Περὶ ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

Δεῖ μὲν ὁμολογεῖν σε εὐθὺς ἐν προοιμίῳ τῷ πρώτῳ, 17 ὅτι δεῖ τὸν λόγους κτησάμενον ἀποδοῦναι λογίῳ θεῷ τὰς χάριτας διὰ τῶν λόγων οὓς διʼ αὐτὸν τὸν μουσηγέτην κεκτήμεθα, ἄλλως τε καὶ ὅτι προστάτης καὶ [*](320) συνεργὸς τῆς ἡμετέρας πόλεως, οὐ μόνον νῦν, ἀλλὰ καὶ ἀνέκαθεν, ὥστε διπλῆν τὴν χάριν ὀφείλεσθαι, ὑπέρ τε τῶν λόγων ὑπέρ τε τῶν εὐεργεσιῶν, καὶ τρίτον ὅτι καὶ ἄλλως ὁμολογούμενόν ἐστι δεῖν ἀνυμνεῖν τοὺς κρείττονας, καὶ τῆς εἰς αὐτούς εὐφημίας μηδέποτε ῥᾳθυμεῖν. τὸ δεύτερον ἐργάσῃ λαβὼν τοιαύτην ἔννοιαν· Ὅμηρος μὲν οὖν πάλαι ὕμνους καὶ τῇ μεγάλῃ ποιήσει τοὺς πρὸς ἀξίαν ὕμνους εἴρηκε τοῦ θεοῦ καὶ παρέλιπε τοῖς μετʼ αὐτὸν ὑπερβολὴν οὐδεμίαν, καὶ ὅτι αἱ Μοῦσαι καθʼ Ἡσίσδον πρὸς τὴν ἀξίαν ὑμνοῦσιν ἀεὶ τὸν Ἀπόλλωνα· προὔλαβε δὲ καὶ Πίνδαρος ὕμνους γράφων εἰς τὸν θεὸν ἀξίους τῆς ἐκείνου λύρας· ὅμως δʼ ἐπειδήπερ εἰώθασιν οἱ κρείττους καὶ τὰς ὄμικροτάτας τῶν θυσιῶν ἀποδέχεσθαι, ὅταν γίγνωνται εὐαγῶς, οὐκ ἀφέξομαι δὴ καὶ αὐτὸς κατὰ δύναμιν ὕμνον ἀναθεῖναι Ἀπόλλωνι. εὔχομαι δὲ αὐτῷ τῷ Σμινθίῳ Ἀπόλλωνι δύναμιν ἐμποιῆσαι τῷ λόγῳ ἀρκοῦσαν πρὸς τὴν παροῦσαν ὑπόθεσιν. τρίτον· εἰ μὲν οὖν ἡρώων τινὸς ἔμελλον λέγειν ἐγκώμιον, οὔτʼ ἂν διηπόρησα περὶ τῆς ἀρχῆς, οὐδʼ ὅθεν δεῖ πρῶτον τὴν ἀρχὴν τοῦ λόγου ποιήσασθαι. ἐπεὶ δέ μοι καὶ ὁ λόγος τετόλμηκεν εἰς τὸν μέγιστον τῶν θεῶν, ἐδεήθην μὲν

438
[*](321) χρησμῳδῆσαί μοι τὴν Πυθίαν σεισθέντων τῶν τριπόδων, ὅθεν δεῖ κατατολμῆσαι τοῦ πράγματος, ἐπεὶ δὲ κρύπτει τέως ἡμῖν τὰ μαντεύματα, τοῦτο δόξαν ἴσως τοῖς κρείττοσιν, αἰτήσω παρὰ τῶν Μουσῶν μανθάνειν, καθάπερ Πίνδαρος τῶν ὕμνων πυνθάνεται, ἄναξιφόρμιγγες ὕμνοι, πόθεν με χρὴ τὴν ἀρχὴν ποιήσασθαι; δοκεῖ δʼ οὖν μοι πρῶτον ἀφεμένῳ τέως τοῦ γένους ὕμνον εἰς αὐτὸν ἀναφθέγξασθαι.

Μετὰ τὰς ἐννοίας ταύτας τὰς προοιμιακὰς ἐρεῖς εἰς αὐτὸν ὕμνον τὸν θεόν, ὅτι, ὦ Σμίνθιε Ἄπολλον, τίνα σε χρὴ προσειπεῖν; πότερον ἥλιον τὸν τοῦ φωτὸς ταμίαν καὶ πηγὴν τῆς οὐρανίου αἴγλης, ἢ νοῦν, ὡς ὁ τῶν θεολογούντων λόγος, διήκοντα μὲν διὰ τῶν οὐρανίων, ἰόντα δὲ διʼ αἰθέρος ἐπὶ τὰ τῇδε; ἢ πότερον αὐτὸν τὸν τῶν ὅλων δημιουργόν, ἢ πότερον δευτερεύουσαν δύναμιν, διʼ ὃν σελήνη μὲν κέκτηται σέλας, γῆ δὲ τοὺς οἰκείους ἠγάπησεν ὅρους, θάλαττα δὲ οὐχ ὑπερβαίνει τοὺς ἰδίους μυχούς; φασὶ γὰρ τοῦ χάους κατειληφότος τὰ σύμπαντα καὶ πάντων συγκεχυμένων καὶ φερομένων τὴν ἂτακτον ἐκείνην κοὶ ἀμειδῆ φοράν, σὲ ἐκ τῶν οὐρανίων ἀψίδων ἐκλάμψαντα σκεδάσαι μὲν τὸ χάος ἐκεῖνο, ἀπολέσαι δὲ τὸν [*](322) ζόφον, τάξιν δʼ ἐπιθεῖναι τοῖς ἅπασιν. ἀλλὰ ταῦτα μὲν σοφῶν παισὶ φιλοσοφεῖν παραλείπω, ἣν δὲ ἀκήκοα τῶν λεγόντων γένεσιν, ταύτην καὶ δὴ πειράσομαι λέγειν. πάντως δὲ οὐδὲ οὗτος ἀπὸ τρόπου σοι ὁ λόγος. ὃς κεκρυμμένην εἶχεν ἐν ἑαυτῷ τὴν ἀληθεστέραν γνῶσιν. εἶτα ἐρεῖς κεφάλαιον μετὰ τὸν ὕμνον δεύτερον, τὸ γένος, ἄρξῃ δὲ ἐκεῖθεν. Ζεὺς ἐπειδὴ κατέλυσε τοὺς Τιτᾶνας ἀρχὴν ἄνομον καὶ ἀκόλαστον ἄρχοντας, μᾶλλον δὲ ὥσπερ βίαιον τυραννίδα διέποντας, καὶ

439
ταρτάροις μυχοῖς παραδέδωκεν, τότε γένεσιν παίδων δημιουργεῖν ἐνενόησεν, μεθʼ ὧν τὰ πάντα ἂριστα καταστήσειν ἔμελλεν, καὶ μίαν τῶν Τιτανίδων νύμφην ἐξελόμενος, ἐπειδὴ τοὺς πρὸς Ἥραν θεσμοὺς ἑτέροις τόκοις ἐφύλαττεν, ἐδημιούργει μετʼ ἐκείνης τὸν τόκον· κάλλει μὲν γὰρ καὶ ὥρᾳ σώματος διέφερεν, ἔπρεπε δὲ γενέσθαι μητέρα Ἀπόλλωνος καὶ Ἀρτέμιδος. καταλαμβάνει δὲ τὴν Δῆλον μέλλουσα τίκτειν ἡδέως, οἱ δέ φασι τὴν Λυκίαν. καὶ λέγουσι μὲν οἱ τὴν Δῆλον εὐτυχῆσαι φάσκοντες τὴν ὑποδοχήν, ἀνασχεῖν μὲν ἐκ θαλάττης πρὸ τοῦ κρυπτομένην καὶ οὖσαν ὕφαλον ὑποδέξασθαι πλανωμένην τὴν θεὸν ἐκ Σουνίου τῆς Ἀττικῆς ἐπιβᾶσαν τῇ νήσῳ· Ὅμηρος δὲ οἶδε μὲν τὸν ἐν Λυκίᾳ γεννώμενον· λέγει γάρ που,
  • Λυκηγενέϊ κλυτοτόξῳ,
  • καὶ τὸν τόπον ἐκεῖνον εὐτυχήσαντα τοῦ θεοῦ τὴν γένεσιν. φασὶ δʼ οὖν ἐκφανέντα τῶν ὠδίνων θεὸν [*](323) λάμψαι μὲν τοσοῦτον, ὅσον ἐπισχεῖν γῆν καὶ θάλατταν καὶ οὐράνιον κύκλον, Χάριτας δὲ καὶ Ὥρας περιχορεῦσαι τὸν τόπον, καὶ τί γὰρ οὐ σύμβολον αἴσιον ἐκ γῆς καὶ θαλάττης καὶ οὐρανοῦ δειχθῆναι. ἐκ δὲ Λυκίας παῤ ἡμᾶς ἀφικέσθαι λέγουσι τὸν θεὸν καὶ καταλαμβάνοντα τὸ Σμίνθιον μαντεῖον ἐγκαταστῆσαι τῷ τόπῳ καὶ κινῆσαι τρίποδας.

    Ἐπειδὴ δὲ τὰ κατὰ τὸν τόκον τῆς γενέσεως τοῦ θεοῦ ζητεῖται, τῶν μὲν λεγόντων ὅτι ἐν Δήλῳ, τῶν δὲ ἐν Λυκίᾳ, κατασκευάσεις ὅτι ἀξιόπιστος μάρτυς ὁ ποιητὴς πρὸς τὸ σαυτῷ συμφέρον, ὅτι Λυκηγενῆ αὐτὸν εἴωθεν καλεῖν ὁ ποιητής. ἐπάξεις ἀκολούθως ὅτι εἰκὸς ἐν Λυκίᾳ γεννηθέντα καὶ παῤ ἡμῖν πρῶτον ὀφθῆναι. οὐ γὰρ ἂν μέλλων διαβαίνειν ἐπὶ τὰς νήσους καὶ Κασταλίαν καὶ Δελφοὺς τῶν μὲν παῤ ἡμῖν ἠμέλησεν,

    440
    παρὰ δὲ ἐκείνους ἔδραμεν, ἄλλως τε ὅτι καὶ τιμῶν τοὺς ἡμετέρους πατέρας καὶ ῥυόμενος κινδύνων φαίνεται. οὐκ ἂν δὲ τοῦτο ἐπεποιήκει μὴ πάλαι καὶ πρότερον εὐμενῶς πρὸς τὴν χώραν διακείμενος. Δελφοὶ μὲν οὖν μεγαλαυχούμενοι τὴν Πυθίαν καὶ τὴν θυσίαν προβάλλονται καὶ Παρνασὸν καὶ Κασταλίαν, καὶ τὸν θεὸν μόνοι τῶν ἀπάντων αὐχοῦσιν ἔχειν, ἐγὼ δὲ εἰ δεῖ τἀληθὲς εἰπεῖν, συνήδομαι μὲν αὐτοῖς τῆς [*](324) χάριτος, οὐ μὴν κρίνω γε πράττειν αὐτοὺς τῶν παρʼ ἡμῖν εὐχερέστερον· καὶ γὰρ ἡμεῖς μετέσχομεν τούτων πρῶτοι τῶν μάντεων, καὶ δεξάμενοι τὸν θεὸν τοῖς ἄλλοις περιεπέμψαμεν, καὶ τὴν παρʼ ἡμῶν ἀπορροὴν ἐκεῖνοι ἀφʼ ἡμῶν κέκτηνται· ἐπίσης τε χαίρει ταῖς προσωνυμίαις τῶν τόπων ὁ θεός, καὶ ὥσπερ ὁ Πύθιος, οὕτω καὶ ὁ Σμίνθιος. μετὰ ταῦτα ἐρεῖς ἐγκώμιον τῆς χώρας, ὅτι εἰκότως δὲ τὴν ἡμετέραν χώραν ἠγάπησεν ὁ θεός, ἰδὼν αὐτὴν κάλλει διαφέρουσαν· ἐν ᾧ καὶ ἐκφράσεις τὴν χώραν οἵα ἐστίν, οὐκ ἀκριβῶς μὲν ἐπεξιών τῇ χώρᾳ, γράφε δὲ τῆς χώρας ἃ δυνατὸν κινῆσαι τὸν ἀκροατήν, τὰ μᾶλλον ἐξαίρετα λέγων. εἶτα μετὰ τὴν χώραν ἐπάξεις ἀκολούθως, ὅτι τοιγάρτοι καὶ τιμῶν καὶ συμμαχῶν τοῖς ἡμετέροις διετέλεσεν, ἐν πολέμοις, ἐν χρησμῳδίαις διαφθείρων παντοδαπῶς τοὺς πολεμίους. εἶτα μετὰ τοῦτο τὸ κεφάλαιον πάλιν διαιρήσεις εἰς τέσσαρα μέρη τὴν δύναμιν τοῦ θεοῦ καὶ ἐρεῖς οὕτως· ἀλλὰ γὰρ οὐκ οἶδα πῶς ἡ μνήμη τῆς χώρας παρήνεγκεν ἡμᾶς τῆς συνεχοῦς μνήμης τοῦ θεοῦ, διόπερ ἐπανακτέον πάλιν. διὰ τοῦτο δὲ μετὰ τὴν γένεσιν εὐθὺς ἐμνημονεύσαμεν τῆς χώρας, ἵνα μήτε ἀπόλυτος ὕμνος γένηται (ὕμνους γὰρ καλοῦσι τὰ τῶν θεῶν ἐγκώμια), [*](325) μήτε κοινὸς ἁπλῶς πρὸς πᾶσαν θεῶν ὑπόθεσιν, ἀλλʼ ἵνα ἔχῃ τὸ ἴδιον τοῦ Σμινθιακοῦ ἐκ τοῦ τόπου. τίνες
    441
    γοῦν εἰσιν αἱ δυνάμεις τοῦ θεοῦ; τοξική, μαντική, ἰατρική, μουσική.

    Μέλλων οὖν ἄρχεσθαι μιᾶς δυνάμεως προοιμιάσῃ πρῶτον, καλῶς δʼ ἄν ἔχοις τῆς τοξικῆς πρώτης, ἐπειδὴ καὶ ταύτης πρώτης ἅψασθαι λέγεται μετὰ τὴν γένεσιν. βούλομαι δὲ τῶν ἀρετῶν μὴ πάσας ἅμα, μηδὲ συναθροίσας τῷ λόγῳ δοκεῖν συγχεῖν, ἀλλὰ διελόμενος χωρὶς καθʼ ἑκάστην περὶ αὐτῶν διελθεῖν, ὡς οἷόν τε μνησθέντα· οὐ γὰρ εἰπεῖν ἅπαντα ῥᾴδιον. λέγεται τοίνυν, ἐπειδὴ πρώτων ἀγωνισμάτων εἶχε τὰ τόξα μεταχειρισάμενος καὶ τὴν φαρέτραν λαβών, τούτοις γὰρ αὐτὸν ὥπλισεν ὁ πατήρ, ἀμύνεσθαι τῆς τόλμας τὸν Τίτυον, ἀνθʼ ὧν εἰς τὴν μητέρα ἠσέβησε Διὸς κυδρὴν παράκοιτιν, Πύθωνά τε κατειληφότα Δελφοὺς κτεῖναι τοῖς ἑαυτοῦ βέλεσιν. ἵνα δὲ Πύθων ὅστις ἦν εἴπω, μικρὸν ἀναλήψομαι. ἤνεγκεν ἡ γῆ δράκοντος φύσιν οὔτε λόγῳ ῥητήν, οὔτε ἀκοῇ πιστευθῆναι ῥᾳδίαν· οὗτος πᾶσαν λυμαινόμενος γῆν, ὅση πρόσοικος Δελφοῖς καὶ Φωκίδι, καταλαμβάνει τὴν Παρνασσόν, ὄρος τῶν ὑπὸ τὸν οὐρανὸν τὸ μέγιστον, οὐκ Ὀλύμπου χεῖρον οὐδὲ δὴ τῆς ἡμετέρας λειπόμενον. τοῦτο τοίνυν ἐκάλυπτε μὲν ταῖς σπειραῖς καὶ τοῖς ἑλιγμοῖς, καὶ ἦν τοῦ ὄρους γυμνὸν οὐδέν, τὴν κεφαλὴν ὑπὲρ αὐτὴν τὴν ἄκρον ἔχων, καὶ ἄνω μετεωρίζων πρὸς αὐτὸν τὸν αἰθέρα. καὶ ἡνίκα μὲν πίνειν ἔδει, ποταμοὺς ὅλους ἐδέχετο, ἡνίκα δʼ ἐσθίειν, πάσας [*](326) ἀγέλας ἠφάνιζεν, οὗτος ἀβάτους μὲν ἐποίει Δελφοὺς τοῖς ἅπασιν, ᾤκει δὲ τὸν τόπον οὐδείς, ἦν δὲ τὸ Θέμιδος μαντεῖον ἔρημον. ἄτοπα δὲ καὶ ἀμήχανα ὁ θεὸς τούς ἀνθρώπους πάσχειν ὑπολαβὼν καὶ βουλόμενος πανταχόθεν αὐτοῖς θεσπίζειν τὰ συμφέροντα, διʼ ὧν ὁ βίος εὐδαιμονεῖν ἔμελλε, κτείνει καὶ τοῦτον μιᾷ

    442
    τοξείᾳ ταῖς αὐταῖς ἀκίσι καὶ βέλεσι. τὰ δὲ παρʼ ἡμῖν ἀγωνίσματα τίς ἂν εἴποι τοῦ θεοῦ κατʼ ἀξίαν, τὰ κατὰ τῶν Ἀχαιῶν ἀσεβούντων εἰς τούς θεούς, τὰ κατὰ τοῦ Πηλέως μήνιδι τῶν περὶ Ἕκτορα καὶ Κάστορα τολμηθέντων καὶ παρανομιῶν, καὶ ὅτι κυνηγέτης ὁ θεὸς καὶ τοῖς τόξοις αἱρεῖν εἴωθε τὰ θηρία, καὶ ὅτι τοξικὴν αὐτὸς εὗρε πρῶτος ἅμα τῇ ἀδελφῇ τῇ Ἀρτέμιδι.

    Μέλλων δὲ ἐμβάλλειν εἰς ἕτερον κεφάλαιον ὁμοίως ἐρεῖς τοῦ θεοῦ τὸ μέγιστον καὶ ἐξαίρετον, ὅτι μάντις. ἐνταῦθα δὲ καὶ θέσιν διὰ βραχέων περανεῖς, ὅτι ἀγαθὸν ἡ μαντική, καὶ διὰ ταύτης τὰ μέγιστα τῶν ἀνθρωπίνων κατορθοῦσθαι πέφυκε. ταύτην δὲ μάλιστα Ἀπόλλων ἐτίμησε καὶ ἐθαύμασε, καὶ ὅτι ἐπὶ τῶν τριπόδων θεσπίζων ᾤκισε τὴν ἤπειρον, ᾤκισε δὲ τὴν θάλασσαν, νῦν μὲν εἰς Λιβύην ἐκπέμπων, νῦν δὲ οἰκίζων τὸν Ἑλλήσποντον, τὴν ἑῴαν, τὴν Ἀσίαν πᾶσαν. τοῦτο δὲ τὸ μέρος αὐξήσεις τῷ μεγέθει τῶν ἐγκωμίων ἐπεργαζόμενος, ὅτι ἐκινδύνευσε μὲν ἀοίκητος εἶναι γῆ πᾶσα, εἰ μὴ τὰ μαντεῖα τοῦ θεοῦ πανταχοῦ δὴ γῆς ἐπεφοίτησε παρʼ ἡμῶν, ἐκ Δελφῶν, ἐκ Μιλήτου, ἐν ᾧ μέρει, ἐάν τι μάθῃς ἐκ πατρίων ἐνεργήσαντα τὸν θεὸν ἀπὸ τῶν μαντευμάτων, πρόσθες.

    Μετὰ τοῦτο τὸ κεφάλαιον ἄλλο τῶν πράξεων, ὅτι μουσικὸς ὁ θεός. ἐνταῦθα καιρὸν ἔξεις, ὅπως μὲν κατʼ οὐρανὸν μέσος ἐν μέσοις θεοῖς πλήττει τὴν λύραν, ὅπως δὲ μετὰ τῶν Μουσῶν ἐν Ἑλικῶνι καὶ ἐπὶ τῆς Πιερίας· καὶ φιλοσοφήσεις μετρίως ἐνταῦθα· εἰ δὲ δεῖ καὶ ἀπορρητότερον λόγον εἰπεῖν, ὄν φιλοσόφων παῖδες πρεσβεύουσι, λέγουσι μὲν αὐτὸν ὄντα τὸν ἥλιον [*](327) μουσικῇ μὲν αὐτὸν κινεῖσθαι, κατὰ μουσικὴν δὲ περιδινεῖν περὶ αὐτὸν τὸν πόλον, καὶ διʼ ἁρμονίας ἅπαντα

