Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ὧν πλάστειρα θέα πικροῦ θαμβήματος ἄρχει.
  2. [*](Q)[*](57)
  3. Ἄρεϊ δυομένῳ μέσον οὐρανὸν ἢν Κρόνος ἔλθῃ,
  4. ἔσται μισέλλην γενέθλῃ, τιμήν τε θεοῖσιν
  5. οὐχὶ νέμων, ἄνομός τε φρεσίν, πλήθοντι λογισμῷ
  6. ἀλλόφρων, δύσμικτος, ἀμετροεπής, ἀτράπεζος,
  7. αὐτόνομος, κακόθυμος, ἀθεσμοφάγος, δολοεργός,
  8. ὀθνείων κτεάνων ἐπιθύμιος, ὃν διὰ παντὸς
  9. δῆμοι μισήσουσι διʼ ἀφροσύνην ἀλόγιστον.
  10. [*](58)
  11. Μήνης ἐρχομένης μέσον οὐρανὸν ἐν γενέθλῃσιν,
  12. Ἑρμείας δύνων τε καὶ ὡρονομῶν Κρόνος ἄνδρας
  13. εὐξοάνους παλάμῃσιν ἀγαλμοτυπεῖς, θεοπλάστας,
  14. χαλκοτύποις τέχνῃσι κολοσσοπόνους παναρίστους ---
  15. [*](59)
  16. Ζεὺς δʼ ὑψοῦ φοράδην νέον ἀστέρα φεγγοβολήσας,
  17. ὥρην Ἠελίου βιοτοσκόπον αὐγάζοντος,
  18. ἐκφαίνει γενεῆς βασιληίδος ἄνδρας ἔσεσθαι
  19. κοινωνοὺς μετόχους τε, καὶ ἐκ σοφίης κλέος ἕξειν,
  20. ῥητορικοῖς τε λόγοισι μέγʼ εὐτυχίης μετέχοντας
  21. ὄλβον καὶ βιοτὴν εὐδαίμονα καρπώσεσθαι.
  22. [*](60)
  23. Ἑρμης δʼ εἰς ὥρην μεροποσπόρον ἡνίκʼ ἢν ἔλθῃ,
  24. δυνούσης Μήνης ὑπὸ λοίσθια τέρματα γαίης,