Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἢν δὲ μεσουράνιον κέντρον κενεὸν Διὸς εἴη,
  2. οἱ δʼ ὀλοοὶ ἑκάτερθε φαείνωσιν, τότε θνητοὶ
  3. οὐ μόνον ἐν κρυερῆς πενίης κάμνουσιν ἀνίαις,
  4. ἀλλὰ καὶ ἐν δεσμοῖς θανάτου τέλος ἐξανύουσιν.
  5. ἦμος δʼ ἂν Πυρόεντος ἀπορρείουσα Σελήνη
  6. ὥρῃ ἐφέσπηται, συναφῇ Φαίνοντι συνοῦσα,
  7. κέντρον δʼ αὖτε μεσουράνιον ψαέθων Φιέπῃσιν,
  8. τερφθέντες πλούτῳ γλυκερῷ μετόπισθε πένονται,
  9. οἱ δὲ καὶ ἐν συνοχῇσι καὶ ἐν δεσμοῖς ἐγένοντο.
  10. εἰ δέ κʼ ἐναλλάξαντες ὅρους ἢ ζῶα θέωσιν
  11. ἀλλήλων Πυρόεις τε καὶ Ἑρμῆς χρυσοπέδιλος,
  12. σὺν Διὶ δʼ Ἠέλιος κέντρον κατέχων ὑπόγειον,
  13. ἐκ προτέρου βιότου κτεάνων τʼ ἄφαρ ἐξεκύλισαν,
  14. θωάς τʼ ἀλλοτρίων τέχναις ἄτας τʼ ἐπάγουσιν.
  15. εἰ δὲ μεσουρανέοντα Κρόνον καλὴ Κυθέρεια ---
  16. ἤ Φαέθων, πατρῷα βροτὸς μάλα πάντʼ ἀπολέσσας
  17. αὖθις ἀπʼ ἀλλοτρίων κτεατίσσεται ἄρκιον ὄλβον.
  18. ἢν δʼ Ἄρης διάμετρος ἔῃ, κἢν ἄσπετος εἴη,
  19. ἐς κρυερὴν πενίην πάλιν ἵξεται, ἢν πρὶν ἔλειπεν.
  20. ἢν δὲ καὶ Ἠελίῳ Μήνη συνέῃ κατὰ κέντρου