Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. δαίδαλά τʼ ἐκτελέοντες ἀπὸ πριστοῦ ἐλέφαντος·
  2. ζώοις δʼ ἐν πανύγροισι λοετροχόοι, ὀχετηγοί,
  3. εἰνοδίην κόπρον τε καὶ ὄνθον δηθὰ φέροντες,
  4. κοσμῆται κήπων ἄντλοις ὕδωρ φορέοντες·
  5. εἰ δὲ μεσουρανίῳ κέντρῳ Ζεὺς μάρτυρος εἴη
  6. τετραπόδων ζώων κείνων ὀδὸν ἐξανυόντων,
  7. ἠὲ Κύπρις, ἑτέροις ἔργα πρήσσουσιν ὕπερθεν
  8. αὐτοὶ ἐφεστηῶτες ἐυκτέανοι τελέθουσιν.
  9. ταῦτα δʼ ἄρʼ ἀμφιέπουσι καὶ ἢν κλίνωσʼ ἀπὸ κέντρων
  10. ἀστέρες, ἀλλ’ ἐν ὅροις Μήνη Φαίνοντι συνάπτοι.
  11. Τιτὰν δʼ οὖ Πυρόεις τε δεδορκότες Ἀφρογένειαν
  12. ἱστουργοὺς τεύχουσιν ἐυννήτοισι μίτοισιν
  13. φάρεά θʼ ὑφανόωντας, ἢ οὖ ῥυπόεντα πλυνοῖσιν
  14. εἵματα καλλύνοντας, ἢ ἰσχαλέαις βελόνῃσιν
  15. ῥωγαλέους πέπλους ἀσκηθέας ἐκτελέοντας.
  16. ἢν δὲ Κρόν ον Στίλβων ἐσίδῃ σὺθ Ζηνὶ βεβῶτα,
  17. ἀθανάτων ζακόρους σηκῶν θʼ ἀγίων ἱερῆας
  18. τεύχει, μαντοσύνας ζαθέης φαίνοντας ἀπʼ ὀμφῆς.
  19. σὺν δʼ Ἄρηι Κύπρις καὶ ἅμʼ Ἡελίῳ παρεοῦσα
  20. αἰθροβάτας τεύχει, σχοίνοις τρίβον ἐξανύοντας.