Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. καὶ δολίοισι βρόχοις ὀρεσίτροφα πάντα κυνηγεῖ.
  2. [*](39)
  3. Ἢν Παφίην εὕρῃς περιπλεξαμένην τὸν Ἄρηα,
  4. μοιχοὺς καὶ λάγνους καὶ παντοπαθεῖς ἐποίησεν.
  5. [*](40)
  6. Ἐν Παφίης οἴκοις ὁ Ζεὺς ἐπίδοξος ὑπάρχει,
  7. καί ῥʼ οὕτως παρέχει, ἢν καὶ ἐπίδοξα τὰ φῶτα·
  8. [*](IV)ἀφνειοί, μεγάλοι, περικαλλέες, ὄμμασι γαῦροι,
  9. λευκοί, καὶ ξανθοῖσιν ἐπαντέλλοντες ἰούλοις,
  10. εὐπρόσιτοι, γλυκεροί, σοβαροί, χαρίεντες ἀοιδοί,
  11. 111
  12. εὔθικτοι, πινυτοί, εὐσχήμονες, ἀρχικυνηγοί,
  13. οὐχὶ μόνον ζώων θηρήτορες, ἀλλὰ γυναικῶν,
  14. δισσολόγοι, δίγαμοι, δίγονοί θʼ ἅμα καὶ διπολῖται,
  15. --- φαινόμενοι πᾶσιν μακαριζόμενοί τε.
  16. καὶ πάτρῃ χαίρουσι, καὶ ἐν ξείνοισι βιοῦσιν·
  17. τιμῶνται συνεχῶς ἠδ’ ἐξ ἀλόχων ἀγαπῶνται·
  18. αὐχοῦσιν στεφάνοις, φιλίαις γήθουσιν ἀνάκτων·
  19. μαρτυρίαις δόξῃσί τʼ ἀγαλλόμενοι σελαγεῦνται,
  20. πενθερικοῖς θαλάμοισι διωκόμενοι καθορῶνται,
  21. ἢ κλοπίμως φθείρουσι λέχη ἰδίων συνεφήβων.
  22. κἀν ἄστει φαίνονται, ἰδ’ ἐν στρατιῇσιν ὁρῶνται.
  23. [*](41)
  24. Ἢν δέτ’ ἔχῃ σύνδεσμον ἐπʼ Ἠέλιόν ποτε Μήνη,