Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἐνδεέας τε τίθησι τροφῆς κάμνοντας ἐπʼ ἔργοις·
  2. ἢν δὲ καὶ οἰκείων ὁρίων ψαύσωσιν ἅμʼ ἄμφω,
  3. ὑλογράφους ἄνδρας, κηραγγέας, ὁλκαδοχρίστας,
  4. ζωοτύπους, μακάρων ἀποπλάστορας, εἰκονομόρφους
  5. θήσονται, μεθόδῳ τε λινοστολίης προφέροντας,
  6. πευκῆέν τε λίπασμα συνασκοῦντας σὺν ἐλαίῳ,
  7. μόχθον πισσήεντα πονήσοντας παλάμῃσιν.
  8. [*](G)[*](23)
  9. Ἀκτὶς δʼ αἰγλήεσσα Σεληναίης Ἀφροδίτην
  10. φωτὶ νέῳ βάλλουσα καὶ Ἄρεϊμαρτυρέουσα,
  11. ἀλλοτρίων θαλάμων φαίνει ληίστορας ἄνδρας
  12. ἔσσεσθαι, μοιχευτὰ λέχη μελάθροισιν ἔχοντας·
  13. θἢλυ δʼ ἐὸν τὸ πεφυκὸς ἐν ἤματι τοῦδε σελασμοῦ
  14. πάγκοινον κέρδος θηρήσεται ἀνδράσι μιχθέν,
  15. ἔκ τε χαμαιτυπίης ἕξει βίον εὔπορον αἰεί.
  16. [*](24)
  17. Ἑρμείου δʼ ἀκτῖνες ἐπὴν Κρόνον ἀκροβολῶσιν,
  18. [*](55)
  19. Ἄρεά τʼ ἐγρεκύδοιμον ἐπὴν ἐφορῶσʼ ἐπὶ τούτῳ,
  20. 75
  21. ὃς δὲ Διωναίης Κύπριδος θοὸν ἀστέρα βάλλῃ,
  22. τηνίκα δὴ μαχλάδας τεύχει παντοῖα μιγείσας,
  23. καὶ πόρνας, τριβάδας τʼ ἀνδρόστροφα ἔργα τελούσας.
  24. [*](25)
  25. ἢν δʼ ἰσόμοιρα φανῇ Κυθερηιὰς Ἑρμάωνι,