματα κατὰ κορυφὴν τούτου ἱστάμενα , τήν τε πᾶσαν περιβολὴν τῶν τειχῶν ἔξωθεν τοῦ στρατοπέδου περιζωσθεῖσαν, καὶ τοὺς ἁπανταχόθεν συρρέοντας συμμάχους πρὸς τὸν Ῥομπέρτον, καὶ τὰς παακειμένας πόλεις ἐξ ἐπιδρομῆς πορθουμένας, καἰ τὰς καλύβας ἐκεῖθεν καθεκάστην πολλαπλασιαζομένας , δέει συνείχοντο, διαγινώσκοντες ἤδη τὸν σκοπὸν τοῦ δουκὸς Ῥομπέρτου, [*](D) θὼς οὐκ ἔπι τῷ πόλεις καἰ χώρας δῃώσασθαι καὶ λείαν πολλὴν ἐκ τούτων συγκομισάμενος αὖθις εἰς Ἀπουληΐαν ἐπαναστρέψαι, ὡς ἁπανταχοῦ διεκηρυκεύετο, τὸ Ἰλλυρικὸν πεδίον κατέλαβεν, ἀλλὰ τῆς ἀρχῆς τῆς Ῥωμαίων βασιλείας ἱμειρόμενος, τὸ Δυρράχιον, ὅ φασιν, ἐκ πρώτης ἀφετηρίας πολιορκῆσαι ἠπείγετο. κελεύει τοίνυν ὁ Παλαιολόγος ἄνωθεν πυθέ- [*](Ρ. 104) σθαι, ὅτου χάριν παραγέγονεν. ὁ δέ φησιν “ὥστε τὸν τῆς [*](V. 84) βασιλείας ἔξωσθέτα Μιχαὴλ τὸν ἐμὸν κηδεστὴν εἰς τὴν ἰδίαν τιμὴν αὖθις ἀποκαταστῆσαι καὶ τὰς εἰς αὐτὸν γεγονυίας ὔβρεις ἐπε·ξελθεῖν καί τὸ ὅλον ἐκδικῆσαι αὐτόν." οἱ δέ φασι πρὸς αὐτόν, ὡς “εἰ τὸν Μιχαὴλ θεασάμενοι γνωρίσομεν προσκυνήσομέν τε εὐθὺς αὐτὸν καἰ τὴν πόλιν παραδῶμεν.’ ταῦτα ἀκούσας ὁ Ῥομπέρτος προστάσσει εὐθὺς τὸν Μιχαὴλ
[*](2. τοῦ om. CG. τε : δὲ G. πανταχοῦ CG. 5. ante τοῦ excidit διὰ. 7. καὶ τὰς καλύβας — πολλαπλασιαζομένας add. P in margine. καθεκάστην om. CG. 10. τῷ : τὸ G. 12. διεκκρυκεύετο P. 17. ἐξωθέντα A. 18. τιμὴν om. A.)λαμπρῶς ἀμφιασθέντα ὑποδειχθῆναι τοῖς τῆς πόλεως οἰκήτορσιν. ἀπαγαγόντες δὲ τὸν τοιοῦτον μετὰ λαμπρᾶς προπομπῆς, [*](Β) παντοίοις ὀργάνοις μουσικοῖς καὶ κυμβάλοις κατακτυπούμενον ὑποδεικνύουσιν. ἅμα δὲ τῷ τοῦτον θεάσασθαι , ἄνωθεν μυρίαις ὕβρεσιν ἔπλυνον, μὴ ἐπιγινώσκειν αὐτὸν ὅλως διισχυριζόμενοι. ὁ δὲ Ῥομπέρτος παρ’ οὐδὲν ταῦτα θέμενος , τοῦ προκειμένου ἔργου εἴχετο. έν ὅσῳ δὲ ταῦτα οἱ τε ἐντός, οἵ τε ἐκτὸς πρὸς ἀλλήλους ἔλεγον , ἄφνω τῆς πόλεως ἐκπηδήσαντές τινες μετὰ τῶν Λατίνων συναίρουσι πόλεμον, καὶ μερικῶς αὐτοὺς καταβλάψαντες αὖθις εἰσῆλθον εἰς τὸ Δυρράχιον. περὶ δέ γε τοῦ συνεφεπομένου μοναχοῦ τῷ Ῥομπέρτῳ διαφόρου γνώμης ἦσαν οἱ πλείους. οἱ μὲν διεκήρυττον τὸ [*](C) οἰνοχόον λέγοντες εἶναι Μιχαὴλ βασιλέως τοῦ Δούκα , οἱ δὲ αὐτὸν ἐκεῖνον διεβεβαιοῦντο τὸν αὐτοκράτορα Μιχαὴλ τὸ τοῦ βαρβάρου συμπένθερον , δι’ ὃν καὶ τὸν πολὺν ανείλετο πόλεμον, ὥς φασιν · ἔνιοι δὲ διενίσταντο ἀκριβῶς εἶδέ ὅτι σκῆψις ἦν τὸ ὅλον τοῦ Ῥομπέρτου. οὐ γὰρ αὐτόμολος εἰς αὐτὸν ἐκεῖνος ἐληλύθει, ἀλλ’ ἐπεὶ ἀπὸ ἐσχάτης πενίας καὶ τύχης ἀφανοῦς διὰ δραστηριότητα φύσεως καὶ φρονήματι ὄγκον πασῶν τῶν κατὰ τὴν Λογγιβαρδίαν πόλεων καὶ χωρῶν καὶ αὐτῆς τῆς Ἀπουληΐας ἐγκρατὴς γεγονὼς κύριον ἑαυτὸν κατέστησεν ὡς ὁ λόγος ἄνωθεν φθάσας ἱστόρησε, μετ᾿ οὐ
[*](1. ἀμφιασθῆναι καὶ CG. 2. καὶ ἀπαγαγόντες τοῦτον Α. τὸ τοιοῦτον C et in margine P, τοῦτον PGA. vid. annotat. πομπῆς A. 4. ὑποδείκνυσιν G. μυρίοις C. 5. ἐπέπλυνον CG. 7. ἐντὸς καὶ ἐκτὸς CA. 8. διέλεγον Α. 11. τοῦ om. G. 18. ἐκεῖνον CG. 19. τῆς φύσεως G. 22. ὁ om. G.)πολὺ εἰς ἔφεσιν πλειόνων ἐλθών, ὁποία ταῖς ἀκορέστοις ἐγγί- [*](D) γνεσθαι εἴωθε ψυχαῖς, τῶν κατὰ τὸ Ἰλλυρικὸν διακειμένων πόλεων δεῖν ἔγνω ἀποπειρᾶσθαι καὶ οὔτως, εἰ εὔοδα αὐτῶ τὰ πράγματα γένοιτο, τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι. κω γὰρ πᾶς φιλοχρήματος, ἐπειδὰν ἀρχῆς δράξοιτο γαγγραίνης [*](P. 105) οὐδὲν διενήνοχεν, ἥτις ἐπειδὰν σώματος ἐπιλάβοιτο, οὐδαμῶς ἵσταται, μέχρις ἂν τὸ ὅλον διαπορευομένη λυμήνηται.
Ὁ δὲ αὐτοκράτωρ πάντα διὰ γραμμάτων τοῦ Παλαιολόγου ἀναδιδαχθείς, καὶ ὅτι κατὰ τὸν Ἰούνιον μῆνα διαο περάσας ὡς ὁ λόγος φθάσας ἐδήλωσε,) καὶ τοσούτω κλύδωνι καὶ ναυαγίῳ κατασχεθεὶς καὶ οἵᾳ θεομηνίᾳ περιπεσών, οὐχ ὑπεστάλη, ἀλλὰ τὸν Αὐλῶνα μετὰ τῶν δὺν αὐτῶ συνελθόντων ἐξ ἐφόδου κατέσχε, καὶ ὅπως αὖθις ἁπανταχόθεν ἀπειροπληθεῖς δυνάμεις ἐς αὐτὸν συρρέουσι νιφάσιν ἐοικυῖαι χειμερίῃσι, καὶ οἱ κουφότεροι τὸν ψευδώνυμον ἐπ’ ἀληθείας [*](Β) Μιχαὴλ εἶναι τὸν βασιλέα πιστεύοντες προσέρχονται τῷ Ῥομπέρτῳ, [*](V. 85) ἐδεδίει πρὸς τὸ τῆς ὑποθέσεως ἀποβλέπων μέγεθος. ναὶ τὰς ὑπ᾿ αὐτὸν δυνάμις μηδὲ τὸ πολλοστὸν τῶν τοῦ Ῥομπέρτου σωζούσας κατανοῶν , δέον ἔκρινεν ἐκ τῆς ἑῴας τοὺς Τούρκους μετακαλέσασθαι , καὶ τηνικαῦτα περὶ τούτου δηλοῖ τῷ σουλτάνῳ. ἀλλὰ καὶ τοὺς Βενετίκους προσκαλεῖται δι’ ὑποσχέσεων κω δώρων , ἀφ’ ὦν, ὥς φασι, καὶ τὸ βένετον
[*](2. εἴωθε γίγνεσθαι G, εἴωθε γίνεσθαι C. τὸ om. G. κατὰ οὐδὲν C. 8. αὐτοκράτωρ : βασιλεὺς Α. γραμμάτων: γραφῶν Α. 9. ἀναδιδαχθεὶς : ἀναμαθὼν A. 16. τὸν βασιλέα εἰναι Α. 19. τοὺς add. Α. 21. σουλτὰν G.)χρῶμα ἐν ταῖς ἱππικαῖς ἁμίλλαις Ῥωμαίοις ἐξεύρηται, ) τὰ μὲν ἐπαγγειλάμενος, τὰ δὲ καὶ προτείνων ἤδη, εἰ μόνον θελήσαιεν [*](C) τὸ ναυτικὸν ἁπάσης τῆς χώρας αὐτῶν ἐξοπλίσαι καὶ τάχιον εἰς τὸ Δυρράχιον καταλαβεῖν, ἐφ’ ᾦ τοῦτο μὶν φυλάξαι, μέτα δὲ τοῦ στόλου τοῦ Ῥομπέρτου καρτερὸν συστήσασθαι πόλεμον. καὶ εἰ κατὰ τὰ διαμηνυθέντα αὐτοῖς ποιήσαιεν, εἴτε θεοῦ ἐπαρήγοντος τὴν νικῶσαν σχοῖεν , εἴτε ὁποῖα συμβαίνειν εἴωθεν,) ἡττηθεῖεν , ἐκεῖνα αὐτὰ λήψονται κατὰ τὰ ὑπεσχημένα, ὥπερ εἰ κατὰ κράτος ἐνίκησαν. ἀλλὰ καὶ ὁπόσα τῶν θελημάτων αὐτῶν μὴ ἐπισφαλῆ τῇ τῶν Ῥωμαίων ἀρχῇ εἶεν , ἀποπληρωθήσονται διὰ χρυσοβούλλων λόγων ἐμπεδωθέντα. οἱ δὲ τούτων ἀκούσαντες πάντα ὅσαπερ ἤθελον αὐθις [*](D) διὰ πρέσβεων ἐξαιτησάμενοι , τὰς ὑποσχέσεις βεβαίας λαμβάνουσι. τηνικαῦτα τοίνυν στόλον εὐτρεπίσαντες διὰ παντοίου εἴδους πλοίων , τὸν πρὸς Δυρράχιον ἀπόπλουν ἐποιοῦντο σὺν εὐταξίᾳ πολλῇ. καὶ πολλοὺς κελεύθους διανη·ξάμενοι, κατέλαβον τὸ ἐπ’ ὀνόματι τῆς ὑπεραμώμου θεοτόκου πάλαι ἀνοικοδομηθὲν τέμενος εἰς τόπον Παλλία καλούμενον ἀπέχοντα τῆς παρεμβολῆς τοῦ Ῥομπέρτου, ἔξωθεν τοῦ Δυρραχίου κειμένης, ὡσεὶ σταδίους ὀκτωκαίδεκα. θεασάμενοι δὲ τὸ ναυτικὸν [*](P. 106) τοῦ Ῥομπέρτου ἐκεῖθεν τῆς πόλεως Δυρραχίου
