Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. βυρσοτόμους τεύχει, δοροεργέας, ἔν τε καθέδραις
  2. σκυτείῃ τέχνῃ μεμελημένα δαιδάλλοντας,
  3. θηλυλάλους, ῥώπου τε γυναικῶν ἴδριας αἰεί,
  4. τεκτοσύνης τʼ ἄρχοντας, ἰδ’ ἐν ναυπηγέσι τέχναις
  5. καγκανέης ὕλης πελεκήτορας εὐξυλοεργούς,
  6. 74
  7. λαοτόμους τε πέτρης σκληρώδεος, ἐγρεσιοίκους,
  8. ἠδὲ λιθοψώκτῳ καμάτῳ βίον ἰθύνοντας.
  9. [*](21)
  10. τούτοις δʼ Ἑρμάων ἐπὶ τέρμονας ἡνίκʼ ἂν ἔλθῃ
  11. οἰκείως, εὔσχημον ἔχων φάος Ἄρεος ἄστρῳ,
  12. πρηκτῆρας δείκνυσι τελωνητάς τε βιαίους
  13. φύσεσθαι, δεινούς τε χρεάρπαγας ἐργολάβους τε,
  14. ἔνθεν ἐπήρειαί τε καὶ ἐκδύσιες τελέθουσιν,
  15. ψευδοκατηγορίαι τε κατηγορίης τε τεχνασμοί.
  16. [*](22)
  17. μαρμαρυγὴν δʼ ἀκτῖνος ὅτʼἂν σελαηφόρος Ἑρμῆς
  18. ἀμφὶ Σεληναίης σκολιὸν λαβύρινθον ὀρίνῃ,
  19. ἠὲ πέλῃ κατὰ ταὐτὸν ἐπʼ αὐταῖς λαμπάσι Μήνης
  20. δωδεκατημορίων, ἀντώπια φάγγεα κόσμου,
  21. ἀγραυλοὺς δείκνυσι κυνηγητῆρας ἔσεσθαι
  22. ἄρκυσι καὶ σταλίκεσσιν ἐυσταθέεσσι μέλοντας,
  23. αἰθροτόκου τε γονῆς ἐπιβήτορας ἰξευτῆρας,ʼ