Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἑζομένους, ὅθι τʼ αἰὲν ἀμείβεται ἀργύρου αἴγλη.
  2. εἰδώλοις δʼ ἐν ὑγροῖσι Κρόνον καὶ φοίνιον Ἀρην
  3. ξυνὴν ἐξανύοντας ὁδὸν Τιτὰν ὅτε λεύσσῃ,
  4. πλωτῆρας νηῶν τε κυβερνητῆρας ἀρίστους
  5. τεύχει, Ζῆνα δʼ ὁρῶν, καί τʼ ἀπταίστους ἐνὶ πάτρῃ.
  6. χρυσοφαὴς δʼ Ἑρμῆς καὶ παμφαίνουσʼ Ἀφροδίτη
  7. ὁππότʼ ἂν ἀλλήλων οἴκοις φαίνωνται ἐπόντες
  8. ἢ καὶ ἐναλλάγδην ὁρίων μοίρῃσι βεβῶτες,
  9. μολπῇσιν γλυκερῇσι μεμηλότας ἄνδρας ἔτευξαν,
  10. ἢ λιγυρῆς κιθάρης ἐπιίστορας ἠδὲ καὶ αὐλῶν.
  11. ταῦτα δʼ ἄρʼ ἐκτελέουσι, καὶ ἤν ξυνὴν ἀνύωσιν
  12. οἶμον, τοῦ μὲν ἐπόντος ὅροις, τῆς δʼ αὖτε κατʼ οἶκον.
  13. μεσσοτάτῳ δʼ εὖτ’ ἂν κέντρῳ Θοῦρός τε καὶ Ἑρμῆς
  14. ἕσπωνται κατόπισθε, παλαίστρης ἔργʼ ἐφέποντας
  15. ἢ σθεναροὺς ῥοπάλοις τε γεγηθότας ἐξετέλεσσαν.
  16. εὖτʼ ἄν δʼ ὡρονομῇ Κυθ έρη, Φαέθων δέ τε δύνῃ,
  17. ὑψιφαὴς δὲ Κρόνος κέντρῳ φαίνηθʼ ὑπογείῳ,
  18. θεσπιστὰς θεόληπτα μεμηνότας αἰὲν ἔθηκαν.
  19. ταὐτὰ δʼ ἄρʼ ἐκτελέουσιν ὁμοῦ Κύπρις τε καὶ Ἄρης
  20. κέντρῳ ὕπερθʼ ὥρης ἢ καὶ δύνοντι βεβῶτες.