Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἠδὲ μεγιστᾶνάς τε καὶ ἀλλοτρίων κτεανισμῶν
  2. δεσποσύνους, οἷς τέκνα καὶ ὀλβίστη παράκοιτις
  3. εἰς ἀρετὴν νεύουσα πολὺ κλέος ἔσσεται οἴκου.
  4. ἡνίκα δʼ ἂν πυρόεις Ἄρεος πυριλαμπέος ἀστὴρ
  5. ἐν καθέτῳ κόσμου μέσον οὐρανὸν ἀμφιπολεύῃ,
  6. τῆμος ὁ φύς ἔσεται μὲν ἐν ἡγεμόνεσσιν ἄριστος,
  7. φρουρητῆρα σίδηρον ἔχων, φυλακάς τε κρατούντων
  8. πίστιν τʼ ἀλκήεσσαν· ἐπὴν δʼ εἰς τέρμα βίοιο
  9. μοιριδίου θανάτοιο μόλῃ πολυπήμονι πότμῳ,
  10. διὰ λαιμοτόμου φάρυγος βίον αἵματι λείψει
  11. σφονδυλόεντα τράχηλον ἐς ἰνίον ἀκροτομηθείς,
  12. ἤ διὰ φαρμακτοῖο δόλου νοσερὸν τέλος ἕξει.
  13. λαμπροφαὴς δʼ ἀστὴρ ὁπότʼ ἂν δύνουσι φαανθῇ
  14. ζωιδίοις, ὃν πάντες ἐπεφράσσαντʼ Ἀφροδίτης
  15. φωσφόρον, ἐν τούτῳ δὲ γονὰς μερόπων τις ἐνέγκῃ,
  16. ἔσσεται ἀλλοτρίων λεχέων πανάθεσμος ἀατήρ,
  17. ὀρφνήεις, δολοεργός, ἀνέστιος, αἰσχεόμυθος,
  18. παμψέκτωρ, ἀδίδακτος, ἀεὶ δεδιδαγμένος αἰσχροῖς.
  19. ἢν δὲ Κύπρις μερόπων ὡροσκόπα φέγγεα λεύσσῃ,
  20. αἱμυλίους τεύχει τε καὶ εὐμούσους καὶ ἀμόχθους,