[*](1. ἁμίλλαις om. Α. Ῥωμαίων G. 4. εἰς om. G. 6. διαμηνυθέντα C, μηνυθέντα PG. 11. ἀποπληρωθήσεται C, ἀποπληρώσονται G, ἀποπληρωσήσονται A, 14. τοίνυν A et in margine γοῦν PG. 15. πλοίων πρὸς τὸ Δυρράχιον Α. 16. πολλοὺς: lege πελάγους. vid. anuotat. 17. ὑπεραμώμου: ὑπερα- γίας Α. 20. σταδίοις G. δὲ : καὶ G, om. Α.)εἴδει πολεμικῶν ὀργάνων περιπεφραγμένον, ἀπεδειλίασαν πρὸς τὸν πόλεμον. μεμαθηκὼς δὲ τὴν τούτων ἔλευσιν ὁ Ῥομπέρτος, πέμπει τον υιον αὐτου Βαιμουντον πρὸς αὐτοὺς μετὰ στόλου, μηνύων εὐφημῆσαι τὸν βασιλέα Μιιχαὴλ καὶ αὐτὸν τὸν Ῥαμπέρτον. οἱ δὲ εἰς νέωτα τὴν εὐφημίαν ἀνήρτων. ἑσπέρας δὲ καταλαβούσης, ἐπεὶ οὐκ ἐνῆν αὐτοῖς ταῖς ἀκταῖς προσπελάσαι, νηνεμίας οὔσης, συναρτήσαντες τὰ μείζονα τῶν πλοίων καλωδίοις τε δεσμήσαντες καὶ τὸν λεγόμενον πελαγολιμένα συναπαρτίσαντες, πύργους τε ξυλίνους ἐν τοῖς ἰστοῖς αὐτῶν οἰκοδομήσαντες, διὰ καλωδίων ἀνήγαγον ἐν αὐτοῖς [*](Β) τὰ ἑκάστῳ αὐτῶν συνεφεπόμενα μικρὰ ἀκάτια. ἐντὸς δὲ τἄν τοιούτων ἄνδρας ἐνόπλους εἰσαγαγόντες , ξύλα τε παχύτατα εἰς μέρη διατεμόντες, οὐκ εἰς πλεῖον πήχεως ἑνός , σιδηρέους ἥλους ἀυτῶν ἐμπήξαντες ἐν αὐτοῖς, τὴν τοῦ Φραγγικοῦ στόλου ἐξεδέχοντο ἔλευσιν. ἡμέρας δὲ ἤδη αὐγαζούσης , καταλαμβάνει ὁ Βαϊμοῦντος τὴν εὐφημίαν ἐξαιτούμενος. τῶν δὲ εἰς τὸν πώγωνα αὐτοῦ ἐφυβρισάντων, τοῦτο ὁ Βαϊμοῦντος μὴ ἐνεγκών, αὐτὸς πρῶτος κατ’ αὐτῶν ἐξορμήσας , τοῖς μεγί- [*](V. 86) στοις τῶν αὐτῶν πλοίων προσεπέλασεν, εἰτα καὶ ὁ λοιπὸς [*](C) στόλος. καρτεροῦ δὲ πολέμου συρραγέντος, ἔπει ὁ Βαϊμοῦντος καρτρώτερον αὐτοῖς ἐπεμάχετο, ἕν τῶν εἰρημένων ξύλωρ
[*](3. Βαϊμοῦνδον G A hic et infra. 5. ἀνήργουν A. 6. ἐνῆν : ἧν Α. 7. οὐκ οὐσης coni. Hoescliol. vid. annotal. συναρτίσαντες A. 10. ἱστίοις libri, correxit Wilken. Hist. Comn. p. πήξαντες 12. τῶν τοιούτν: τούτων G. 13. πήχεος GA 14. πήξαντες G. 16. αἰτούμενος A. 21 καρτερώτατον Α ἀπεμάχετο Α.)ἄνωθεν ῥίψαντες, εὐθὺς διέτρησαν τὴν ναῦν, ἐν ᾗ ὁ Βαϊμοῦντος ἐτύγχανεν ὤν. ὡς δὲ ἀναρροιβδήσαντος τοῦ ὕδατος καταποντίζεσθαι ἔμελλεν , οἱ μὲν ἐξερχόμενοι τῆς νεῶς, ἔξ οὗπερ ἔφυγον , εἰς τοῦτ’ αὐτὸ ἐνέπιπτον καὶ ἐβυθίζοντο , οἱ δὲ μετὰ τῶν Βενετίκων μαχόμενοι ἀνῃρέθησαν· ἐκεῖνος δὲ εἰς κίνδυνον ἤδη ἐληλακώς, εἰς έν τῶν αὐτοῦ πλοίων εἰσπηδήσας, εἰσεῖσιν. ἐπὶ πλέον δὲ θαρρήσαντες οἱ Βενέτικοι καὶ [*](D) τὴν κατ’ αὐτῶν μάχην θαρραλεώτερον συνάψαντες καὶ τελείως κατατροπωσάμενοι τούτους, ἐδίωξαν ἄχρι τῆς τοῦ Ῥομπέρτου σκηνῆς. ἅμα δὲ τῷ τῇ χέρσῳ πελάσαι , εἰσπηδήσαν- τες ἄλλον πόλεμον μετὰ τοῦ Ῥομπέρτου συνάπτουσι. τούτους θεασάμενος ὁ Παλαιολόγος, ἐξελθὼν καὶ αὐτὸς ἀπὸ τοῦ κάστρου Δυρραχίου μαχόμενος ἥν μετ᾿ αὐτῶν. καρτεροῦ γοῦν γεγονότος πολέμου καὶ μέχρι τῆς Ῥομπέρτου παρεμβολῆς φθάσαντος, ἐκεῖθεν ταύτης πολλοὶ ἐδιώχθησαν, πολλοὶ δὲ καὶ παρανάλωμα ξιφῶν γεγόνασιν. οἱ δὲ Βενέτικοι λείαν πολλὴν ἀφελόμενοι, εἰς τὰ ἴδια πλοῖα παλινοστήσαντες εἰσῄεσαν [*](P. 107) ὁ δὲ Παλαιολόγος εἰς τὸ κάστρον αὖθις εἴσεισιν. ἡμέρας γοῦν τινὰς οἱ Βενέτικοι διαναπαυσάμενοι , ἀποστέλλουσι πρὸς τὸν βασιλέα πρέσβεις διαμηνύοντες τὰ γεγονότα. ὁ δὲ φιλοφρονησάμενος αὐτούς, ὡς εἰκός, καὶ μυρίων εὐεργεσιῶν ἀξιώσας ἀπέλυσεν, ἀποστείλας μετ’ αὐτῶν χρήματα ἱκανὰ πρός τε τὸν δσῦκα Βενετίας καὶ τοὺς ὑπ’ αὐτὸν ἄρχοντας.
[*](3. ἔμελλεν Α, ἔμελλον PG, 4. οὑπερ CA , ἧσπερ P , ᾐπερ G. τοῦτο αὐτὸ Α. 5. ἀνῄρουντο Α. 6, ἐληλαχηκὼς G. 18. αὖθις A, εὐθὺς PG. 22. στείλας Α.)Ὁ δὲ Ῥομπέρτος μαχιμώτατος ὤν, δεῖν ἔγνω μὴ ἀφίστασθαι τοῦ πολέμου, ἀλλὰ καρτερῶς μάχεσθαι. χειμῶνος δὲ ὄντος οὐκ ἦν αὐτῷ τὰ πλοῖα εἰς τὴν θάλασσαν καθελκύσαι· ἀπεῖργε δὲ καὶ τοὺς ἀπὸ Λογγιβαρδίας ἐρχομενους [*](Β) καὶ τοὺς τά πρὸς χρείαν αὐτῷ ἐκεῖθεν κομίζοντας ὅ τε Ῥωμαϊκὸς καὶ ὁ τῶν Βενετίκων στόλος, τὸν ἀναμεταξὺ πορθμὸν ἐπιμελῶς τηροῦντες. ὡς δὲ τὸ ἔαρ ἤδη παρῆν καὶ ὁ θαλάτ- τιος κλύδων ἐπέπαυτο, πρῶτον μὲν οἱ Βενέτικοι λύσαντες τὰ πρυμνήσια κάτα τοῦ Ῥομπέρτου ἐξώρμησαν· ἐχομένως δὲ οτούτοις ὁ Μαύριξ μετὰ τοῦ Ῥωμαϊκοῦ ἀπέπλευσε στόλου. καὶ συναίρεται πόλεμος ἐντεῦθεν βαρύτατος, καὶ οἱ τοῦ Ῥομπέρτου τὰ νῶτα διδόασιν. εἶτα δεῖν ἔγνω ὁ Ῥομπέρτος ἅπαντα τὸν αὐτοῦ στόλον ἑλκύσαι εἰς τὴν χέρσον. οἱ δὲ νησιῶται καὶ τὰ παρὰ θάλατταν τῆς ἡπείρου πολίχνια καὶ ὁπόσοι ἄλλοι [*](C) φόρους παρεῖχον τῷ Ῥομπέρτῳ, τεθαρρηκότες διὰ τὰ συμπεσόντα αὐτῷ, οὐχ ἑτοίμως τὰ ἐπιτεθέντα βάρη ἐδίδουν, τὴν αὐτοῦ κατὰ θάλατταν μαθόντες ἧτταν. δεῖν οὖν οὖν ἔγνω πλείονι περιεργίᾳ πολέμου χρήσασθαι καὶ διά τε καὶ ἡπείρου μάχεσθαι. ἐπεὶ δὲ οὐκ ἐνῆν τὰ κατὰ γνώμην εἰς ἔργον προάγειν, δεδιὼς τὸ ναυάγιον, ἀνέμων μεγάλων τηνικαῦτα πνεόντων, ἐγκαρτερήσας ἔπι δυσί μησὶ πρὸς τὸν
[*](3. οὐκ ἑ . . . . . . πλοῖα A an ἐνῆν? 7. τὸ om. G. 10. μάβριξ A. μετὰ Α, κατὰ PG. τοῦ om. A. 12. διδόασι καὶ περὶ τὸν γλυκὺν ποταμὸν ηὐλίσαντο. ἐπεὶ δὲ καἰ οἱ ἐκ τοῦ δυῤῥαχίου ἀπεῖργον χορταγωγίας χάριν Α. 20. προάγειν C, ἄγειν PG. 2. μησὶ δυσὶ G.)λιμένα τῆς Ἱεριχὼ ηὐτρεπίζετο, βουλόμενος ἀπό τε τῆς θα- [*](D) λάττης καὶ τῆς ἠπείρου μάχεσθαι, καὶ τὰ τῆς μάχης ἐξήρτυεν. [*](V. 87) ὁ δὲ στόλος ὅ τε Βενέτικος καὶ ὁ Ῥωμαϊκός, ὡς ἐνόν, τὸν πορθμὸν ἐτήρει, καὶ ὁπηνίκα μικρὸν ἡ θάλασσα τοῖς βουλομένοις πλεῖν νῶτα ὑπεῖχε, τοὺς ἔκειρεν πρὸς τὸν Ῥομπέρτον ἐπιχειροῦντας διαπερᾷν ἀπεῖργεν. ὡς δὲ οὐδ᾿ ἄπο τῆς ἠπείρου ῥοῦ ῥᾳδίως ἐνῆν τὰ πρὸς χρείαν κομίζεσθαι περὶ τὸν Γλυκὺν ποταμὸν αὐλιζομένοις αὐτοῖς, τῶν ἐκ τοῦ Δυρραχίου ἀπειργόντων τοὺς χορταγωγίας χάριν ἢ συγκομιδῆς ἑτέρῳ [*](P. 108) ἐξιόντας τῆς τοῦ Ῥομπέρτου ταφρείας, λιμώττειν ἐντεῦθεν τούτοις συνέβαινεν ἀλλὰ καὶ τὸ ἄηθες τοῦ τόπου μεγάλως αὐτοὺς ἐλυμαίνετο. διὰ παραδρομῆς τοίνυν μηνῶν τριῶν ὡς λέγεται, φθορὰ γέγονεν ἀνδρῶν εἰς χιλιάδας δέκα συμποσουμένων. ἡ δὲ νόσος αὕτη καὶ τὰς μετὰ τοῦ Ῥομπέρτου ἱππικὰς δυνάμεις καταλαβοῦσα, πολλοὺς διέφθειρεν. ἀπὸ μὲν γὰρ τῶν ἱππέων κόμητες καὶ λογάδες ἀλκιμώτατοι ἄνδρες μέχρι τῶν πεντακοσίων νόσου καὶ λιμοῦ παρανάλωμα γεγόνασι, τῆς δὲ χθαμαλωτέρας τύχης ἱππεὶς ἀναρίθμητοι. τῶν δὲ πλοίων αὐτοῦ εἰς τὸν Γλυκὺν ἐνορμισθέν- [*](Β) των ποταμόν, ὡς εἴρηται, τούτου ὀλιγωθέντος διὰ τὴν ἀνυδρίαν, ἤδη μετὰ τὸν χειμῶνα καἰ τὸ ἐπιγεγονὸς ἔαρ τοῦ
[*](3. τε om. CG. 6. διαπερᾷν ἀπεῖργεν δὲ P, διαπερᾷν. δὲ G, recte C. 7. περὶ: πρὸς CG. 9. συγκομιδῆς καὶ τέρας χρείας ἐξιόντας Α. 10. τοῦ om. Α. ταφρίας A. 12. τριῶν μηνῶν A. 13. ποσουμένων CAG. 15. πολλὰς A. 16. μὶν om. A. 19. τὸ δὲ πλοῖον αὐτῶν A. Γλυκὴν P. ἐνορμισθέντες A. 21. μετὰ τὸν — ὁπόσον ταῖς om. CG.)ρέους θερμότερον ἐπιβάλλοντος, καἰ μηδ’ ὁπόσον ταῖς χαράδραις εἴωθε καταρρεῖν ὕδωρ ἔχοντος, ἐν ἀμηχανίᾳ ἠν, μὴ δυνάμενος αὖθις αὐτὰ εἰς τὴν θάλασσαν ἑλκύσαι. ἀλλ’ οἶα μηχανικώτατος ὢν καὶ βαθύνους ἀνήρ, πασσάλους ἑκατέρωθεν ἐκέλευε πήγνυσθαι τοῦ ποταμοῦ, παμμεγέθη δὲ τοὺτους διὰ λύγων πυκνῶν, εἶτα δένδρη παμμεγέθη κόπτοντας ῥιζόθεν ὄπισθεν αὐτῶν καταστρωννύειν, ψάμμον ἐπιπάττοντας ἄνωθεν, ὡς εἰς ἕνα τὸ ὕδωρ συλλείβεσθαι τόπον, ὥσπερ εἰς διώρυχα μίαν τὴν ἐκ τῶν πασσάλων γεγοο νυῖαν συναθροιζόμενον. καὶ κατὰ μικρὸν ἀναλιμνάζον τὸ [*](C) ὕδωρ τὴν κρηπῖδα πᾶσαν ἐπλήρου τοῦ ποταμοῦ καὶ εἰς βάθος ἀξιόλογον ἤρχετο, ἕως τὰς ναῦς ἀνεκούφισε καἰ τὰς τέως ἐρηρεισμένας νῆας τῇ γῇ ἀνέσχε τε καὶ ἀκρόπλους ἐποίησε. καὶ τὸ ἀπὸ τοῦδε εὐπλοΐας ἐπιδραξάμενα τὰ πλοῖα, εὐκόλως πρὸς τὴν θάλασσαν εἱλκύσθησαν.
