Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ὄσσοις ἀμφοτέροισι βροτῷ σίνος ἐκτελέουσιν.
  2. εὖτ’ ἂν δʼ ὥρης μὲν Πυρόεις κατόπισθεν ἕπηται,
  3. φῶτα δʼ ἄρʼ ἀλλήλοισι φαείνηται διάμετρα
  4. ἢ τετράγωνα, σίνεσσι δυσαλθήτοις μογέουσιν,
  5. ὡς καὶ ἐπεσβολίῃσι θεοὺς στοβέειν ἐπὶ νούσῳ.
  6. 58
  7. ἀλλʼ εἰ μὲν Ζεὺς τοῖσι φίλος καὶ μάρτυρος εἴη,
  8. κινδύνων ῥύεταί τε καὶ ἐκ καμάτων ἐσάωσεν·
  9. ἀντία δὲ Ζηνὸς λεύσσων Κρόνος ἄλγεα τεύχει
  10. ἕξειν δυσπονίην τε, σίνη δὲ χερείονα δῶκεν.
  11. Τόσσα μὲν ἀμφὶ νόσων, ἐπὶ δʼ εἴκελα τοῖσι δύναιτʼ ἂν
  12. φράζεσθαι μάλα πολλὰ νόῳ πεπνυμένος ἀνήρ·
  13. λέξω δʼ αὖ μετέπειθʼ, ὡς ἐκ κτεάνων τεκαὶ ὄλβου
  14. Αἶσα κακὴ κρυερὴν πενίην ἐπὶ φῶτας ἀγινεῖ.
  15. κλήρων ἐξελάουσι βροτοὺς Φαίνων Πυρόεις τε,
  16. ὃς μὲν πρόσθεν ἰὼν Ὑπερίονος, ὃς δέ τʼ ὄπισθεν.
  17. ταῦτα δὲ καὶ μεσάτου ῥέζει κλίνας ἀπὸ κέντρου
  18. ἀστήρ, οὗγε δόμος κεδνὸς τόδε κέντρον ἐτύχθη.
  19. ναὶ μὴν καὶ Πυρόεις βεβαὼς ζώῳ βιότοιο
  20. ἐξόπιθʼ ὡρονόμοιο πατρώια πάντʼ ἐκέδασσεν·
  21. ἔξοχα δʼ εἴ κ’ αὐτῷ συνέῃ κερόεσσα Σελήνη.