Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. μίμνει, μέχρι κε Μήνη ἐπʼ Ἄρεα θοῦρον ἵκηται.
  2. εἰ δὲ δύω σελάων κέντρων ὕπερ ἑστηώτων,
  3. Ἠελίου μὲν ἐφʼ ὡρονόμῳ, δυτικῷ δὲ Σελήνης,
  4. ἢ κείνης μὲν ἐφʼ ὥρῃ, ἀτὰρ τῆνος ἔναντα,
  5. τῷ μὲν δὴ Φαίνων, τῇ δʼ οὖ Πυρόεις συνέπηται,
  6. ἢ τῶν μὲν τροχάῃ τις ὁμοῦ ἑτέρῳ, ὁ δὲ κέντρῳ
  7. ἄλλῳ ἐπεμβεβαὼς λεύσσῃ κείνους ἀνιόντας,
  8. ᾗσιν ὑπαὶ παλάμαις τεχθὲν ῥίπτουσι τοκῆες.
  9. ἤν δʼ Ἄρης περάτηθεν ἀνέρχητ’, αὐτὰρ ἐπʼ αὐτῷ
  10. Φαίνω ν, ἢ ἑτέροισιν ὅγ οὖ κέντροισιν ἕπηται,
  11. Μήνη δʼ ἔκτοσθεν κέντρων σὺν Ζηνὶ φέρηται,
  12. βαιὸν δὴ τότε χάρμα βροτοῖς τεύχει περὶ τέκνων·
  13. τόσσον γὰρ λεύσσει τεχθὲν χρόνον ἄμβροτον ἠῶ,
  14. Μήνη μέχρι θέουσα παραΐξῃ Φαέθοντα.
  15. ναὶ μὴν καὶ σέλας Ἠελίου Μήνην τε καὶ ὥρην
  16. ὁππότʼ ἂν ἐκ θλο δ όται μὲν ἀποστρεφθέντες ἴωσιν,
  17. οἱ δʼ ὀλοοὶ λεύσσωσι, τότ’ ἔκθετα τέκνα γονῆες
  18. ῥίπτουσʼ ἐς βαθύ κῦμα βορήν τʼ ἔμεν οἰωνοῖσιν.
  19. ἔμπαλι δʼ ἀρητοὶ παῖδες τοκέεσσι γένοντο
  20. εὐτραφέες θʼ, ὁπόσοισιν ἀπʼ ὠδίνων προθοροῦσιν