Μεμαθηκὼς δὲ τὰ κατὰ τὸν Ῥομπέρτον ὁ αὐτοκράτωρ, παραχρῆμα διὰ γραφῆς τῷ Πακουριανῷ τὴν αὐτοῦ ἀκάθεκτον ὁρμὴν παρίστησι καὶ ὅπως τὸν Αὐλῶνα κατέλαβε, μὴ πεφροντικὼς ὅλως τῶν συμπεσόντων αὐτῷ δεινῶν κατ’ ἤπειρόν [*](D) τε καὶ θάλατταν μήτε τῆς ἥττης ἐκείνης, ἣν ἐκ πρώτης, ὅ φασιν, ἀφετηρίας ἐπεπόνθει· καὶ ὡς χρὴ μὴ μέλλειν, ἀλλὰ θᾶττον τἀς δυνάμεις ἐπισυναγαγόντα ἑνωθῆναί
[*](6. δένδρα Α. 7. ὄπισθεν — τόπον om. CG. 9. post γεγονυῖαν add. G ὡς εἰς ἵνα τὸ ὕδωρ συλλείβεσθαι τόπον. 13. νῆας om. A. 14. εὐπλοίας Α. 16. τὸν add. CA. 18. κατελάβετο G. 19. αὐτῷ add. CG. 20. τῆς om. G.)οἱ. ταῦτα μὲν οὖν πρὸς τὸν Πακουριανόν. αὐτὸς δὲ παραυτίκα ἔξεισι τῆς Κωνσταντίνου εἰς μῆνα Αὔγουστον τῆς τεταρ- [*](P. 109) της ἐπινεμήσεως, τὸν Ἰσαάκιον εἰς τὴν μεγαλόπολιν κατλιπών, ἐφ’ ᾧ τὰ κάτα τὴν πόλιν ἑδράζεσθαι, καὶ εἴπου τινὲς λόγοι ἀπᾴδοντες ἐξ ἐχθρῶν ἐξακούοιντο, ὁποῖα εἴωθεν, αὐτον διασκεδάζειν τε καὶ φρουρεῖν τὰ βασίλεια καἰ τὴν πό- [*](V. 88) λιν, ἅμα καἰ τὸ τῶν γυναικῶν φιλοπενθὲς ἀνακτώμενον τὸ δέ γε εἰς τὴν μητέρα ἧκον, οὐδεμιᾶς, ὡς οἶμαι, βοηθείας ἐδεῖτο, ῥωμαλαιοτάτης καθισταμένης ἐκείνης καὶ ἄλλως μεταχειρίζεσθαι τὰ πράγματα δεξιωτάτης. τοιγαροῦν τὸ γράμμα ὁ Πακουριανὸς ἀνελίξας, τηνικαῦτα ὑποστράτηγον προχειρίζεται Νικόλαον τὸν Βρανᾶν, ἄνδρα γενναῖον καὶ πολλὴν ἐμ- [*](Β) πειρίαν ἔχοντα περὶ τὰ πολεμικά· ὁ δὲ μετὰ τοῦ ὁπλιτικοῦ παντὸς καὶ τῶν μείζονος τύχης τῆς Ὀρεστιάδος σπουδαίως ἔξεισιν, ἑνωθῆναι τῷ βασιλεῖ ἐπειγόμενος. ἐφθακὼς δὲ καἰ ὁ αὐτοκράτωρ εὐθὺς εἰς πολέμου σχῆμα τὸ ὁπλιτικὸν ἅπαν κατέστησεν, ἡγεμόνας τῶν λογάδων ἐπιστήσας ἄνδρας γενναιοτάτους, παρακελευσάμενος οὕτω τῆς ὁδοιπορίας ἔχεσθαι, οὑπερ ὁ τόπος αὐτοῖς τοῦτο δίδωσιν, ἵνα τὸ σχῆμα τῆς παρατάξεως διαγνόντες καὶ τὸν ἔδιον ἕκαστος γνωρίσας τόπον, ἐν τῷ καιρῷ τῆς μάχης ἀσύγχυτοι μένωσι, καὶ μὴ ῥαδίως μεταφέροιντο καὶ ὡς ἔτυχεν. ἐξῆρχε μὲν οὖν τοῦ τῶν ἐἐξκου-
[*](1. παραυτίκα CA, αὐτίκα PG. 3. τετάρτης ἐπινεμήσεως . καὶ τὰ ταγματα συναθροίσας καὶ καταστήσας, πανστρατὶ κάτα τοῦ ῥομπέρτου ἐξώρμησε A. 5. ἐπᾴδοντες CG. ἐπακούοιντο G. 7. ἄμα δὲ καὶ G. 9. lege ῥωμαλεωτάτης. 18. παρακελευόμενος CG. 22, ἐξουβιτῶν libri, correxit Ducaug, Gloss. Ι. p. 404.)βίτων τάγματος Κωνσταντῖνος ὁ Ὦπος, τῶν Μακεδόνων ὁ [*](C) - Ἀντίοχος, τῶν Θετταλῶν δὲ Ἀλέξανδρος ὁ Καβασίλας, ὁ δέ γε Τατίκιος καὶ μέγας τῷ τότε πριμικήριος τῶν περὶ τὴν Ἀχριδὼ οἰκούντων Γούρκων ἡγεμόνευε, γενναιότατος ὢν καὶ ἀκατάπληκτος ἐν μάχαις, οὐκ ἐλευθέρας μὲν ὢν τύχης ἐκ προγόνων· καὶ γὰρ ὁ πατὴρ αὐτοῦ Σαρακηνὸς ὢν ἐκ· προνομῆς περιῆλθε τῷ πρὸς πατρὸς ἐμῷ πάππῳ Ἰωάννῃ τῷ Κομνηνῷ. τῶν δέ γε Μανιχαίων πρὸς τοῖς ὀκτακοσίοις εἰς δισχιλίους ποσουμένων ἡγεμόνες ἦσαν ὁ Ξαντᾶς καὶ ὁ Κουλέων, τῆς αὐτῆς αἱρέσεως καὶ οὗτοι· ἄνδρες ἅπαντες οὗτοι μαχιμώτατοι καὶ αἵματος ἀπογεύσασθαι τῶν ἐχθρῶν καιροῦ καλοῦντος ἑτοιμότατοι, καὶ πρός γε ἔτι καὶ ἰταμοὶ καἰ ἀναίσχυντοι· [*](D) τῶν δέ γε οἰκειοτέρων αὐτῷ (βεστιαρίτας ἡ καλεῖ,) καὶ τῶν Φραγγικῶν ταγμάτων ὁ Πανουκωμίτης καὶ Κωνσταντῖνος ὁ Οὐμπερτόπουλος, ἐκ γένους τὴν ἐπωνυμίαν λαχών. οὕτως οὖν τὰ τάγματα καταστήσας, πανστρατὶ στρατὶ κατὰ τοῦ Ῥομπέρτου ἐξώρμησε. συναντήσας δέ τινι ἐκεῖθεν ἐξερχομένῳ, περὶ τῶν κατὰ τὸ Δυρράχιον πυθόμενος σαφέστερον ἐμεμαθήκει, ὅτι ὁ Ῥομπέτος κινήσας πάντα
[*](P. 110)[*](2. Θετταλῶν δὲ Ἀνδρόνικος ἡ Ἀλέξανδρος PG, Ἀνδρ. ἢ om. F, om. C. 3. τὴν FP, τῶν G. Ἀχριδὼ FC, Ἀχριδῶν PO 5. μὲν: δὲ τας teru(??) καῶν τῆς F. 15. Ουμπερτοπολος PG, recte C. 16. λαβων PG, λαχὼν FC. 18. ἐρχομένῳ A. 19. μεμαθήκει A. νικήσας PG, κινήσας FA et lu margiue Ρ.)τὰ πρὸς τειχομαχίαν ἐπιτήδεια ὄργανα τοῖς τείχεσι προσεπέλασεν. ὁ δὲ Παλαιολόγος Γεώργιος διὰ πάσης νυκτὸς καὶ ἡμέρας πρὸς τὰς ἔξωθεν ἐλεπόλεις καἰ τὰ μηχανήματα ἀντικαθιστάμενος καὶ ἀπαγορεύσας ἤδη καὶ τὰς πύλας ἀναπετάσας καὶ ἐξελθὼν μετ’ αὐτὸν καρτερὸν συνεστήσατο πόλεμον. καὶ καιρίως ἐν διαφόροις τοῦ σώματος τόποις ἐπλήγη, καὶ μᾶλλον περὶ τòν κρόταφον, βέλους διελθόντος. ὁ βιαζόμενος ἐξελεῖν καὶ μὴ δυνηθεὶς, μετακαλεσάμενός τινα τῶν ἐμπείρων, περιεῖλε τὰ ἄκρα, τόν τε στύρακά φημι καὶ οὑ [*](B) τὸ βέλος πτερύσσεται, τὸ δ’ ἐπίλοιπον μέρος τῷ τόπῳ τῆς πληγῆς ἐναπέμεινε. δεσμήσας δὲ τὴν κεφαλήν ὡς ὁ καιρὸς ἐνεδίδου, αὖθις ἐς μέσους τοὺς ἐναντίους ἑαυτὸν ὠθήσας, μαχόμενος μέχρι δείλης ἑσπέρας ἀκλόνητος ἕστατο. ταῦτα ἀκηκοὼς ὁ βασιλεὺς καὶ διαγνοὺς ἀρωγῆς ταχείας τοῦτον δεῖσθαι, ἐπέτεινε τὴν ὁδοιπορίαν. καταλαβὼν δὲ τὴν Θεσσαλονικήν, διὰ πολλῶν ἐπὶ πλέον τὰ κατὰ τὸν Ῥομπέτον ἐβε- [*](V. 89) βαιοῦτο. καὶ γὰρ ἕτοιμος ὢν ὁ Ῥομπέτος καὶ γενναίους μὲν παρετοιμάσας στρατιώτας, πολλὴν δὲ καὶ ὕλην κατὰ τὴν πεδιάδα συναθροίσας τοῦ Δυρραχίου, τὴν παρεμβολὴν κατέ- [*](C) θετο ὡσεὶ τόξου βολὴν τῶν τειχῶν τούτου ἀπέχουσαν· πολ-
[*](2. Γεώργιος om. Α. 3. τὰς: τὰ A. ἔξωθεν om. G. τὰ om. G. 4. ἤδη καὶ om. Α. 5. αὐτὸν P, αὐτῶν CG. lege αὐτοῦ. συνέστησε C, ἐνεστήσατο G. ἁ. μεταπεμψάμενος A. 11. δὲ: οὖν Α. 12. ἐδίδου CG, alteniin PA. καὶ αὖθις coni. Hoeschel. 15. ἐπέτεινε CA, ἐπιτείνει G, ἐπέτειγε P. 16. τὰ κάτα τὸν Ρομπ. ἐπὶ πλέον P, altero oriliae AG. 18. μὶν CG, μὴν P.)Λάς μέντοι ὦν ὑπ᾿ αὐτὸν δυνάμεις καὶ πέρι τὰ ἄρη καὶ τὰ τέμπη καὶ τοὺς βουνοὺς κατέθετο. ἀλλὰ καὶ τὴν τοῦ Παλαιολόγου ἐπιμέλειαν ἐκ πολλῶν κατεμάνθανε. ἤδη γὰρ ὁ Παλαιολόγος ἐμπρῆσαι διανοούμενος τὸν ἑτοιμασθέντα παρὰ Ῥομπέρτου μόσυνα, καὶ τοῖς τείχεσιν ἐπιθεὶς νάφθαν καὶ πίσσαν ἴω ξηρῶν ξύλων σχίδακας καὶ λιθοβόλα ὄργανα, τὴν τοῦ πολέμου συμβολὴν ἐκαραδόκει. προσδόκιμον δὲ τὸν Ῥομπέρτον ἔχων ἐς νέωτα, ὅν προφθάσας ἡτοίμασεν ἐντὸς ξύλινον πύργον κατευθὺ τοῦ ἔξωθεν ἐρχομένου πύργον καταστήσας δι’ ὅλης νυκτὸς δοκιμασίαν ἐπεποίητο τοῦ ἄνωθεν τούτου [*](D) δοκοῦ, ἒν προβάλλεσθαι ἔμελλον κατὰ τῶν θυρέτρων τοῦ μόσυνος τοῦ ἔξωθεν ἐνηνεγμένου, εἰ ῥᾷστά τε κινοῖτο καὶ ἀντιπρόσωπος ἀντιπίπτων ταῖς θύραις οὐκ εὐκόλως ἀνοίγνυσθαι ξυγχωρήσειεν. διαγνοὺς δὲ ὡς εὐπετῶς τὸ ξύλον ὐθεῖται καὶ εὐστοχήκει τοῦ πράγματος, ἀπεθάρρησεν ἤδη πρὸς τὸν ἐλπιζόμενον πόλεμον. τῇ μετ’ αὐτὴν δὲ σιδηροφορῆσαι κελεύσαντος τοῦ ῾Ρομπέρτου ἅπαντας καὶ ἐντὸς τοῦ πύργου τε καὶ ἱππεῖς ὁπλοφόρους ὡσεὶ πεντακοσίους εἰσαγα- [*](P. 111) γόντος, ἐπεὶ τῷ τείχει τοῦτον προσπελάσαντες ἤδη τὴν ἄνωθεν οὖσαν θύραν ἀναπεταννύειν ἠπείγοντο, ὡς γεφύρᾳ ταύτῃ χρησόμενοι πρὸς τὴν τοῦ κάστρου εἰσέλευσιν, ὁ Παλαιολόγος
[*](1. ὑπ᾿ : ἐπ᾿ G. καὶ περὶ τὰ τέμπη G. 6. πίδακας G. 7. συμπλοκὴν CG. 10. ἐξεπεποίητο G, 12. ἐνηγελμένου P. 15. ἡστοχήκει C. 16. τῇ: τὴν Α. 17. τοῦ ξυλίνου πύργου A. 19. ἐπεὶ Α, ἐπὶ PG. 20. ἀναπεταγύειν PG, recte CA. 21. χρησάμενοι CG. τὴν om. P. ἀντικάστρου C, ἀωτικάῥῥου G.)ἐντὸς τὸ παμμέγεθες ξύλον τηνικαῦτα ὤθησας δι’ ὧν φθάσας προκατεσκεύασε μηχανῶν καὶ ἀνδρῶν πολλῶν καὶ γενναίων, ἄπρακτον τὴν τοῦ ῾Ρομπέρτου μηχανὴν ἐποίησε, τοῦ τὸ παράπαν μὴ συγχωροῦντος ἀνεῳχθῆναι τὴν θύραν. εἶτα [*](Β) βάλλων τοὺς ἄνωθεν τοῦ πύργου ἱσταμένους Κελτοὺς συνεχῶς οὐκ ἀνίει· οἱ δὲ τὰς βολὰς μὴ φέροντες ἐκρύπτοντο. κελεύει τοίνυν ἐμπρησθῆναι τὸν πύργον καὶ οὔπω πᾶν εἴρητο ἔπος, καὶ εὐθὺς ἔργον ἡ τοῦ πύργου πυρκαϊὰ ἐγένετο. καὶ οἱ μὶν ἄνωθεν ἐκρημνίζοντο, οἱ δὲ κάτωθεν ἀνοίξαντες τὴν περιπέζιον τοῦ πύργου θύραν ἔφευγον. τούτους δὲ φεύγοντας γοντας ὁρῶν ὁ Παλαιολόγος, τηνικαῦτα γενναίους ἄνδρας ὁπλοφόρους ἐξάγει διὰ τῆς πυλίδος τοῦ κάστρου καὶ ἑτέρους μετὰ ἀξινῶν, ὡς ἂν δι᾿ ἀυτῶν ὁ ξύλινος πύργος ἀφανισθῇ. [*](C) καὶ οὐδὲ τούτου ἠστοχήκει, ἀλλὰ τοῦ πύργου τὰ μὲν ἄνωθεν ἐμπρήσας, τὰ δὲ κάτωθεν διά τινων λαξευτηρίων ὀργάνων ποδοκοπήσας τελείως ἠφάνισεν.
Ἐπεὶ δὲ ὁ ταῦτα διηγησόμενος ἔλεγεν, ὡς ὁ Ῥομπέρτος αὖθις ἕτερον κατασκευάζειν μόσυνα ἠπείγετο, παρόμοιον τῷ προκατασκευασθέντι, καὶ ἑλεπόλεις κατὰ τοῦ Δυρραχίου ἡτοίμαζε, διαγνοὺς ὁ βασιλεὺς ἀρωγῆς τοὺς έν τῶν Δυρραχίῳ ταχείας δεῖσθαι, καταστήσας τὰς ἰδίας δυνάμεις, [*](V. 90) τῆς πρὸς τὸ Δυρράχιον ὁδοῦ εἴχετο. καταλαβὼν οὖν ἐκεῖσε
[*](5. συνεχῶς om. Α. 8. καὶ om. A. ἔργον C, ἔργου P, ἔριον G, om. Α. 13. ξύλινος om. C. 14. τοῦ μὲν πύργου G. 15. κάτωθεν Α, κάτω PG. 17. ὁ CG, ὡς P 18. μόσυνον CG. ἠπείγετο P, ἐπεχείρει GG. 21. ταχείας C, ταχύ PG. 22. ἐκεῖθεν C.)καἰ τάφρον ποιήσας καὶ τὰ στρατεύματα καταθεὶς εἰς τὸν [*](D) λεγόμενον Χαρζάνην ποταμόν, εὐθὺς διὰ τινων ἀποστείλας ἠρώτα τὸν ῾Ρομπέρτον, ὅτου ὁ σκοός; ἐκεῖθεν ποταμόν ἔρχεται εἰς τὸ ἐπ᾿ ὀνόματι τοῦ ἐν ἱεράρχαις μεγίστου Νικολάου ἱδρυμένον τέμενος, τέσσαρας σταδίους τοῦ Δυρραχίου ἀπέχον, καὶ τὴν τοῦ τόπου διεσκοπεῖτο θέσιν, ὥστε τὸν ἐπικαιρότατον τόπον, ὅποι χρὴ τὰς φάλαγγας έν καιρῷ μάχης καταστήστασθαι, προκαταλαβεῖν. πεντεκαιδεκάτη δ’ ἥν τηνικαῦτα τοῦ Ὀκτωβρίου μηνός. αὐχὴν δὲ ἥν ἀπὸ Δαλματίας διήκων πρὸς θάλασσαν, ἀποτελευτῶν εἰς ἀχρωτήριόν τι ὅπερ οἶον χερρόνησός ἐστιν ἐν ᾦ καὶ τὸ [*](P. 112) ἤδη ῥηθὲν ᾠκοδόμηται τέμενος. ἠρέμα δὲ τὸ τοῦ αὐχένος πρανὲς συμβάλλον τῇ πεδιάδι πρὸς τὸ Δυρράχιον ἀπονενευκός, ἐξ εὐωνύμου μὲν τὴν θάλασσαν, δεξιόθεν δὲ ὄρος ὑψηλὸν καὶ ὑπερκείμενον ἔχει. ἐκεῖσε γοῦν τὸ ὁπλιτικὸν ἅπαν συναγαγὼν καὶ τὸν χάρακα πηξάμενος, τηνικαῦτα καὶ τὸν Παλαιολόγον μετεκαλεῖτο Γεώργιον. ὁ δὲ πεῖραν σχὼν τῶν τοιούτων ἐκ μακροῦ, μὴ συμφέρον τοῦτο λογιζόμενος, ἀνένευε τὴν ἐξέλευσιν, αὐτὸ τοῦτο πρὸς τὸν βασιλέα δηλώσας. ὡς 20 ὡς δ᾿ αὖθις ὁ βασιλεὺς ἐπιμελέστερον τοῦτον [*](B) φησιν “ἐμοὶ λίαν ὀλέθριον δοκεῖ πολιορκουμένου τοῦ κάστρου ἐξελθεῖν, καἰ εἰ μὴ τὸν δακτύλιον τῆς χειρὸς τῆς σῆς βασιλείας θεάσομαι, οὐκ ἐξελεύσομαι." ἀποσταλέντα δὲ τοῦτον
[*](5. ἱδρυμένον om. C. 7. τόπον om. G. 9. δὲ G. 10. πρὸς C, εἰς PG. 11. οἶον om. CG, 13. συμβάλλων P. 16. καὶ altorum om. GA. 18. ante ἀνένευε adcl. τηνικαῦτα A.)θεασάμενος, τηνικαῦτα φοιτᾷ πρὸς τὸν βασιλέα μετὰ πολεμικῶν μικῶν νηῶν. ὁ δὲ βασιλεὺς τοῦτον ἰδών τὰ κατὰ τὸν Ῥομπέρτον αὐτοῦ ἐπυνθάνετο. τούτου δὲ πάντα αὐτῷ διασαφήσαντος, ἠρώτα εἰ χρὴ τὸν μετ’ αὐτοῦ ἀποθαρρῆσαι πόλεμον. ὁ δὲ πρὸς τοῦτον ἀνένευε τέως. ἀλλὰ καί τινες τῶν περὶ τὰ [*](C) πολεμικὰ πεῖραν ἐκ μακροῦ χρόνου ἐσχηκότων ἐπιμελῶς τοῦτον ἐκώλυον, συμβουλευόμενοι καρτερῆσαι δι’ ἀκροβολισμῶν σπεῦσαι στενοχωρῆσαι τὸν ῾Ρομέρτον, μὴ τῶν ὑπ’ αὐτὸν χορταγωγίας χάριν ἢ προνομῆς τῆς ἰδίας παρεμβολῆς ἐξιέναι, τοῦτο δὲ καὶ τῷ Βοδίνῳ καἰ τοῖς Δαλμάταις καὶ τοῖς λοιποῖς ἀρχηγοῖς τῶν παρακειμένων χωρῶν παρακελεύσασθαι ρακελεύσασθαι ποιεῖν, διαβεβαιούμενοι, ὡς τοῦτον τὸν τρόπον ῥᾳδίως ὁ Ῥομπέρτος ἡττηθήσεται. οἱ δὲ πλείονες τῶν νεωτέρων τοῦ στρατοῦ τὸν πόλεμον προὐτρέποντο, καὶ πάν- [*](D) των μᾶλλον Κωνστάντιος ὁ Πορφυρογέννητος καὶ Νικηφόρος ὁ Συναδηνὸς καὶ ὁ τῶν Βαράγγων ἡγεμὼν Ναμπίτης καὶ αὐτοὶ οἱ τοῦ προβεβασιλευκότος Ῥωμανοῦ τοῦ Διογενοῦς υἱεῖς, ὅ τε Λέων καὶ ὁ Νικηφόρος. ἅμα δὲ καὶ οἱ πρὸς τὸν Ῥομ- [*](P. 113) πέρτον ἀποσταλέντες ἐπανεληλυθότες, τὰ ἐκείνου πρὸς τὸν [*](V. 91) βασιλέα ἀπεστομάτιζον· ὡς “ἐγὼ μέν" φησιν “οὐδαμῶς κατὰ τῆς σῆς βασιλείας ἐξελήλυθα, ἀλλ’ ἐκδικήσων μᾶλλον
[*](1. τηνικαῦτα om. A. 3. αὐτοῦ ἐπυνθ. G, αὐτῷ P, αὐτοῦ om. A. 4. αὐτῶν P, αὐτοῦ μετὰ τούτου G. 7. καρτερῆσαι om, A. lege καὶ δι’. 8. συγχωρούμενον CG. 9. τῶν om. GA, αὐτῶν G. 15. scribendum Tidetur Κωνσταντῖνος. vid. annotat. 16. ἀμπίτης A. 17. Ῥωμαίων CG. ὒ. κατὰ τῆς σῇς βασιλείας οὐδαμῶς A. μᾶλλον om. A.)τὴν γενομένην εἰς τὸν ἐμὸν συμπένθερον ἀδικίαν. εἰ δὲ σὺ τὴν μετ’ ἐμοῦ θέλεις εἰρήνην, ἀσπάζομαι τοῦτο κάγώ, μόνον εἰ καὶ αὐτὸς τὰ μετὰ τῶν ἐμῶν δηλωθέντα σοι πρέσβεων προθυμηθῇς ἀποπληρῶσαι." ἐπεὶ δὲ ἀδύνατα παντάπασιν ἐπεξήτει κω ἐπιβλαβῆ τῇ Ῥωμαίων ἀρχῇ, ὑπισχνούμενος ἅμα, εἰ τεύξεται τῶν πὰρ αὐτοῦ ζητουμένων, καὶ αὐτὴν τὴν Λογιβαρδίαν ὡς ἀπὸ τοῦ βασιλέως λογίσασθαι; καὶ βοηθεῖν ὁπηνίκα χρεία ἐστιν· τὰ δὲ σκῆψις ἦν, ἵνα δόξῃ δι’ ὦν μὲν [*](B) αἰτεῖται, αὐτὸς τὴν εἰρήνην θέλειν, ἀδύνατα δὲ λέγων καὶ μὴ τυγχάνων, τῆς μάχης ἀνθέ·ξεται, εἶτα τὴν τῆς μάχης αἰτίαν τῷ Βασιλεὶ Ῥωμαίων προστρίψειεν· διὰ τοῦτο οὐδὲ πρὸς συμβιβάσεις ἤθελον ἀπονεῦσαι. ἀτελέστατα γοῦν αἰτησάμενος καὶ μὴ τυχών, συγκαλεσάμενος πάντας τοὺς κόμητάς φησι πρὸς αὐτούς· “οἴδατε τὴν παρὰ τοῦ βασιλέως Νικηφόρου τοῦ Βοτανειάτου γεγονυῖαν ἀδικίαν εἰς τὸν ἐμὸν συμπένθερον, καὶ τὴν ἀτιμίαν ἣν ἡ ἐμὴ θυγάτηρ Ἑλένη ἐπεπόνθει τῆς βασιλείας σιλείας σὺν αὐτῷ ἐξωσθεῖσα. τοῦτο δὲ μὴ φέροντες, εἰς ἐκδίκησιν τούτων κατὰ τοῦ Βοτανειάτου τῆς χώρας ἡμῶν ἐξεληλύθειμεν· [*](C) ἐκείνου δὲ τῆς ἀρχῆς παραλυθέντος, νῦν πρὸς βασιλέα ἔχομεν νέον κὼ στρατιώτην γενναῖον. ὑπὲρ τὸν χρó-
[*](2. ἐμοῦ: αὐτοῦ C. τοῦτο νῦν G, νῦν τοῦτο C, νῦν om. PA. 4. δὲ οἱ P. παντάπασιν ἀδύνατα G. 9. αὐτὸς add. C et in margine P. 10. τὴν αἰτίαν τῆς μάχης G. 11. διὰ τοῦτο — ἀπονεῦσαι om. C. 12. ἤθελεν G. ἀτελέστατα A, ἀτέλεστα PG. 13. πάντας τοὺς κόμητας συγκαλεσάμενος PG, altero ordine Α. 15. Βοτανειάτου τοῦ Νικηφόρου PG, recte A. 17. ἐξωσθεῖσα AG, ἐξεωθεῖσα C, ἐξεωσθεῖσα P. 19. πρὸς om. G.)vov αὐτοῦ πείραν τῆς στρατιωτικῆς ἐπιστήμης ἐσχηκότα, καὶ οὐ χρὴ ὡς ἔτυχε τὸν μετ’ αὐτοῦ ἀναδέξασθαι πόλεμον. ὅπου γὰρ πολυαρχία, ἐκεῖ καὶ σύγχυσις, τῆς διαφόρου γνώμης τῶν πολλῶν ταύτην εἰσαγούσης. λοιπὸν χρὴ ἑνός τινος ἡμῶν τοὺς λοιποὺς ἐπακούειν, κἀκεῖνον μὲν τὴν ἔξ ἁπάντων βουλὴν ἐπιζητεῖν καὶ μὴ τοῖς οἰκείοις λογισμοῖς ἀπεεριμερίμνως χρᾶσθαι. καὶ ὡς ἔτυχέ, τοὺς δέ γε λοιποὺς τὸ δοκοῦν αὐτοῖς μετ’ εὐ- [*](D) θύτητος λέγειν πρὸς αὐτόν, ἑπομένους ἅμ. τῇ τοῦ προκριθέντος βουλῇ. καὶ ἰδοὺ ἐγὼ εἶς ἔξ ἁπάντων ἕτοιμος ὢν ὑπείκειν, ᾦ ἂν πάντες προκκρίνητε." πάντες οὖν τὴν βουλὴν ταύτην ἐπαινέσαντες καὶ καλῶς λέγειν τὸν Ῥομπέρτον φάμενοι, τηνικαῦτα αὐτῷ τῶν πρωτείων παρακεχωρήκασιν ἅπαντες εἰς τοῦτο ὁμογνωμονήσαντες. ὁ δὲ ἀκκιζόμενος οἷον ἀνε- [*](P. 114) βάλλετο τέως τὴν ἐγχείρησιν· οἱ δὲ μᾶλλον ἐπέκειντο τοῦτο αὐτὸν αἰτοῦντες. ὑπείξας οὖν τῷ φαινομένῳ ταῖς αὐτῶν παρακλήσεσι, κἄν τούτῳ ὠδίνων ἐκ μακροῦ, λόγους ἐκ λόγων περιέπλεκε, καὶ αἰτίας αἰτίαις συνείρων εὐφυῶς, εἰς ὅπερ ἱμείρετο, ἄκων ἐδόκει τοῖς μὴ εἰς νοῦν βάπτουσιν ἔρχεσθαι. λοιπόν φησι πρὸς αὐτούς· “ἀκούσατε τῆς ἐμῆς βουλῆς, κόμητες καὶ τὸ λοιπὸν τοῦ στρατοῦ. ἐπεὶ τὰς σφῶν πατρίδας καταλελοιπότες ἐνταυθοῖ παρεγενόμεθα, καὶ ἡ προκειμένη μά-
[*](2. μετ’: κὰτ Α. 4. τινος ἡμῶν: τῶν ἐφ᾿ ἡμῶν CG. τούς λοιποὺς om. P, 5. ὑπακούειν G. 7. ὡς ἔτυχε: ἀσυμβούλως CG. 10. πάντες: ταύτην οὖν τ. β. ἐπαινέσαντες CG. 13. ἀκιζόμενος C. 15. αὐτὸν: αὐτὸ CG. 16. τούτῳ: lege τοῦτο. vid. unnotat. 18. βάλλουσιν G.)χη πρὸς ἀνδρικώτατον βασιλέα ἐστιν καὶ αρτι μὲν [*](V. 92) τῆς βασιλείας οἴακας ἀναδεξάμενον, πολλοὺς δὲ πολέμους ἐπὶ [*](B) τῶν πρὸ αὐτοῦ βεβασιλευκότων νενικηκότα καὶ μεγίστους ἀποστάτας δορυαλώτους αὐτοῖς προσενηνοχότα, ὁλοψύχως χρὴ τῆς μάχης ἀνθέξεσθαι. καὶ εἰ τὴν νικῶσαν ἡμίν ἐπιψηφιεῖται θεὸς, οὐκέτι χρημάτων ἐν χρείᾳ ἐσόμεθα. χρὴ τοιγαροῦν τὰς μὲν σκευὰς ἁπάσας ἐμπρῆσαι, τὰς δὲ ὁλκάδας διατρήσαντας κατὰ τοῦ πελάγους ἀφεῖναι, καὶ οὕτω τὴν μετ’ αὐτοῦ ἀναδέξασθαι μάχην, ὡς τηνικαῦτα γεννηθέντας καὶ τεθνηξομένους." ἐπὶ τούτοις κατένευσαν ἅπαντες.
Ἀλλὰ τοιαῦτα μὲν τὰ τοῦ Ῥομπέρτου διανοήματα τε καὶ βουλεύματα· ἄλλα ταὐτὰ τοῦ αὐτοκράτορος ποικιλώτερά τε καὶ ὄξύτερα. συνεῖχον δ’ ὅμως οἱ δημαγωγοὶ ἄμφω [*](C) τὰ στρατεύματα, στρατηγίας καὶ δημαγωγίας πέρι βουλευόμενοι, νοι, ὅπως μετ’ ἐπιστήμης δημαγωγήσαιεν καὶ στρατεύσοιντο. καὶ ὁ μὲν αὐτοκράτωρ αἴφνης νυκτὸς ἐξ ἑκατέρου μέρους ἐπιπεσεῖν τῇ τοῦ Ῥομπέρτου παρεμβολῇ σκεπτόμενος, τὸ μὲν ἐθνικὸν ἅπαν στράτευμα ἀπὸ τοῦ ὄπισθεν μέρους ἐπέτρεψε προσβαλεῖν διὰ τῶν ἁλυκῶν διελθόντας, καὶ πλείονα τὴν ὁδοιπορίαν ἀναδέξασθαι αὐτοὺς διὰ τὸ ἀνύποπτον οὐκ ἀπηνήνα-
[*](1. βασιλέα C, βασιλέων PG. 5. ἀνθέξεσθαι CAG, ἀνθέξασθαι P. 6. ὁ θεὸς PG, θεὸς CA. 8. αὐτῷ P, αὐτοῦ CGA. 11. τὰ oni. G. 12, τε om. G. ἀλλ᾿ αὐτὰ G, ἄλλα ἄλλα οὑν τὰ A, ἀλλά δ᾿ αὐτὰ C. ἄλλα ἄλλα δ᾿ αῦ τὰ 14. πέρι oni. G. 15. καταστρατεύσοιντο G. 16. ἐπιπεσεῖν C, ἐπεισπεσεῖν GPA. 18. ἅπαν om. C. ὄπισθε Α. ἐΝέτρεψε Α, ἐπέτρεψεν PG. 19 προσβάλλειν τῷ Ῥομπέρτῳ A. ἁλικῶν AG. διελθὼν G.)το· αὐτὸς δὲ ἀπὸ τῶν ἔμπροσθεν, ὁπηνίκα πώη ἐφθακότας τοὺς ἀποσταλέντας, ἠβούλετο προσβαλεῖν τῷ ῾Ρομπέρτῳ. ὅς κενὰς τὰς σκηνὰς καταλιπὼν καὶ νυκτὸς διὰ τῆς γεφύρας διελη- [*](D) λυθώς, (ὀγδὸν δ᾿ ἦν πρὸς τῇ δεκάτη τοῦ παριππεύοντος μηνὸς Ὀκτωβρίου ἐπινεμήσεως πέμπτης,) τὸ παρὰ τὴν θάλατταν τὰν ἐπ᾿ ὀνόματι τοῦ μάρτυρος Θεοδώρου πάλαι ἀνοικοδομηθὲν τέμενος κατέλαβε μετὰ παντὸς τοῦ στρατεύματος. καὶ δι᾿ ὅλης νυκτὸς τὸ θεῖον ἔξευμενιζόμενοι, τῶν ἀχράντων καὶ θείων μυστηρίων μετελάμβανον. εἶτα τὰς ἰδίας καταστήσας φάλαγγας, τὴν μέσην εἶχε τοῦ συντάγματος χώραν, τὸ δέ γε [*](P. 115) πρὸς θάλατταν κέρας τῷ Ἀμικέτῃ ἐπέτρεψε κόμητι, (κόμης δὲ οὗτος τῶν ἐπιφανῶν, γενναῖος καὶ χεῖρα καἰ γνώμην,) θάτερον δὲ τῷ υἱῷ αὐτοῦ Βαϊμούντῳ, τὴν ἐπίκλησιν Σανίσκῳ. τούτων ὁ αὐτοκράτωρ αἰσθόμενος, δεινὸς ὢν τὸ συνοῖσον ἐν ὀξείᾳ εὑρηκέναι ῥοπῇ, μεθαρμοσάμενος ἑαυτὸν πρὸς τὸ συμπεσόν, αὐτοῦ που κατὰ τὸ πρανὲς παρὰ τὴν θάλασσαν τὰς παρατάξεις κατέστησε. καὶ διελὼν τὰ στρατεύματα, τοὺς μὲν ἐπὶ τὰς σκηνὰς τοῦ ῥομπέρτου ἀπερχομένους βαρβάρους τῆς ὁρμῆς οὐκ ἀνέκοψε, τοὺς δὲ ἐπὶ τῶν ὤμων τὰ ἑτερόκοπα [*](B) φέροντας ξίφη παρακατασχὼν μετὰ τοῦ σφῶν ἀρχηγοῦ τοῦ Ναμπίτου, ἀποβάντας τῶν ἵππων, ἔμπροσθεν ἐκ μικροῦ δια-
[*](1. πεφθακότας A. 3. ἐληλυθώς CG, διεληλυθὼς AP, 4. παριππεύοντος om. G. 5. Ὀκτωβρίου μηνὸς G. 7. μετὰ: κατὰ P. 10. εἵλετο PG, εἴχετο CA, εἶχε P in niargiue. 11. Ἀμικέτῃ C constanter, Ἀμηκέτῃ PA. κόμητι om. C. 12. καὶ γενναῖος G. 16. θάλατταν G, παρὰ θαλάττης C. 17, διελθὼν C.)στήματος προπορεύεσθαι στοιχηδὸν ἐπέτρεψε· τοῦτο δὲ γένος ἀσπιδοφόρον ξύμπαντες. τὸ δὲ λοιπὸν τοῦ στρατεύματος εἰς φάλαγγας διελών, αὐτὸς μὶν τὸ μεσαίτατον εἶχε τῆς παρατάξεως, δεξιόθεν τὸν καὶ ἐξ εὐωνύμου φαλαγγάρχας τὸν καίσαρα Νικηφόρον τὸν Μελισσηνὸν ἐπέστησε καὶ τὸν καλούμενον Πακουριανὸν καὶ μέγαν δομέστικον. τὸ δὲ μεσαίτατον αὐτοῦ τε καὶ τῶν πεζῇ βαδιζόντων βαρβάρων ἱκανοὺς εἶχε στρατιώτας τῆς τοξείας εἰδήμονας, οὑς κατὰ τοῦ ῥομπέρτου προεκπέμπειν ηβούλετο, ἐπιτρέψας τῷ Ναμπίτῃ, ὁπηνίκα βούλιντο [*](C) πρὸς Κελτοὺς ἐξιππάσασθαι καὶ αὖθις ὑποστρέφειν, χώραν αὐτοῖς ἐξ ἐφόδου διδόναι ἐφ᾿ ἑκάτερα σχιζομένους, εἶτα αὖθις συνεχίζεσθαι καὶ συνησπικότας πορεύεσθαι. οὕτω γοῦν τὸ ἅπαν διατυπώσας στράτευμα, αὐτὸς μὶν κατὰ [*](V. 93) μέτωπον ἵετο τῶν Κελτικῶν στρατευμάτων, τὴν ἠϊόνα παραθέων· οἱ δὲ ἀποσταλέντες βάρβαροι τὰς ἁλυκὰς διεληλυθότες, ἐπεὶ καὶ οἱ ἐντὸς τοῦ Δυρραχίου τὰς πύλας ἀνεπέτασαν, ωὐτὸ αὐτοῖς τοῦ αὐτοκράτορος ἐπισκήψαντος, ἐν ταὐτῶ ταῖς Κελτικαῖς σκηναῖς προσέβαλλον. κατ’ ἀλλήλων δὲ τῶν δημαγωγῶν [*](D) ἐρχομένων, ἀποσπάδας ἀποστέλλων ὁ ῥομπέρτος ἱππασίας ἐκέλευε ποιεῖσθαι, εἴ που ἐκεῖθεν ὑποσῦραί τινας δυνηθεῖεν τοῦ Ῥωμαϊκοῦ στρατεύματος. ἀλλ᾿ ὁ βασιλεὺς πρὸς τοῦτο ἀνεπεπτώκει· ἔπεμπε δὲ μᾶλλον καὶ συχνοὺς τοὺς ἀν-
[*](2. ἀσπιδοφόρων G. ἅπαντες CG. τοῦ δὲ στρατεύματος τὸ λοιπὸν GA. 7. τὸν P. ἀμπίτῃ G. 13. αὐτοῖς CG. 14. ἵετο G. Κελτῶν G. ᾐόνα A. παραθεόντων coni. Iloesciiei. 15. ἅλικας G, ἀκτὰς A. 18. προσέβαλλον C, προσέβαλον PG. 22. τοὺς add. G.)τικαταστησαμένους αὐτοῖς πελταστάς. ἀκροβολισμοῖς οὖν μετρίοις ἀμφοτέρων κατ᾿ ἀλλήλων χρησαμένων, ἐπεὶ καὶ ὁ ῾Ρομπέρτος ἠρέμα τούτοις εἵπετο καὶ τὸ μεταίχμιον ἤδη ἀπεστενοῦτο διάστημα, τῆς φάλαγγος τοῦ Ἀμικέτου προεκδραμόντες πεζοὶ καὶ ἱππεῖς περὶ τὸ ἄκρον τῆς παρατάξεως τῆς τοῦ Ναμπίτου [*](P. 116) προσέβαλλον. γενναιότερον δ᾿ αὐτῶν ἀντικαταστάντων, παλίνορσοι γεγόνασιν, ἐπεὶ οὐ πάντες λογάδες ἦσαν, καὶ τῇ θαλάσσῃ ἑαυτοὺς ἐπιρρίψαντες ἄχρι τοῦ τραχήλου, ταῖς νηυσὶ τοῦ ῾Ρωμαϊκοῦ καὶ Βεωετικοῦ στόλου πελάζοντες, ἐκεῖθεν ᾐτοῦντο τὴν σωτηρίαν, καὶ παρ’ ἐκείνων οὐ προσεδέχοντο. ἡ δέ γε Γαΐτα, ὡς λόγος τίς φησιν, ἡ τοῦ Ῥομπέρτου σύνευνος αὐτῷ συστρατευομένη, Παλλὰς ἄλλη κἂν μὴ Ἀθήνη, θεασαμένη τοὺς φεύγοντας, δριμὺ τούτοις ἐνατενίσασα, κατ᾿ αὐτῶν μεγίστην ἀφιεῖσα φωνήν, μονονοὺ τὸ Ὁμηρικὸν ἔπος τῇ ἰδίᾳ διαλέκτῳ λέγειν ἐῴκει “μέχρι πόσου φεύξεσθε; στἧτε, [*](B) ἀνερες ἔστε.” ὡς δὲ ἔτι φεύγοντας τούτους ἑώρα, δόρυ μακρὸν ἐναγκαλισαμένη, ὅλους ῥυτῆρας ἐνδοῦσα κατὰ τῶν φευγόντων ἴεται. τοῦτο θεασάμενοι καὶ ἑαυτῶν γεγονότες, αὖθις πρὸς μάχην ἑαυτοὺς ἀνεκαλέσαντο. ἐπεὶ δὲ οἱ πελεκυφόροι καὶ αὐτὸς ὁ τούτων ἀρχηρὸς ὁ Ναμπίτης δι’ ἀπειρίαν καὶ
