Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἐκ πενίης πλουτεῖ τε καὶ εἰς πενίην ἀνακάμπτει·
  2. δόξαν ἔχει τέχνης Ἑκατησίου εἵνεκα κέρδους,
  3. καὶ μαγικῇ συνέσει πέπιθεν τὰ πνεύματα φεύγειν,
  4. καὶ κρυφίμαις βίβλοις ἐπαγαλλόμενος περιείργει·
  5. πίστεις μὲν παρέχει σοβαραῖς μεγάλῃσι γυναιξίν,
  6. ἐκ δὲ τύχης μικρῆς ἐπὶ μείζονα πίστιν ὁδεύει.
  7. κἢν εὕρῃ Μήνη μετὰ τὴν λύσιν ἀστέρας ἐσθλούς,
  8. σιτοδόται, κτίσται, μὴ φειδόμενοι φιλοτίμως
  9. ὄλβον καὶ πλοῦτον καὶ χρήματα χρυσοφορητὰ
  10. εἰς βυθόν, εἰς ἀνέμους διαπαιζόμενοι δαπανῶσιν,
  11. καιροῖσιν πάμπαν, τὸ πλέον δὲ περισσὰ διδόντες
  12. λείπονται πάντων ἐλεούμενοι οὐδὲν ἔχοντες.
  13. [*](42)
  14. Τὰς αὐτὰς δυνάμεις εἴτʼ ἀνδράσιν εἴτε γυναιξὶν
  15. σκεπτόμενος προλέγω, ὥρη δὲ φύσιν διορίζει·
  16. ἀλλὰ καὶ ὣς ἐρέω τοῖς σχήμασι καὶ τὰ γυναικῶν.
  17. σώφρονας ἡ Παφίη οἴκοις ἰδίοις, μετὰ Ζηνὸς
  18. εὐμόρφους, πινυτάς τʼ, ἢν καὶ Στίλβοντα καθεύρῃ·
  19. καὶ πόρνας ὁ Κρόνος ἀσχήμονα ἔργα τελούσας,
  20. 112
  21. ἐν διθύροις αἰεί τε προϊσταμένας ἀναφανδόν.
  22. τετράποσιν ζώοισιν εἰ στείχουσα Σελήνη,