    443
    τὸν κόσμον διοικεῖν. οὐ μὴν ἀλλʼ ἐπειδὴ ταῦτα τοῖς θεολόγοις παρεῖναι δεῖ, λέγωμεν μᾶλλον τὰ γνωριμώτατα· ὁ γὰρ Ὀρφεὺς διʼ αὐτὸν εὐδόκιμος ὢν εἰς τοσοῦτον εὐμουσίας προῆλθεν, ὥστε καὶ θηρία συλλέγειν, εἰ πλήττοι τὴν λύραν, καὶ λίθους κινεῖν, καὶ πᾶν ὁτιοῦν καταθέλγειν πιπτούσης εἰς αἴσθησιν αὐτῶν τῆς ἁρμονίας. Ἀμφίονος μνημονεύσεις, Ἀρίονος, καὶ ὅτι ὁ μὲν τὰς Θήβας ἐτείχισε τῇ λύρᾳ τὰς πέτρας μετάγων, ὁ δὲ τὸ Τυρρηνικὸν ἔπλευσεν ἐπὶ Δελφῖνος ὀχούμενος. ἀνοίσεις δὲ τὰ ἐγκώμια ἐπὶ τὸν μουσηγέτην, ὡς παρʼ ἐκείνου λαμβανόντων τὴν μουσικήν.

    Μετὰ δὲ τὴν ἀρετὴν ταύτην τοῦ θεοῦ ἥξεις ἐπὶ τὴν τετάρτην, ὅτι καὶ ἰατρός, ἀεὶ δὲ προοιμιάσῃ καθʼ ἑκάστην τῶν ἀρετῶν, ὡς μὴ δοκεῖν μικρὰ μηδὲ φαῦλα τὰ ῥηθησόμενα· αἱ γὰρ διὰ μέσων τῶν λόγων ἔννοιαι προοιμιακαί, προδιατιθεῖσαι τὸν ἀκροατὴν καὶ προσεχέστερον διαθεῖσαι, ταῖς ὑποθέσεσιν αὐξήσεις ἐργάζονται. οὐκοῦν ἐρεῖς, ὅτι καὶ τὴν ἰατρικὴν ταύτην ὁ θεὸς ἡμῖν ἐξεῦρεν, ἐν ᾧ καὶ θέσιν ἐρεῖς, ὅτι διαφθειρομένου τοῦ γένους ταῖς νόσοις καὶ τοῖς πόνοις κατοικτείρας ἡμᾶς τὴν ἰατρικὴν ἐξεῦρεν, ἧς τί ἂν γένοιτο τοῖς ἀνθρώποις χρησιμώτερον; τίς μὲν γὰρ ἂν εἰργάσατο γῆν, τίς ἂν ἔπλευσε θάλασσαν, τίς δʼ ἂν πόλεις ἔκτισε, τίς δʼ ἂν νόμους ἡμῖν ἔθηκε μὴ τῆς ἰατρικῆς παρελθούσης; ὅθεν καὶ παιᾶνα αὐτὸν καὶ πέπωνα καὶ ἀκεσώδυνον καὶ σωτῆρα καλεῖν εἰώθασι καὶ ποιηταὶ καὶ σύμπαντες. θήσεις δὲ ἐπὶ τούτοις καὶ τὴν Ἀσκληπιοῦ γένεσιν· βουλόμενος δὲ αὐξῆσαι τὴν τέχνην ὁ θεὸς καὶ μεταδοῦναι ταύτην τῷ τῶν ἀνθρώπων γένει τὴν Ἀσκληπιοῦ γένεσιν ἐδημιούργησεν, ἧς πῶς ἄν τις κατʼ ἀξίαν μνησθείη; ζητήσεις δὲ ἐφʼ ἑκάστῳ τῶν [*](328)