[*](1. ἀκροβολισμοὺς μετρίους C. 6. ἀποκαταστάντων A. 7. τῇ add. A. 8. τοῦ om. A. 13. τούτοις A, τούτους PG. ἐνατενίζουσα CG, ἐνητένιζε A. 14. ἀφεῖσα P, ἀφιεῖσα CAG. ἔπος om. GA. 16. ἐστὲ libri, correxi. τούτους φεύγοντας A. 18 ἵεται G. 19. αὐτοὺς G. ἐπειδὴ C. πελεκυφόροι G. πελεκοφόροι PA. 20. αὐτὸς om. A. ἐμπειριαν CG.)θερμότητα ὀξύτερον βεβαδικότες, ἰκανὸν τῆς Ῥωμαϊκῆς παρα(??)ξεως ἀπέστησαν, βεβαδικότες, συμβαλεῖν ἐν ἴσῳ θυμῷ τοῖς Κελτοῖς, (καὶ γὰρ οὐχ ἧττον ἐκείνων πέρι τὰς μάχας ὑτοι ἐκθυμότεροί εἰσιν καὶ τῶν Κελτῶν ἐν τούτῳ τῷ μέρει μὴ ἀποδέοντες,) κεκοπιακότας τούτους ἤδη καὶ ἀσθμαίνοντας ὁ Ῥομπέρτος θεασάμενος, καὶ τοῦτο ἀπὸ τε τῆς ὀξείας κινήσεως, τοῦ τε διαστήματος βεβαιωθεὶς κω τοῦ ἄχθους τῶν [*](C) ὅπλων, τινὰς τῶν τούτου πεζῶν ἐπέσκηψε κὰτ· αὐτῶν εἰσπηδῆσαι. δὲ προκεκμηκότες ἤδη, μαλακώτεροι τῶν Κελτῶν ραίνοντο. πίπτει γοῦν τὸ τηνικαῦτα τὸ βάρβαρον ἅπαν, καὶ τόσοι τούτων ἐσώθησαν, πέρι τὸ τέμενος τοῦ ἀρχιστρατήγου Μιχαὴλ προσπεφευγότες, οἱ μὲν καἰ ὁπόσους ἐξεχώρει τὸ τέμενος ἔντος, εἰσῄεσαν, οἱ δὲ ἄνωθεν τοῦ τεμένους ἀνελθόντες εἱστήκεσαν, τὴν σωτηρίαν, ὡς ᾤοντο, ἐκεῖθεν πραγματευσάμενοι. οἱ δὲ Λατῖνοι πῦρ κατ’ αὐτῶν ἀφέντες, σὺν τῷ τεμένει πάντας κατέκαυσαν. τὸ δέ γε λοιπὸν τῆς Ῥωμαϊκῆς φάλαγγος καρτερῶς πρὸς αὐτοὺς ἀπεμάχοντο. ὁ δὲ [*](D) ῥομπέρτος καθάπερ τις πτερωτὸς ἱππότης σὺν ταῖς λοιπαῖς δυνάμεσι ἐλᾷ κατὰ τῆς ῥωμαϊκῆς φάλαγγος καὶ ὠθεῖται ταύτην καὶ εἰς μέρη πολλὰ διασπᾷ. ἐντεῦθεν οἱ μὶν τῶν ἀντικειμένων έν αὐτῷ τῷ πολέμῳ μαχόμενοι πίπτουσιν, οἱ δὲ φυγῇ τὴν ἑαυτῶν ἐπραγματεύσαντο σωτηρίαν. ὁ δέ γε βασιλεὺς Ἀλέξιος καθάπερ τις πύργος ἀκλόνητος ἔμενε, κἂν
[*](V. 94)[*](2. ξυμβαλεῖν P, alterum CAG. 4. τῷ: τὸ Ρ. S. τούτου add. AG. 10. τὸ prius aild. A. 13. ἀνωτέρω A. 14. εἱστήκησαν PG, recte A. πραγματευσόμενοι PA, alterum CG. 19. κατὰ τῆς Πωμαϊκῆς ἐλᾷ omisso φάλαγγος PG, rccte A. 22. γε add. A.)πολλοὺς τῶν μετ’ αὐτοῦ ἀποβεβλήκει ἀνδρῶν καὶ γένει καὶ πείρᾳ στρατιωτικῇ διαφερόντων. πεπτώκει γὰρ τὸ τηνικαῦτα ὁ Κωνστάντιος υἱὸς μὲν τοῦ προβεβασιλευκότος Κωνσταντί- [*](P. 117) νου τοῦ Δούκα, οὐκ ἰδιωτεύοντος αὐτοῦ εντι ἀποτεχθείς, ἀλλ᾿ ἐν πορφύρᾳ καἰ γεννηθεὶς καὶ τραφεὶς καὶ ταινίας τῷ τότε καιρῷ βασιλικῆς παρὰ τοῦ πατρὸς ἀξιωθείς· κω ὁ Νικηφόρος μὲν τὴν κλῆσιν, Συναδηνὸς δὲ τὴν ἐπίκλησιν Καλούμενος, ἀνὴρ γενναῖος καὶ ὡραιότατος καὶ σφαδάζων πάντων ὑπερτερῆσαι κατὰ τὴν ἡμέραν ἐκείνην μαχόμενος· μεθ’ ὂν ὁ ἤδη ῥηθεὶς κωνστάντιος πέρι κήδους ἔπι τῇ ἴδια ἀδελφῇ πολλάκις ὡμίλει· νᾶι μὴν καἰ ὁ τοῦ Παλαιολόγου πατὴρ Νικηφόρος καὶ ἕτεροι τῶν ἐπιφανῶν· πλήττεται γὰρ καὶ ὁ Ζαχαρίας καιρίαν κατὰ τοῦ στέρνου καὶ τὴν ψυχὴν ἅμα τῇ πληγῇ ἐπαφίησι, καὶ ὁ Ἀσπιέτης καὶ πολλοὶ τῶν λογάδων. [*](B) τῆς δὲ μάχης μὴ διαλυομένης, ἐπεὶ τὸν βασιλέα ἑώρων ἔτι ἀντικαθιστάμενον, ἀποκριθέντες τινὲς τῶν Λατίνων τρεῖς, ἀφ’ ὦν εἶς ὁ ἤδη ῥηθεὶς Ἀμικέτης ἢν, ὁ δὲ ἕτερος Πέτρος ὁ τοῦ Ἀλίφα, ὡς αὐτὸς ἐκεῖνος ἔλεγεν, ὁ δὲ τρίτος κατ’ οὐδὲν τούτων ἐλάττων, ὅλους ῥυτῆρας ἐνδόντες τοῖς ἵπποις, δόρατα μακρὰ ἐναγκαλισάμενοι, κατ’ αὐτοῦ ἵενται. καἰ ὁ μὲν Ἀμι-
[*](2. πεπτώκει Α, πέπτωκε Ρ, πεπτώκασι G. τὸ add. Α. 3. ὁ om. A. Κωνσταντῖνος hic et mox Wilken. Hist. comn. p. 175. ὁ υἱὸς τοῦ προβασιλ. κωνσταντ. τοῦ δουκα, ὁ ἐν πρφύρᾳ γεννηθεὶς A. 6. ὁ om. CG. 8. καὶ ὡραιότατος om. CG. 11. ὁ τοῦ παλαιολόγου υἱὸς νικόλαος καὶ ὁ ἀμπίτης καὶ πολλοὶ τῶν λογάδων Α 13. Ζαχίας G. 14 Ασπιέτης C, Ασπέτης P, Ἀσπιώτης G. 17. εἷς om. G. ἕτερος add. Α. ὁ ante τοῦ add. A. 20. ἵενται G.)Ἴης διημαρτήκει τοῦ βασιλέως, μικρὸν παρεκκλίναντος τοῦ τπου· τοῦ δ᾿ τονώσας δόρυ διὰ τοῦ ξίφους ὁ βασιλεὺς ἀπωσάμενος καὶ τονώσας τὴν χεῖρα, παίει τοῦτον κατὰ τὴν κλεῖδα ὦί τὴν χεῖρα τοῦ λοιποῦ ἀποτέμνει σώματος. ὁ δέ γε τρίτος πλήττει τοῦτον εὐθὺς κατὰ τὸ μέτωπον, ὁ δὲ φρενήρης [*](C) τε ὢν καὶ ἑδραῖος τὸν νοῦν, μηδὲν ὅλως συγχυθείς, γοργότητι γνώμης ἐν ἀσκέπτῳ χρόνῳ τὸ δέον σύνεις, ὕπτιον ἅμα τῇ πληγῇ ἑαυτὸν ὡς ἐπ’ οὐρὰν τοῦ ἵππου ἔθετο. καὶ εὐθὺς τὸν χρῶτα τοῦ σώματος μικρὸν παραξέσασα ἡ τοῦ ξίρους ἀκμή, περὶ τὴν ἀκωκὴν παραποδισθεῖσα τῆς κόρυθος καὶ τὸν συνέχοντα ταύτην ὑπὸ τὴν γένυν ἱμάντα διασπάσασα, ὦσε ταύτην εἰς γῆν. τηνικαῦτα δὲ ὁ μὲν Κελτὸς ἐκεῖνος πααθέει, ὂν ᾤετο κατακρημνίσαι τοῦ ἵππου, ὁ δ’ εὐθὺς ὀρθωθείς, ἐπὶ τῆς ἐφεστρίδος ἑδραῖος ἐκάθητο, μηδὲν τῶν ὅπλων ἰποβαλών. ἀλλὰ καὶ γυμνὸν τὸ ξίφος κατέχων τῇ δεξιᾶ, [*](D) τῷ δὲ λύθρῳ τοῦ ἰδίου πεφοινιγμένος αἵματος, καὶ τὴν κεφαλὴν ἀπερικάλυπτον ἔχων καἰ τὴν πυρσὴν καὶ ἡλιῶσαν κόμην περιπλανωμένην ταῖς ὄψεσι καὶ διοχλοῦσαν αὐτόν· ὁ γὰρ ιπος ταραττόμενος καὶ ἀποπτύων τοὺς χαλινοὺς φριμάσσων, ὢν, ἀτακτότερον ἐμπίπτειν τῷ προσώπῳ τοὺς βοστρύχους παρεσκεύαζεν· ἀλλὰ καὶ ὣς ἑαυτὸν ἀνακαλεσάμενος, ὡς ἐνῆν, τοῖς
[*](1. τοῦ prius: τῶν P. 5. εὐθὺς om. A. G. συσχεθεὶς γοργότητι A. 10. ἀκοὴν P, ἀκωκὴν AG. παραταθεῖσα Α. 11. ξυνέχοντα A. γένυν: ὀσφῦν A. ἐκσπάσας A. 12. ἆσε: ἀξῆκε Α. ἐς G, ἐπὶ. γῆν A. 13. δὲ Α. εὐθὺς: αὖθις G. 15. καὶ om. G. κατέχει Α. 18. πεπλανημένην G. διοκλοῦσαν P.)ἐναντίοις ἀντικαθίστατο. ἔπει δὲ κω τοὺς Τούρκους φεύγοντας ἑώρα καὶ αὐτὸν τὸν Βοδῖνον ἀπολέμητον ὥπλιστο γὰρ καὶ οὗτος καὶ εἰς πολέμου τύπον τὸ αὐτοῦ διατυπώσας στράτευμα, κατὰ ταυτηνὶ τὴν ἡμέραν ἵστατο, ὡς [*](P. 118) ἐπαρήξων τάχα τῷ αὐτοκράτορι κατὰ τὰς πρὸς αὐτὸν γεγενημένας συνθήκας· ἐκαραδόκει δέ, ὡς ἔοικεν, ἱν., εἰ μὶν τὴν ῥοπὴν τῆς νίκης τῷ αὐτοκράτορι δοθεῖσαν γνοίη, ἐπιτεθείη καὶ αὐτὸς τοῖς Κελτοῖς, εἰ δὲ τοὐναντίον, ἀτρεμήσῃ τε καὶ ὀπισθόπους γένηται· ταῦτα διαλογιζόμενος, ὡς ἐ·ξ ὦν ἐπε- [*](V. 95) πράχει δῆλον, καὶ τὴν νικῶσαν ἀπαρτὶ τοὺς Κελτοὺς ἐγνωκὼς ἔχοντας ἄγευστος πολέμου τὸ παράπαν, οἴκαδε ἐπαναδεδραμήκει· ὁ δὲ αὐτοκράτωρ ταῦτα θεασάμενος καὶ μηδένα [*](B) τὸν αὐτῷ ἐπαμύνοντα βλέπων, τὰ μετάφρενα καὶ αὐτὸς τηνικαῦτα δίδωσι τοῖς ἐν(??)ντίοις. καὶ οὕτως ἐδίωκον οἱ Λατῖνοι τὸ Ῥωμαϊκὸν στράτενμα.
