Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Φαίνων ὡρονομῶν, Ἑρμοῦ δύνοντος ἔναντα
  2. καὶ Μήνης μεσάτοιο φαεινούσης κατὰ κέντρου,
  3. δεικήλων ξεστῶν καὶ ἐπʼ ἀνθηραῖς λιθάκεσσιν
  4. σφρηγίδων γλυφέας τεύχει, τοὺς δʼ αὖτʼ ἐπὶ χαλκῷ
  5. ἢ χρυσῷ δαιδάλματʼ ἢ ἀργύρῳ ἐκτελέοντας
  6. εἰκέλια ζώοισιν ὑπὸ γλαφυρῇσι τορείαις,
  7. ο καὶ ἐπὶ σφετέρῃσι τέχναις μέγα κῦδος ἄροντο.
  8. εὖτ’ ἂν δʼ ὡρονομῇ Φαίνων, ζώων δʼ ἀνὰ μέσσον
  9. Ἑρμείης ἐφέπῃ, τῷ δὲ Ζεὺς μάρτυρος εἴη,
  10. ῥητῆρας μύθων ἀγαθούς σοφίῃ τε μάλʼ αἰεὶ
  11. εὐπρεπέας τελέουσι καὶ ἡγητῆρας ἀρίστους
  12. παιδείης· τῶν δʼ αὖτε καὶ ἀλλοδαπῆς ἄπο πολλοὶ
  13. εἰσαΐουσι νέοι, ποτὲ δʼ αὐτῶν παῖδες ἀνάκτων,
  14. ὧν ἄπο χρήματα πολλὰ κλέος τʼ ἄσβεστον ἕλοντο.
  15. ἐν δʼ ὥρῃ Στίλβων βεβαώς, δύνοντι δὲ Μήνη ---
  16. ἀφνειοὺς γλυκερῷ τε μέγα βρίθοντας ἐν ὄλβῳ·
  17. δυομένοισι δὲ φωσὶ χρεῶν νωμήτορας ἄνδρας,
  18. 49
  19. οὕς δὲ καὶ ἀλλοτρίων κτεάνων ἰθύντορας ἔρξαν·
  20. καὶ δὲ καὶ ἐν τροπικοῖς μὲν ