Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἤν δὲ καὶ Ἑρμείης τοῖσιν συμμάρτυρος εἴη,
  2. ἄχθεα θαυματὰ χερσὶ καὶ ὤμοισιν φορέοντας
  3. ἱπταμένους γυίοις ἐναλίγκιον ὀρνίθεσσιν,
  4. 52
  5. πιλναμένους τε νέφεσσιν ἐπʼ ἠνεμόεντι πετεύρῳ.
  6. ἐν δʼ ἄρα δεικήλῳ βροτοειδέι σύν Πυρόεντι
  7. Ἑρμείης βεβαὼς παίδων πρηκτῆρας ἔθηκεν
  8. αἰὲν ἀλωομένους ξείνης ἐπὶ πείρασι; γαίης,
  9. πόντον τʼ ἐξανύοντας ἐπʼ ἐμπορίαις θαμινῇσιν,
  10. ἢ παίδων φύλακας φρουρούς θʼ ἥβης ἐρατεινῆς.
  11. ἢν δʼ αὐτοὺς Κρόνος αἰνὸς ἐπὶ ζώου πτερόεντος
  12. δέρκητʼ, ἠὲ καὶ αὐτοὶ ἐνὶ πτερόεντι πέλωνται,
  13. ἰχθυβόλους τεύχουσʼ ἀλίων δεδαηκότας ἔργων,
  14. ὀρνίθων τε θοῶν θηρήτορας ἠὲ τιθηνούς,
  15. οὓς δὲ καὶ ὠμοβόρων θηρήτορας ἠὲ τιθηνούς,
  16. δαμναμένους τιθασοῖσιν ὑπʼ ἤθεσι πρηΰνοντας.
  17. εἰ δὲ μέσον κέντρον Πυρόεις Φαίνων τʼ ἐφέποιε,
  18. μοίραις δʼ, ἅς κε θέωσʼ αὐτοί, ἑτέροιο τύχοιεν,
  19. μηδέ τις εὐεργῶν κείνων χῶρον καθορῴη,
  20. τέχνῃσιν μυσαραῖς λυγρὸν βίον ἐξανύουσιν·
  21. ἤτοι γὰρ νέκυας βλαβερῇ πνείοντας ὑπʼ ὀδμῇ