Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. αὐτὰρ ἐπαντέλλῃ Παφίη, τοίους ἀνέφηναν,
  2. πρὸς δʼ ἔτι καὶ πάσης τέχνης ἄρχοντας ἐν ἔργοις,
  3. ὄργανα θέσκελʼ ἑαῖς πολυμηχανίῃσι τελοῦντας.
  4. Zηνὸς δʼ ἐν καθύγρῳ ζώῳ βροτῷ ὡρονομοῦντος
  5. ἤν Φαίνων ἐφέπηται, ἁλίπλαγκτόν περ ἔθηκαν
  6. ἐμπορίῃ νηός θʼ ἡγήτορα ποντοπόροιο.
  7. εἰ δʼ Ἑρμῆν λεύσειε Κρόνος σφετέροις ἐν ὅροισιν
  8. αὐτὸς ἐὼν ἢ ζῶον ἔχων ἑόν, ἐξετέλεσσαν
  9. γειοπόνους, ξείνοισι γεγηθότας οὐκ ἰδίοισιν
  10. μούνοισιν, μισθοῦ δὲ καὶ ἄλλων κλῆρον ἔχοντας.
  11. ξυνὴν δʼ ἐξανύοντες ὁδὸν Φαίνων Κυθέρη τε
  12. καὶ Θοῦρος θείῃσιν ἐπιπνοιῇσι μογεῦντας
  13. θῆκαν καὶ μανίῃ μακάρων ἄπο φοιβάζοντας.
  14. ἀλλήλωνδʼ ἐπιβάντες ὅροις Φαίνων Πυρόειςτε
  15. δείκηλον κατὰ ταὐτὸν ἢ ἀντιπέρην βεβαῶτες
  16. θήκας τεκταίνοντας ἀποφθιμένοισι βροτοῖσιν
  17. ἠὲ πυραῖς μαλερῇσι νεκροὺς αἴθοντας ἔτευξαν,
  18. ἢ θρηνοῦντας ἀεὶ κεραοῖς ἐπιτύμβιον αὐλοῖς.
  19. εἰ δʼ Ἑρμῆς τούτοις ἐπιμάρτυρος ἠὲ κατʼ αὐτὸ
  20. ζῶον ἔοι, κλῶπας, ληίστορας, ἀνδροφονῆας,