Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἀλλοτρίαις τε γραφαῖς ἐπιτέρπεται, ἢ δίχα λύπης
  2. εὐτραπέλοισι γραφαῖς τερπνὸν βίοτον διοδεύει.
  3. [*](34)
  4. Ἠνίκα δʼ ἂν Μήνη Ἑρμῇ στίλβοντι συνάπτῃ,
  5. ῥήτορα σημαίνει, καί ῥʼ ἐν μελέτῃσι σοφιστὴν,
  6. εὔγραμμον πινυτόν τʼ, ἐν γυμνασίοις τʼ ἴσον Ἑρμῇ.
  7. [*](35)
  8. Σκορπίος, Αἰγόκερως καὶ Καρκίνος ἠδʼἄῤ οἱ Ἰχοῦς
  9. ἐκ φολίδων πολλῶν συγκείμενοί εἰσι τὸ σῶμα,
  10. καὶ λεπίδων πολλῶν λεπτῶν θʼ ἅμα καὶ πολυχρώμων·
  11. ἐν τούτοισι τυχὼν Πρέσβυς καὶ λοίγιος Ἄρης
  12. καὶ Μήνηκεραὴ καὶ γλαυκιόωσα Κυθήρῃ
  13. ψώρην καὶ λέπρην, ἀλφούς, λειχῆνας ἔτευξαν.
  14. κεντρωθεὶς δʼ Ἄρης ἤν πως φαίνοιτο σὺν Ἐρμῇ
  15. Ἡελίου οἱκῳ καθορώμενος, ἐχθρὸς ἐπʼ ἐχθρῷ,
  16. ὀφθαλμὸν βλάπτει, εἰ μέν θʼ ἕνα φωσφόρον ἀθροῖ·
  17. εἰ δʼ ἄμφω κατίδοιτʼ, ἀλαὸν καὶ πηρὸν ἔθηκεν.
  18. [*](36)
  19. Εἰ δʼ ἀγαθὸς σωτὴρ φαεσίμβροτος οὐράνιος Ζεὺς
  20. αὐξιφαοῦς Μήνης ὑποδέξεται ἱερὸν ὄμμα,
  21. ἀρχῇ καὶ πίστει καὶ τιμαῖς ἐστεφάνωσεν,
  22. εἵμασι πορφυρέοις τε φέρει κοσμούμενον ἄνδρα.
  23. 110
    [*](37)
  24. Ὁ Κρόνος Ἑρμείαν κατέχων Κριοῦ ἐνὶ οἴκῳ,