Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- φέγγεϊ λαμπομένω κακοεργέι, τῆμος ἔσονται
- ἐξ ἀπελευθερίης βασιληίδος ἡμισύδουλοι. [*](66)
- ἢν δʼ ἰσόμοιρα Κρόνοιο σελάσματα Κύπριδος ὀφθῇ,
- πανδούλους τε τίθησιν ὁμόζυγα λατρεύοντας,
- οἰκέτιδος γενεῆς τε πεφυκότας ἐκ γενετήρων·
- οὗτοι δεσποσύνων τε πικρὰς ἕξουσιν ἀνάγκας,
- ἐξ ἑτέρων τε δόμων ἑτέροις πάλι δουλεύσουσιν,
- ἑπτάκι κυρείαις καὶ πεντάκι καινισθέντες,.
- εἰς γῆρας δʼ ἥξουσιν ἀνασσόμενοι διὰ παντός. [*](67)
- Ἠελίου δʼ ἀκτῖνες ἀνοικείως ἐπὶ τούσδε
- νεύουσαι δεσμούς τε κατηγορίας τε φοροῦσιν
- ἀνδράσιν οἰκονόμοισι, καὶ ἔμπαλιν ἔκλυσιν ἄτης,
- κινδύνων κρυερῶν τε καὶ ἀλγεινῶν εἱρκτάων. [*](68)
- ταὐτὸ πάθος κείνοισι καὶ ἄρξεται, ἢν ἀπολήγῃ — — — — — — [*](S)[*](69)
- Ἀντιμεσουρανέων δʼ ὁπότʼ ἂν Κρόνος Ἀρεῖ λάμψῃ,
- θηροβόρου θανάτου φωσὶν κλωθῶα βαρεῖαν ---
- ὧν σάρκας δαΐσονται ὀρέστεροι ἠὲ λέοντες,
- σύες ἀργιόδοντες, ἢ αἱματοπώτιδες ἄρκτοι·
- σχήμασι δʼ ἐν τούτοις ὁ γεγὼς καὶ πτώσιας οἴκων
- ταρβείτω, καὶ σφάλματʼ ἀφʼ ὑψηλοῖο μελάθρου.
84