Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- τούτῳ δʼ εὖτʼ ἂν Ἄρης μίγδηνἰκέλῃσι πορείαις
- σχηματίσῃ κατὰ κόσμον, ἰχνοβλαβέας, φθινοκώλους,
- νευρονόσους, ποδαγρούς, ἀχθήμονας ἄνδρας ἀυτεῖ
- ἔσσεσθαι, κατὰ μικρὰ νεκρούμενα δάκτυλʼ ἔχοντας. [*](49)
- θηλυγενεῖς δὲ γυναῖκες, ἐπὴν Κρόνος ὡρονομήσῃ,
- φύσονται λαμπραί, βαθυχρήμονες, ὀλβομέλαθροι,
- ἀξιοπιστοσύνῃ μεμελημέναι, ἀλλὰ πρὸς ἄνδρας
- παγκοίνως ζήσουσιν ἐπίψογα, νύκτας ἄγουσαι
- ἀλλοτρίοις θαλάμοις, κέρδει βίον ἰθύνουσαι. [*](P)[*](50)
- Ἠέλιος δʼ ἀκάμας, πυρόεν σέλας, ἡνίκʼ ἂν ἔλθῃ
- ἀρσενικοῖς ζώοισι κατʼ αἰθέρος ἠερόπλαγκτον
- ζωφορίην, θήλεια δʼ ἔχῃ νεολαμπέα Μήνην,
- τῆμος ὅσοι φύσονται, ἐν ἀνθρώποισι κράτιστοι
- ἄνδρες, ἀριστοπονῆες, ἐλεύθερα λήματʼ ἔχοντες,
- εὔσημοι γενεήν, ἀγαθοὶ φύσιν, ἀξιόμορφοι,
- δοξοφόροι, πάτρης κηδέστορες ἰθυδίκαιοι. [*](51)
- ἢν δέ τʼ ἐναλλάξωσι, Σεληναίη μὲν ἐπʼ ἄρσεν,
- Ἠέλιος δʼ ἐπὶ θῆλυ πολυζώοισιν ἐν ἄστροις,
- νωχελέες τε πέλουσι, καὶ ἄπρηκτοι καὶ ἄτολμοι,
- πηρώσει ψυχῆς νενεφωμένα βουλεύοντες.