Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- ψυχροτάτη δὲ Κρόνοιο βολὴ ὑποθάλπεται Ἄρει.
- Μειλίχιος Κρονίδης κατὰ πάντα Κρόνῳ συνοδεύων
- σύν τʼ ἄστροις πᾶσιν, πλὴν Ἠελίου κακοτργοῦ,
- σὺν κείνῳ γὰρ ἐὼν λύει πατρώιον οἶκον
- καὶ φυγάδας τεύχει καὶ ἐνὶ ξενίῃσιν ἀλήτας. [*](6)
- Ἠέλιος Παφίῃ κοινούμενός ἐστι κάκιστος·
- ζῆλον, δυσγαμίην, ἐγκλήματα, ὕβριν, ἀνάγκην,
- καὶ ψόγον ἐν λέκτροις, ἀσχήμονά τʼ ἀλλοπρόσαλλον --- [*](7)
- Καὶ δύνων Κρονίδης ἢ καὶ ὑπόγειος ὑπάρχων
- λαμπροτέρας πρήξεις εἰν ἀλλοδαποῖσι τόποισιν,
- εὐπορίην δηλοῖ τε καὶ ὀψίτυχόν τινα πίστιν. [*](8)
- Ἢν δʼ ἐσορῇ Στίλβοντʼ Ἄρης ἐπὶ τέρματος αἴης,
- θησαυροὺς ἐπέδειξε, καὶ ἐκ χθονὸς ὄλβον ἔδωκεν. [*](9)
- Ἄστοργος θυμοῖσιν ἀεὶ ὀλοώτατος Ἄρης
- μὴ καθορῶν Κρονίδην, μηδ’ εὐπλόκαμον Κυθέρειαν. [*](10)
- Οὗτος γὰρ κακός ἐστιν, ὅταν δʼ ἐπίκεντρος ὁδεύων
- ὄσσ’ ἀνέχων λεύσσῃ καταλαμπομένην Ἀφροδίτην, --- [*](11)
- Πᾶς ἀστὴρ πέλετʼ ἠὲ πανήμερος ἠὲ πονηρὸς
- ἐν γενεῇ· φαῦλος δʼ ὅτε οἱ παλίνορσος ἐπαχθεὶς
- εἰς ἰδίην χώρην αὐτὸς κατʼ ἐπέμβασιν ἔλθοι.
102
[*](5)