    444
    κεφαλαίων τῶν πατρίων τινὰ καὶ τῶν μυθευομένων, καὶ προσθήσεις, ἵνα μᾶλλον οἰκεῖον γένηται. μετὰ ταῦτα κεφάλαιον θήσεις τοιοῦτον περὶ τῆς πόλεως, ὅτι τοιγαροῦν Ἀλέξανδρος τὴν Εὐρώπην χειρωσάμενος καὶ διαβεβηκὼς ἐπὶ τὴν Ἀσίαν ἤδη, ἐπειδὴ προσέβαλε τῷ ἱερῷ καὶ τοῖς τόποις, σύμβολα μὲν ἐκίνησεν ἐπὶ τὴν κατασκευὴν τῆς πόλεως, τοῦ θεοῦ ταῦτα καταπέμποντος, καὶ κατασκευάζει τὴν εὐδαίμονα ταύτην πόλιν, καθιερώσας αὐτὴν Ἀπόλλωνι τῷ Σμινθίῳ, δίκαιον αὐτοῦ προπέμποντος κρίνας αὐτοῦ θεῖν κατοικίζειν πόλιν, καὶ τὸν τόπον πάλαι τῷ θεῷ καθιερωμένον μὴ περιϊδεῖν ἔρημον καὶ ἀοίκητον τὴν χώραν. τοιγάρτοι καὶ ἡμεῖς πειρώμενοι ἀεὶ τῆς τοῦ θεοῦ προνοίας τε καὶ εὐμενείας ἀπολαύειν εὔνοιαν ποιούμεθα τῆς περὶ αὐτὸν εὐσεβείας, καὶ ὁ μὲν διατελεῖ καρπῶν ἀφθόνων διδοὺς φορὰν καὶ ῥυόμενος κινδύνων, ἡμεῖς δὲ ὅμοια διδασκόμεθα· τοιγάρτοι κρείττονα ἀγῶνα τὸν ἱερὸν τοῦτον διὰ ταῦτα τίθεμεν καὶ πανηγύρεις συγκροτοῦμεν καὶ θύομεν, χάριτας ἐκτινύντες, ἀνθʼ ὧν εὖ πάσχομεν. καὶ διαγράψεις τὴν πανήγυριν, ὁποία καὶ ὅπως ἔχει πλήθους ἀνθρώπων συνιόντων, καὶ ὅτι οἱ μὲν ἐπιδείκνυνται τὰς αὐτῶν ἀρετὰς ἢ διὰ λόγων ἢ διὰ σώματος εὐεξίας, καὶ τὰ τοιαῦτα, οἱ δὲ θεαταί, οἱ δὲ ἀκροαταί, καὶ διὰ βραχέων ἐργάσῃ θέσιν, ὡς Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ, λέγων ὅσα ἐκ τῶν πανη- γύρεων καὶ τούτων τῶν συνόδων εἴωθεν. καθόλου δέ σοι ἔστω τὸ τοιοῦτο θεώρημα ἐν τοῖς τοιούτοις, λέγω δὴ τοῖς ὁμολογουμένοις ἀγαθοῖς ἤτοι ἐνδόξοις προτάττειν μὲν τὴν θέσιν, οἷον ὅτι καλὸν μὲν μουσική, καλὸν ἡ τοξική, καλὸν ἡ πανήγυρις, ἐπάγειν τε τὰ καθʼ ἕκαστον· οὐ μὴν ἐνδιατρίψεις ταῖς θέσεσι ταύταις, ἐπειδὴ δοκοῦσιν ἐν τῇ ὑποθέσει ταύτῃ πλείους εὑρίσκεσθαι.
    445
    μετὰ δὲ τὴν ἔκφρασιν τῆς πανηγύρεως ἐκφράσεις τὸν νεών· εἰ μὲν ὑψηλὸς εἴη τὸ ὕψος, οἷον ἀκροπόλει ἐξεικαστέον, [*](339) ὡς μεγέθει μὲν τοὺς τοιούτους καὶ ὑπερμεγέθεις ὑπερφέρων, ὕψει δὲ τὰ ὑψηλότατα τῶν ὀρῶν· εἰ δὲ ἐναρμόνιος εἴη ἢ λίθος ἔκ. τοῦ τῶν ὀρῶν καλλίστου, ἔτι τοίνυν τὴν τοῦ νεὼ στιλπνότητα καὶ τὴν αὐγὴν τίς οὐκ ἂν ἐκπλαγείη; καὶ τὴν ἁρμονίαν τοῦ λίθου εἴποις ἄν τῇ λύρᾳ τοῦ Ἀμφίονος συντεθεῖσθαι. ποῖα μὲν αὐτῷ τείχη Βαβυλώνια κατεσκευάσθη καὶ λέγεται; ποῖα δὲ τείχη Θηβαῖα; ποῖος νεὼς τῶν παρʼ Ἀθηναίοις; τάχα που καὶ αὐτὸς τῇ λύρᾳ τοῦ θεοῦ καὶ τῇ μουσικῇ συνετέθη· τὰ μὲν γὰρ Λαομέδοντος τείχη Ἀπόλλων καὶ Ποσειδῶν κατασκευάσαι λέγονται, τὸν δὲ παρʼ ἡμῖν νεὼν Ἀπόλλων καὶ Ἀθηνᾶ σὺν Ἡψαίστῳ, μᾶλλον δὲ ἐδημιούργησεν. ἐπὶ τούτοις ἐκφράσεις τὸ ἂγαλμα τοῦ θεοῦ παραβάλλων τῷ Ὀλυμπίῳ Διΐ, καὶ Ἀθηνᾷ τῇ ἐν ἀκροπόλει τῶν Ἀθηναίων. εἶτα ἐπάξεις, ποῖος Φειδίας, τίς Δαίδαλος τοσοῦτον ἐδημιούργησε ξόανον; τάχα που ἐξ οὐρανοῦ τὸ ἄγαλματοῦτʼ ἐρρύη, καὶ ὅτι ἐστεφάνωται δάφναις, φυτῷ προσήκοντι τῷ θεῷ κατὰ Δελφούς. καὶ τὸ ἄλσος ἐκφράσεις καὶ ποταμοὺς τοὺτ ἐγγὺς καὶ τὰς πηγάς, καὶ ὅτι οὐ πολὺ τὸ διάστημα, καὶ ὅτι πᾶσα ἡ ἄνοδος ἡ ἐπὶ τὸ ἱερὸν ἱερὰ καὶ ἀνακειμένη Ἀπόλλωνι.

