Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἔκ τε γυναικείων χαρίτων λάμποντας ἐν ὄλβοις·
  2. τούτοις θηλειῶν πιστεύεται ὅρκια κρυπτά,
  3. οὗτοι προστήσονται ἐν ὀργιάδεσσιν ἑορταῖς,
  4. ἔνθα φυγαρσενίης μυστήρια τεύχετʼ ἄπυστα·
  5. ἢν δʼ ἐρατὴ μεσόωντα κατʼ οὐρανὸν ἀνδράσιν ὀφθῇ,
  6. φράζει τοι βιοτὴν βαθυχρήμονα, χιλιάδας τε
  7. ἀρχάς, καὶ δόξης ἀπλέτου κοσμήτορα κόμπον,
  8. τοίης δʼ ἐκ τιμῆς πλούτου κυδήνορα κόσμον.
  9. στίλβων δʼ Ἑρμείαο φανεὶς ἐπὶ τὴν δύσιν ἀστὴρ ---
  10. 65
  11. γεινομένων βρεφέων ὡροσκόπον ἢ κατὰ μέσσον
  12. οὐρανόν, ἔκ τε λόγων τεύχει προκοπήν τινα θνητοῖς,
  13. καὶ καλαμογραφίης, καὶ ὅσʼ εἰς μοῦσαν πεπόνηται·
  14. τούτῳ δʼ ὁππότʼ Ἄρηος ἔῃ ἰσόμοιρος ἀταρπός,
  15. ἢ διαμετρήσῃ φάεσιν φάος ἀντικέλευθον,
  16. πλαστογράφους, χειρῶν μιμήτορας ἀλλοτυπώτων
  17. παμβλαβέας τεύχει τε καὶ ὠχρήεντας ἰδέσθαι.
  18. ἀμφίκερως Μήνη δʼ ὁπότʼ ἄν βιοτέρμονος ὥρης
  19. φωτὶ Σεληναίῳ κρατέῃ σκολιωπὰ περῶσα,
  20. τῇ δʼ Ἄρης ἰσόμοιρα διʼ αἰθέρος ἀκροπολεύῃ,
  21. τηνίκα τοι θεόληπτος ὁ φὺς ἐν σχήματι τοίῳ