Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἐς λίβα δερκόμενος Πυρόεις, ἰαίνων δʼ ὑπόγειος.
  2. ἢν περ μὴ Φαέθοντος ὑπʼ ἀκτίνεσσιν ὁρῶνται,
  3. δηναιὸν μόχθοισιν ὑπʼ ἀλγεινοῖς μογέοντας
  4. τεύχουσʼ, ἀχθοφόρων ζώων βίοτον τελέοντας.
  5. ἐν δέ τʼ ἰσημεριναῖς χηλαῖς Στίλβων ἰδὲ Κριῷ
  6. 50
  7. αἰπυτάτῳ κέντρῳ βεβαὼς ὀλοῷ σὺν Ἄρηι
  8. ἐν χοάνοις χρυσόν τε καὶ ἄργυρον αἰγλήεντα
  9. τήκοντας ῥέζει καὶ ἀμοιβαίοιο χαράκτας
  10. σήματος· εἰ δέ κε τοῖσι καὶ Ἐέλιος συνέπηται,
  11. ἀσσοτέρας μαλεροῖο πυρὸς τέχνας μογέουσιν,
  12. χαλκὸν μαλθάσσοντες ἰδʼ ἠερόεντα μόλυβδον,
  13. ἄκμοσί τʼ ἐξέλκοντες ἔτι ζείοντα σίδηρον.
  14. εἰ δʼ ἄρα καὶ Φαίνων τοῖσιν συμμάρτυρος εἴη,
  15. ἔνδον ἐφεζομένους παίδων ἡγήτορας ἔρδει.
  16. αὐτὸν δʼ εἴ κε Κρόνον Ζεὺς ἔμπαλιν ἀθρήσειεν,
  17. ἤν καὶ ἄμʼ Ἑρμείῃ τε καὶ ἄλλοις Κύπρις ὁρῆται,
  18. ἐξ ἔργων τοίων πλοῦτον καὶ κτῆσιν ἄροντο.
  19. εἰ δʼ ἄρʼ ὑπὲρ κέντρου Μήνη Στίλβοντι συνάπτοι,
  20. ἤν περ ἅμʼ Ἑρμείῃ καὶ καλλίκομος Κυθέρεια
  21. φαίνηται, καὶ Ζηνὸς ὑπʼ ἀκτίνεσσιν ὁρῷτο,