Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἢ ναύταις ὀλοαῖς ὑπʼ ἰωκαῖς κῆρας ἄγοντας
  2. ῥέζει, ἀτὰρ θανάτοιο τέλος τετληότας αἰνόν,
  3. πρίν τε θανεῖν κρυερῇσι δαἴζομένους ὀδύνῃσιν.
  4. ὁππότε δʼ αὖτʼ οἴκους μοιρῶν θʼ ὅριʼ ἀλλάξωσιν
  5. 54
  6. ἀλλήλων Κύπρις τε καὶ εὐφεγγὴς θοὸς Ἑρμῆς,
  7. αὐλῶν ἢ κιθάρης ἢ ἀοιδῆς εὐρύθμοιο
  8. ἠὲ καὶ ὀρχηθμοῦ βητάρμονας ἴδριας ὄντας
  9. θήκαντ, ἢ χλεύῃσι λάλοις μάχλοις τʼ ἐπέεσσιν
  10. τέρποντας, τραγικῆς τε βαρυβρόμου ἵστορας οἴμης,
  11. αἰὲν ἐπʼ εὐρυχόροισιν ἀλωομένους θυμέλῃσιν.
  12. εἰ δέθʼ ὅροις Ἑρμοῦ Τιτάν, αὐτός θʼ ἅμʼ ἐκείνῳ
  13. Ἑρμείης φαίνηται, ἀεθλητῆρας ἔτευξεν.
  14. κἢν μὲν δὴ τούτοισι συνῇ καλὴ Κυθέρεια,
  15. κυδάλιμοι νίκῃσι πολυστεφέες τʼ ἐγένοντο·
  16. εἰ δὲ Κρόνος κατέναντʼ ἐπιμάρτυρος ἢ τετράγωνος
  17. ἠὲ συνὼν φαίνηται, ἐπὶ χθόνα πᾶσαν ἀλῶνται
  18. ἀστεφέες ψαφαροῖς τε μάτην σταδίοισι μογεῦντες.
  19. ὡρονόμον δʼ ἀκτῖσιν ἑαῖς λεύσσουσα Κυθήρη
  20. ἐκ πυρὸς ἢ πολιοῖο τέχνας ὤπασσε σιδήρου.
  21. ἢν δʼ Ἑρμῇ χῶρον καθʼ ἑὸν βεβαῶτι συνάπτῃ