Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἢν δʼ ἐπὶ συνδέσμου Μήνη θέῃ Ἄρεος ἄντα
  2. ἢ τετραγώνου ἐόντος, ἀνιηρῷ τότε φῶτες
  3. οἴστρῳ ἐπ’ εἰδώλοις κενεοῖς νόον ἐπτοίηθεν.
  4. εἰ δὲ Σεληναίης Πυρόεις καθυπέρτερος εἴη,
  5. ἢ ὅγε δὺς ὑπʼ ἐκείνῃ ἔῃ, συνοχῇσιν ἔδησεν.
  6. εὖτε δὲ καὶ Φαίνων Μήνῃ ἐπιμάρτυρος εἴη,
  7. ὑστάτιον θανάτοιο βίῃ τέλος ἐξανύουσιν.
  8. ἔξοχα δʼ αὖτε σινοῦσι βροτοὺς πληγῇσι σιδήρου
  9. νούσοις ἱερῇσιν Ἄρει Μήνη συνιοῦσα
  10. τέτρασιν ἐν κέντροισι καὶ ἀντιόωσʼ ἐπὶ κέντροις.
  11. εἰ δέ τε καὶ Φαίνων ὀλοὴν ἀκτῖνα βάλῃσιν,
  12. ἄχθεσιν ἢ λάεσσι δόμων τʼ ὀροφῇσιν ἔθλιψεν.
  13. εἰ δέ τʼ ἀπʼ ἀκτίνων Ἄρεος φεύγουσα Σελήνη
  14. Βαίνοντι κρυόεντι συνάπτοι δερκομένοιο
  15. Στίλβοντος, δειναῖς νεύρων νούσοισι χαλέπτει.
  16. ἀργαλέοις δὲ σίνεσσι βροτοὶ κάμνουσι, καὶ Ἄρης
  17. ὁππότε δύνῃσιν, Μήνης σὺν τῷ κατιούσης
  18. καὶ Κρόνου αἰπυτάτοιο γονῆς ὥρην ἐφέποντος.
  19. εἰ δέ τε Μήνην μὲν Φαίνων, Τιτῆνα δὲ Θοῦρος
  20. λεύσσειεν κατέναντʼ ἢ μαρτυρέοι τετράγωνος,