Ὁ δὲ Ῥομπέρτος καταλαβὼν τὸ τέμενος τοῦ ἁγίον Νικολάου, ὅπου καὶ ἡ βασιλικὴ σκηνὴ καὶ ἅπασα ἥ σκευὴ τοῦ Ῥωμαϊκοῦ στρατεύματος, ὁπόσους εὐσθενεῖς εἶχε, τὸν βασιλέα διώκειν ἐκπέπομφεν, αὐτοῦ που αὐτὸς ἐγκαρτερῶν, φανταζόμενος τὴν τοῦ αὐτοκράτορος κατάσχεσιν. τοιοῦτοι γὰρ λογισμοὶ τούτου τὸ ὑπέρογκον ἐξέκαιον φρόνημα. οἱ δὲ εὐψύχως μάλα τοῦτον ἐδίωκον μέχρι τόπου τινὸς παρὰ τῶν
[*](1. ἀντικαθιστᾷ A. 3. τόπον CG. 5. τὰς om. G. 11. τοῦ πολέμου G. τὸ om. G. 12. καὶ ὡς μηδένα PA, ὡς om. CG. 13. ἀπαμύνων G. 19. αὐτοὺς ἐγκαρτεροῦντας A. 22, παρὰ τῶν ἐγχωρίων : ἐγχωρίως Α.)ἐγχωρίων καλουμένου Κακὴ πλευρά. ἡ δὲ τούτου θέσις ποταμὸς [*](C) ῥέων κάτωθεν ὁ Χαρζάνης καλούμενος, ἔνθεν δὲ ὑπερκειμένη πέτρα ὑψηλή. ἀναμεταξὺ δὲ τούτων φθάνουσιν αὐτὸν οἱ διώκοντες· οἱ καὶ παίουσιν αὐτὸν κατὰ τὴν ἀριστερὰν πλευρὰν διὰ τῶν δοράτων, (ἐννέα δὲ ἦσαν ξύμπαντες,) ἐπὶ τὰ θάτερα κλίνουσι. τάχα δ’ ὂν κω ἐπεπτώκει, εἰ μὴ τὸ ξίφος, ὁ τῇ δεξιᾷ κατεῖχε χειρί ἔφθασεν ἐναπερεισθῆναι τῇ γῇ· ναὶ μὴν καὶ ἡ τοῦ μύωπος ἀκμὴ ταῦ ἀριστεροῦ ἐνὑακοῦσα τὸ ἄκρον τῆς ἐφεστρίδος, ὃ ὑπόστρωμα λέγουσιν, ἀκλινέστερον τὸν ἱππότην ἐποίει. καί αὐτὸς δὲ τῇ λαιᾷ τῆς χαίτης δραξάμενος τοῦ ἵππου, ἀνεῖχεν ἑαυτόν. βοηθεῖται [*](D) μέντοι ἐκ θείας τινὸς δυνάμεως σωτηρίαν παρ’ ἐχθρῶν αὐτῷ κομιζούσης παραδόξως. ἀναφύει γὰρ δεξιόθεν ἄλλους Κελτοὺς τὰ δόρατα πρὸς ἐκεῖνον ὀρθώσαντας· οἱ κω τὰ ἄκρα τῶν δοράτων κατὰ τὴν δεξιὰν πλευρὰν ἐμβαλόντες, ὤρθωσάν τε ἀθρόον τὸν στρατιώτην κ·αἰ εἰς τὸ μέσον κατέστησαν. καὶ ἠν ἰδεῖν θαῦμα παράδοξον. οἱ μὲν γὰρ ἐξ εὐωνύμων [*](P. 119) ἀνατρέπειν ἠπείγοντο, οἱ δὲ ἐκ τῶν δεξιῶν τὰ δόρατα τῇ πλευρᾷ πήξαντες, ὥσπερ τοῖς πρώην ἐναντιούμενοι καὶ ἀντ-
[*](1. εκαικὴ C. a. ἔνθεν δὲ: ἔνδοθεν A. 5. δ᾿ G. om. C. 6. τὰ add. A. 7. κατέσχε A. 9. λέγουσιν A, λέγουσι PG. 10. ἀκλινέστερον CA, κλινέστερον PG. 11. δραξάμενος τοῦ ἵππου AG, τοῦ ἵ. δραξάμενος P. 12 μέντοι μὶν CG, παρ’: ἐξ CG. 13. κομιζούσης αὐτέ G. ἀνεφίει G, ἀνεφύει A, ἀναφύει P. γὰρ: μὶν A. 15. ἐκβαλόντες G. 16. ἀθρόως C. 19. τοῖς πρώην: αὐτοῖς πάλιν A. ἀντερείδοντες — δόρατα: ἀντιβάλλοντες δεξιόθεν τὰ δόρατα Α.)ρείδοντες δόρασι δόρατα, ἐπ’ ὀρθοῦ σχήματος τὸν βασιλέα ἐποίησαν. ἑδράσαντος δὲ ἑαυτὸν γενναιότερον καί συσφίγξαντος περιβάδην τὸν ἵππον ὁμοῦ καὶ τὴν ἐφεστρίδα, τηνικαῦτα γίνεταί τι τῆς γενναιότητος ἐκείνου τεκμήριον. ὁ γὰρ ἵππος ἄλλως μὲν καὶ θερμότατος ὢν καἰ ὑγροσκελής, ἄλλως δὲ καὶ [*](B) ἀθλητικώτατος καἰ πολεμικός, (ἔφθη γὰρ ὅπου τοῦτον τοῦ Βρυεννίου μετὰ τῆς ἐρυθροβαφοῦς ἐφεστρίδος, ὁπότε τοῦτον εἷλεν ἐν τῷ καιρῷ τῆς μάχης, βασιλεύοντος ἴν Νικηφόρου τοῦ Βοτανειάτον,) τὸ δὲ ὅλον εἰπεῖν, ὑπὸ θείας προνοίας ἐμπνευσθείς, πάλλεταί τε εὐθὺς καὶ διαέριος γίνεται καὶ ἐπ' ἄκρου τῆς εἰρημένης πέτρας ἐφίσταται, ὥσπερ ὑπόπτερος κουφισθεὶς καί, τοῦτο δὴ τὸ τοῦ μύθου, Πεγάσου πτερὰ λαβών· Σγουρίτζην τουτονὶ τὸν ἵππον ὁ Βρυέννιος [*](C) ὠνόμαζεν. τὰ δὲ τῶν βαρβάρων δόρατα, ὥσπερ κενεμβατήσαντα τὰ μὲν καὶ τῶν χειρῶν τούτων ἐξέπεσον. τὰ δὲ διαπεπαρμένα τοῖς μέρεσι τοῦ ἐσθήματος τοῦ βασιλέως ἐναπομείναντα, μετεωρισθέντα τῷ ἵππῳ συνηκολούθησαν. ὁ δὲ [*](V. 96) εὐθὺς ἀποκόπτει τὰ ἐπαγόμενα δόρατα. καὶ οὔτε τεθορύβηται τὴν ψυχὴν έν τοσούτοις δεινοῖς καταστάς, οὔτε συνεθολώθη τοὺς λογισμούς, ἀλλὰ ταχὺ τοῦ συνοίσοντος γίνεται καὶ τὸ παράδοξον ἐκ μέσου αὐτῶν ποιεῖται. οἱ δέ γε Κελτοὶ
[*](2. ἑδράσαντες G. ἑαυτὸν: αὐτοῦ Α. 4. τι om CAG. 5. καἰ tertium add. AG. 9. τοῦ Βοταν. Νικηφορου G, τοῦ Βοτανιάτου omisso Νικηφόρου A 10. ὑπάλλεταί AG. lege ὑφάλλεται. 12. τὸ: τὰ G. τοὕ μύθου A, τῶν μύθων PG. 13 τὸν ἵππον ὠνόμαζον A, ὠνόμαζεν ὁ Βρυέννιος G. 15 καὶ om. A. 16. μέλεσι τοῦ βασιλέως AG. 19. τοιούτοις G. 21. αὐτῶν AG, ἑαυτὸν P.)κεχηνότες εἱστήκεσαν, τὸ γεγονὸς ἐκπληττόμενοι· καὶ γὰρ ἦν ἐκπλήξεως ἄξιον· θεασάμενοι δὲ τοῦτον ἐφ’ ἑτέραν καὶ αὖθις ἐδίωκον. ὁ δὲ ἐπὶ πολὺ νῶτα τοῖς μεταδιώκουσι στρατιώταις διδούς, στρέψας τόν χαλινόν καὶ συναντήσας ἑνἰ τῶν διωκόντων, διελαύνει τὸ δόρυ τοῖς στέρνοις. [*](D) ὁ δὲ τηνικαῦτα εἰς γῆν ὕπτιος ἔκειτο. ὁ δὲ βασιλεὺς αὖθις τὰς ἤνιάς στρέψας, εἴχετο τῆς προτέρας ὁδοῦ. συναντᾷ τοίνυν ἀπὸ τῶν ἔμπροσθεν διωκόντων τὰς Ῥωμαϊκὰς δυνάμεις Κελτοῖς οὐκ ὀλίγοις· οἱ δὲ πόρρωθεν τοῦτον θεασάμενοι, συνησπικότες ἔστησαν, τούς τε ἵππους ἀναψῦξαι βουλόμενοι, ἅμα δὲ καὶ ζωγρῆσαι τοῦτον ἐθέλοντες κἀντεῦθεν ὥσπερ τι λάφυρον τῷ Ῥομπέρτῳ κομίσαι. ὁ δὲ ἅμα μὲν τοὺς ὄπισθεν φεύγων διώκοντας καἰ τοὺς ἔμπροσθεν θεασάμενος, ἀπεγνώκει τὰς σωζούσας ἐλπίδας. συλλεξάμενος δὲ ἑαυτόν ἐπεὶ [*](P. 120) τῶν ἄλλων μέσον τινὰ ἐθεάσατο, ἀπό τε τοῦ σώματος καὶ τῆς τῶν ὅπλων ἀποπαλλομένης αἴγλης τὸν Ῥομπέρτον εἶναι νομίσας, καταστήσας τὸν ἵππον, κατ' αὐτοῦ φέρεται· κἀκεῖνος δ’ ἐκεῖθεν, πρὸς αὐτὸν τὸ δόρυ εὐθύνας. καὶ μέντοι γε καὶ συνελάσαντες ἄμφω κατὰ τὸ μεταίχμιον, κατ’ ἀλλήλων ἴενται. ται. πρότερος δὲ ὁ αὐτοκράτωρ διιθύνας τὴν χεῖρα, πώει τοῦτον διὰ τοῦ δόρατος· τὸ δὲ αὐτόθεν διὰ τῶν μαζῶν εἰς
[*](1. ειστήκεσαν A, εἱστήκησαν PG. 3. τὸ πολὺ A. 4. τοὺς χαλινοὺς AG. 6. αὖθις: εὐθὺς G. 11. καντευθεν: καὶ A. 13. διώκοντας φεύγων A. 14. ἐπεὶ Α, ἰπὶ PG. 17. φέρεται : φαίνεται Α. 18. τὸ δόρυ om. Α. γε om. Α. 19. μεταίχμιον AG, μεσαίχμιον P. ἵενται P, recte AG. 20 πρότερος Α, πρότερον PG.)τὰ μετάφρενα διεκβάλλεται. καὶ τόν μὲν βάρβαρον αὐτίκα [*](Β) εἶχεν ἡ γῆ· εὐθὺς δὲ τοῦτον ἀφῆκε καὶ ἥ ψυχή, τῆς τρώσεως καιρίας γεγενημένης. καὶ τοῦ λοιποῦ ὁ βασιλεύς, διασχισθείσης τῆς φάλαγγος, διὰ μέσων αὐτῶν ἔξιππάσατο, ἄδειαν ἑαυτῷ ἐφευράμενος τὴν σφαγὴν τοῦ βαρβάρου τούτου. οἱ δ’ εὐθὺς τὸν τρωθέντα εἰς γῆν ἐρριμμένον θεασάμενοι, περιχυθέντες τῷ κειμένῳ, περὶ αὐτὸν διεπονοῦντο. καὶ οἱ ὄπισθεν δὲ τὸν βασιλέα διώκοντες τούτους θεασόμενοι, ἀποβάντες τῶν ἵππων καὶ γνωρίσαντες τὸν ἄνδρα, ἐκόπτοντο ὀλολύζοντες. ἀλλ’ ὁ Ῥομπέρτος μὲν οὐκ ἦν, ἕτερος δὲ τῶν ἐπιφανῶν καὶ ὁ τούτου δεύτερος. τούτων δὲ ἀσχολουμένων, ὁ βασιλεὺς ἐπὶ τὰ πρόσω τὴν πορείαν ἐπεποίητο.
