Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἀνέρες ἔσσονται βαθυχρήμονες, ἔν τε τραπέζαις
  2. πιστόφρονες πόλιος ταμιεύτορες, ἔν τε τοκισμοῖς
  3. καὶ χρείαις ζήσουσι βίον πολὺν ὀλβονομοῦντες.
  4. [*](61)
  5. ἢν δὲ Κύπρις κατὰ γῆς ἕλκῃ δρόμον ἀστερόεντα,
  6. καὶ Κρόνος οὐρανίην ἀτραπὸν μεσοδερκέα βαίνῃ,
  7. 83
  8. στείρας τοι δείξει καὶ ἀτέκμονας ἀνδράσι νύμφας
  9. ἀσπορίῃ τε τόκοιο λέχη λιπόπαιδα φερούσας.
  10. [*](62)
  11. Ζηνὸς δʼ αἰθροπλανὴς ἐπὶ τούτοις μάρτυρος ἀστὴρ
  12. δερχθείς, ἀλλοτρίων τέκνων ὑπόβλητα γένεθλα
  13. ἀνδράσιν ἠδὲ γυναιξὶν ὑπὸ στοργῇσι θυραίους ---
  14. [*](63)
  15. ἢν δʼ ἰσόμοιρος Ἄρης κατὰ σήματα τοιάδε λάμψῃ,
  16. φύσονται μάχλοι, διδυμόστροφοι, ἀρσενομίκται,
  17. μεμφόμενοι φύσεως ὀρθὴν ὁδόν, ἔν τε πόλεσσιν
  18. ἀλλοτρίαις ζήσουσιν ἀλώμενοι αἰσχεόφημοι.
  19. [*](64)
  20. ὁππότε δʼ ἂν γενέθλην ἐφέπῃ Κρόνος ὡρονομεύων,
  21. ἐν κακοδαιμοσύνῃ δὲ Σεληναίης φάος ὀφθῇ,
  22. Ἠελίου δʼ ἀκτῖνες ἀποκλίνωσιν Ὀυλύμπου,
  23. ἐκθεσίην ἕξουσι, τραφήσονται δʼ ὑπʼ ὀθνείων.
  24. [*](R)[*](65)
  25. Ἡνίκα δʼ ἂν Κυθέρη ἐσαθρῇ τεκνοσπόρον ὥρην
  26. φυομένων, συνέῃ δὲ Κρόνος τʼ Ἄρης τε σὺν αὐτῷ