Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- αὐτὰρ ἐπὴν εἰς θῆλυ καταντήσωσιν ἰόντες
- ἀμφότεροι, Μήνης τετελεσμένα τερμοδρομούσης,
- πουλυπλανεῖς, ξενῖης, ἐπιβήτορας ἄνδρας ἔσεσθαι
- αὐδῶσιν, χαίροντας ἀεὶ μεταβλήμασι χώρης,
- καὶ πόλιος σπουδαῖα πρὸς ὀθνείους φορέοντας
- ἤθεα, καὶ τιμῇ μεμετρημένα πράγματʼ ἔχοντας,
- εἰς ἰδίην δὲ πάτρην ψογερὸν βίον ἰθύνοντας,
- οἰκείων ἔργων ἐπιλήσμονας, οὐχὶ θυραίων. [*](53)
- ὁππότε δʼ ἀρσενικοῖς δισσοὶ μίγα φεγγοβολῶσιν
- ζωιδίοις κατὰ χῶρον ἀνάστερον, οἱ τότʼ ἔσονται
- τολμηροί, θρασύθυμα μεμηνότες, ἐχθροὶ ἑταίρων,
- πιστοτάτης φιλίης λυμάντορες, ἀκριτόβουλοι,
- οὐ μίαν εἰς ἀτραπὸν βιότου δρόμον ἐκνεύοντες,
- ἄλλοτε δʼ ἀλλοίην ζωὴν εὔτρεπτον ἔχοντες,
- πρήξιας ἀλλάσσοντες ἀεὶ μεθόδους τε πορισμῶν,
- ἐκ δʼ ἐνύδρων μόχθων τε καὶ ἐκ παράλοιο διαίτης
- δώματα ποιμαίνουσι καὶ ἐκ λιμένων τελέοντες,
- δημοσίων τελέων ἐμπείραμον ἦθος ἔχοντες. [*](54)
- Μήνης δʼ ελίῳ σύνοδον κατὰ κόσμον ἐχούσης
- ζωιδίῳ δύνοντι, βροτῶν γένος ἔσσετʼ ἀμυδρόν,
81