[*](C)Ἀλλ' ἔγωγε μεταξὺ τῶν λόγων ἐπελαθόμην τὸ μὲν διὰ τὴν φύσιν τῆς ἱστορίας, τὸ δὲ καὶ διὰ τὴν τῶν πραγμάτων ὑπερβολήν, ὅτι πατρὸς κατορθώματα γράφοιμι. μηδὲ γὰρ βουλομένη τὴν ἱστορίαν ὕποπτον θεῖναι, πολλάκις παρατρέχω τὰ τοῦ πατρός, μήτε αὐξάνουσα, μήτε πλάτος περιτιθεῖσα. εἴθε γὰρ ἐλευθέρα ἦν τοῦ πάθους τούτου τοῦ πατρικοῦ καὶ ἀπόλυτος, ἵνα καθάπερ ὕλης ἀμφιλαφοῦς δραξαμένη, τὴν σοβάδα γλῶσσαν ἐνεδειξάμην, ὁπόσην ἔχει περὶ
[*](2. εἶχε γῆ A, εἶχεν γῆ P, εἶχε ἡ γῆ G. δὲ A, γάρ PG. ἀφῆκεν ἡ G, ἀφῆκεν καὶ ἡ P, recte A. 3. ὁ βασιλεὺς τοῦ λοιποῦ G. 5. ἑαυτῷ Α, αὑτῷ PG. τούτου om. A. 6. δὲ G. 7. διαχυθέντες Α. τῷ add. Α. διεπονοῦντο: κατεθρηνοῦντο A. ἀλλὰ καὶ Α. 8. δὲ add. C. la. πεποίητο Α. 14. καὶ om. CG, 16. μετατρέχω CG. 17 πλάτος : πάλιν CG. περιτιθεῖσα C, περιτεθεῖσα PG.)καλὰ τὴν οἰκείωσιν. ἐπηλυγάζει δέ μου τὸ πρόθυμον ἥ φυσικὴ [*](D) στοργή, μή πως δόξαιμι τοῖς πολλοῖς ὑπὸ προθυμίας [*](V. 97) τοῦ λέγειν περὶ τῶν κατ’ ἐμαυτήν, τερατολογίας παρέχειν ὑπόληψιν. καὶ γὰρ ἂν πολλαχοῦ τῶν κατορθωμάτων τῶν πατρικῶν μεμνημένη, καὶ τὴν ψυχὴν αὐτὴν ἀπεστάλαξα, ξυγγράφουσά τε καὶ διηγουμένη, έν ὁπόσοις κακοῖς περιπέπτωκε, [*](P. 121) καὶ ἀλλ’ ἄνευ μονῳδίας καὶ θρήνου τὸν τόπον παρῆλθον. ἀλλ' ἵνα μὴ ῥητορεία κομψή τις ᾖ κατὰ τὸ μέρος ἐκεῖνο τῆς ἱστορίας, ὥσπερ τις ἀπαθὴς ἀδάμας κὼ λίθος, παρατρέχω τὰς εἰμι χείρων μου ξυμφοράς. ἅπερ ἔδει κἀμὲ καθάπερ ἐκεῖνον τὸν Ὁμηρικὸν νεανίσκον εἰς ὅρκον προφέρειν (οὐδὲ καὶ εἰμι χείρων ἐκείνου τοῦ λέγοντος “οὐ μὰ Ζῆν', Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμεῖο") πρὸς τὸ εἶναι καὶ λέγεσθαι φιλοπάτωρ. ἀλλὰ τὸ μὲν πάθος τὸ πατρικὸν ἐμοὶ μόνῃ καταλελείφθω καὶ θαυμάζειν καὶ ὀλοφύρεσθαι τὰ δὲ τῆς ἱστορίας [*](B) ἐχέσθω. μετὰ ταῦτα οἱ μὲν Κελτοὶ τῆς πρὸς τὸν Ῥομπέρτον ὁδοῦ φερούσης εἴχοντο. ὁ δὲ κενοὺς τούτους θεασάμενος, πυθόμενός τε τὰ τούτοις συμπεσόντα, πάντας μὲν μεγάλως κατῃτιᾶτο, ἕνα δὲ τούτων ἔκκριτον καὶ μαστίζειν ἠπείλει, ἄνανδρόν τε ἀποκαλῶν κω ἀπειροπόλεμον· καί ὅτι μὴ καὶ αὐτὸς ἐπὶ τῆς πέτρας μετὰ τοῦ ἵππου ἀνέθορε, καὶ τὸν
[*](1. ἐπηλυγάζει C, ἐπιλυγάζει PG. 5. ἀπεστάλαξα C, ἐπεστάξα PG. 6 πόσοις CG. κακοῖς C et in margine P, καιροῖς PG. 8. ἵνα ἡ τορεία G. ἐκεῖνο om. G. 10. μου om. C. 17. θεασάμενός τε καὶ τὰ συμπεσόντα A. 19. ᾐτιᾀτο μὶν πανίας μεγάλως Α. τῶν τούτων Α. 21, τὴν πέτραν Α.)τυ
βασιλέα Ἀλέξιον ἥ κρούσας ἀνεῖλεν ἢ δραξάμενος ζῶντα ἤγαγε, τὰ πάνδεινα πάσχειν ᾤετο. ἦν γὰρ Ῥομπέρτος οὗτος [*](C) τἀλλα μὲν εὐψυχότατός τε καὶ φιλοκινδυνότατος, πικρίας δὲ ὅλος ἆνθρωπος, καὶ ἐν ῥισὶν ἐπικαθήμενον ἔχων τὸν χόλον κα τὴν καρδίαν μεστὴν θυμοῦ καὶ ὀργῆς ἔμπλεων, καὶ οὕτως ἔχων πέρι τοὺς πολεμίους, ὡς ἡ τὸν ἀντικαθιστάμενον διαπεῖραι τῷ δόρατι, ἡ ἑαυτὸν διαχρήσασθαι, παρὰ τὸν Μοιραῖόν, φησι, κλωστῆρα ἀπαλλαττόμενος. ὁ μέντοι στρατιώτης ἐκεῖνος, ὃν ὑπ’ αἰτίαν ὁ Ῥομπέρτος ἦγε, τό τε ἀνεπίβατον καὶ ὀξὺ τῆς πέτρας μάλα σαφῶς διηγεῖτο, καὶ ὅτι εἰς τὸ μετεωρότατον ὁ τόπος ἐπῆρτο καὶ ὡς ἡ πέτρα ὀξεῖα ἦν καὶ ἀκροσφαλής, καἰ ὡς οὐδένα οὐ πεζόν, οὐχ ἱππότην ἐπιβῆναι ταύτης δυνατὸν ἄνευ θείας τινὸς μηχανῆς, μὴ ὅτι γέ τινα πολεμούμενον [*](D) καὶ μαχόμενον, ἀλλ’ οὐδ’ ἄνευ πολέμου τινὸς εἶναι δυνατὸν ἀποπειρᾶσθαι τῆς πέτρας. “εἰ δέ μοί" φησι “καὶ διαπιστοίης, ἐπιχειρήσας ἢ αὐτὸς σὺ ἤ τις ἄλλος τῶν ἱπποτῶν ὁ θαρραλεώτατος, τῶν ἀμηχάνων αἰσθήσεται. εἰ δ’ οὖν, ἀλλ’ εἰ τις ἀναφανεῖται τῆς πέτρας περιγενόμενος, μὴ ὅτι γε ᾶπτερος, ἀλλὰ καὶ ὑπόπτερος ὤν, ἕτοιμος αὐτὸς πᾶν ὅ τι δεινὸν ὑποστῆναι καὶ ἀνανδρίαν κατακριθῆναι." ταῦτα εἰπὼν [*](P. 122) μετὰ θαύματος καὶ ἐκπλήξεως ὁ βάρβαρος τὸν ἐπίχολον Ῥομπερτον κατέστειλέ τε καὶ εἰς θαῦμα ἐκίνησεν ἀφέμενον
[*](1. ἀνήγαγε CG. 4, έν C, ἐπὶ PG. g. αἰτίασιν CG. 12. ἀκροσφαλὴς G, ἀκροφαλὴς P. 12. οὐχ : χχ G 15. μοί: μή A. καὶ om. AG. 16. ἢ αὐτὸς : καὶ αὐτὸς G. ἄλλος τις A. 19. ὅ τι : εντι C. 20 δεινὸν : δυνατὸν CG. ἀνανδρίαν C, ἀνανδρίας PG. 22. τε om. G.)τοῦ ὀργίζεσθαι. ὁ δὲ βασιλεὺς τοὺς ἑλιγμοὺς τῶν παρακειμένων ὀρῶν καὶ πᾶσαν τὴν δύσβατον ἀτραπὸν έν δυσὶ νυχθημέροις διεξελθών, καταλαμβάνει τὴν Ἀχρίδα. ἐν δὲ τῷ μεταξὺ τὸν Χαρζάνην διελθὼν καἰ μικρὸν πέρι τὴν καλουμένην Βαβαγορὰν ἐγκαρτερήσας, (τέμπος δ’ αὐτὴ δύσβατον ἐστι,) μήθ’ ὑπὸ τῆς ἥττης, μήθ’ ὑπὸ τῶν ἄλολων τοῦ μόθου κακῶν τὸν νοῦν συγχυθεὶς , μήθ’ ὑπὸ τῆς κατὰ τὸ μέτωπον τοῦ τραύματος ὀδύνης ὑποχαλάσας , κἀν τὰ ἐντὸς ὑπὸ τῆς [*](B) λύπης τῶν ἐν τῇ μάχη πεπτωκότων καἰ μᾶλλον τῶν γενναίως [*](V. 98) ἀγωνισαμένων ἀνδρῶν ἐξεφλέγετο· ἀλλ’ ὅμως ὅλος τῆς πόλεως ἦν Δυρραχίου καὶ ταύτης ἐμέμνητο, ἀχθόμενος ὅτι άτερ ἡγεμόνος καταλέλειπτο, τοῦ Παλαιολόγου διὰ τὴν ὀξεῖαν συμβολὴν τοῦ πολέμου μὴ δυνηθέντος ἐπαναστρέψαι. καὶ ὡς ἐνόν, τοὺς κατ’ αὐτὴν ἠσφαλίσατο καὶ τὴν τῆς ἀκροπόλεως φρουρὰν τοῖς ἐκκρίτοις Βενετίκοις τῶν ἐκεῖσε ἀποίκων ἀνέθετο, τὴν δέ γε ἐπίλοιπον πᾶσαν πόλιν τῷ ἐξ Ἀρβανῶν ὁρμωμένῳ Κομισκόρτῃ, τὰ συνοίσοντα διὰ γραμμάτων ὑποθέμενος.
[*](5. Βαρβαγορὰν G, lege αὕτη 6. τῶν acld. G. τοῦ μόθου om. CG. 9. τῇ om. G. 11. καὶ ὅτι Α. 13 ἐπαναστρέψαι μὴ δυνηθέντος Α. 14. ἐξὸν CG. τῆς om. CG. 16, Ἀβρανῶν G. 17. κομησκόρτῃ G.)