Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- ἄνδρεσσι ξείνοισι καὶ ἀλλοδαποῖσι μιγεῖσαι
- δεσποτίδες μεγάλων τε βίων μελάθρων τε φανοῦνται. [*](26)
- τὸν συνετὸν κατιδών διὰ τετράδος ὅβριμος Ἄρης
- οὐκ ἀγαθὸν τελέσει, βλαβερὸν δʼ ἐπὶ πᾶσιν ὀρίνει,
- σκυλμοὺς ὑπνοφανεῖς, φαντάσματά τʼ ἡδʼ ἐπαγωγάς·
- καὶ διεγείρονται νεκύων θάμβησιν ἔχοντες. [*](H)[*](27)
- Αἰθαλόεις δʼ ἀστὴρ Ἄρεως ἀκτῖσι Σελήνην
- φεγγοβολῶν ἰσόμοιρa κατʼ Οὐλύμποιο κέλευθα
- ἀκροτάτοις κέντροισι, πρὸς ἐκθεσίην ἀτίθηνον
- θηλυτέρων βρεφέων τε καὶ ἀρσενικῶν βίον ἕλκει·
- οὐ μὴν εἰς θάνατόν γε πορεύσεται ἔκθεσις ἥδε,
- ἀρνυμέναις δὲ γυναιξὶ τροφοῖς θʼ ὑποβάλλετʼ ὀθνείαις·
- κἢν μὲν ἐπισκοπέῃ γενέθλην Κρόνος, εἰς ζυγὸν ἥξει
- λατρείης πονόεντα· Διὸς δʼ ἐπιδερκομένοιο,
- ἦμαρ ἐλευθερίης ἕξει ποιητὸς ὀθνείων,
- συληθεὶς γονέων, οὐ γνήσιος ἐν μεγάροισιν,
- σὺν δὲ διωνυμίῃ τε καὶ ἐν διποληίδι φήμῃ
- ζήσεται ἀλλοτρίων γονέων, οὐχ ὧνπερ ἔβλαστεν,
- χρήμασι καὶ στοργαῖς καὶ παιδοσύνῃσιν ὀθνείων. [*](28)
- αὐτὰρ ἐπήν γε Κρόνος Μήνῃ ἰσόμοιρος ὑπάρχῃ,