    Μέλλων δὲ πληροῦν τὴν ὑπόθεσιν χρήσῃ ἀνακλητικοῖς ὀνόμασι τοῦ θεοῦ οὕτως, ἀλλʼ ὦ Σμίνθιε καὶ Πύθιε, ἀπὸ σοῦ γὰρ ἀρξάμενος ὁ λόγος εἰς σὲ καὶ καταντήσει, ποίαις σὲ προσηγορίαις προσφθέγξομαι; οἱ μὲν σὲ Λύκειον λέγουσιν, οἱ δὲ Δήλιον, οἱ δὲ Ἀσκραῖον, ἄλλοι δὲ Ἄκτιον, Λακεδαιμόνιοι δὲ Ἀμυκλαῖον, Ἀθηναῖοι πατρῷον, Βραγχιάτην Μιλήσιοι, πᾶσαν πόλιν καὶ πᾶσαν χώραν καὶ πᾶν ἔθνος διέπεις καὶ καθάπερ

    446
    [*](330) τὸν οὐρανὸν περιχορεύεις ἔχων περὶ σεαυτὸν τοὺς χοροὺς τῶν ἀστέρων, οὕτω καὶ τὴν οἰκουμένην πᾶσαν διέπεις· Μίθραν σε Πέρσαι λέγουσιν, Ὧρον Αἰγύπτιοι· σὺ γὰρ εἰς κύκλον τὰς ὥρας ἂγεις, Διόνυσον Θηβαῖοι, Δελφοὶ δὲ διπλῇ προσηγορίᾳ τιμῶσιν, Ἀπόλλωνα καὶ Διόνυσον λέγοντες· περὶ σὲ θοῦραι, περὶ σὲ θυάδες, παρὰ σοῦ καὶ σελήνη τὴν ἀκτῖνα λαμβάνει, Χαλδαῖοι δὲ ἄστρων ἡγεμόνα λέγουσιν· εἴτε οὖν ταύταις χαίροις ταῖς προσηγορίαις, εἴτε τούτων ἀμείνοσι, σὺ μὲν ἀκμάζειν ἀεὶ ταῖς εὐδαιμονίαις τὴν πόλιν τήνδε δίδου, ἐσαεὶ δὲ τήνδε συγκροτεῖσθαί σοι τὴν πανήγυριν· νεῦσον δὲ καὶ χάριν τοῖς λόγοις, παρά σοι γὰρ καὶ οἱ λόγοι καὶ ἡ πόλις.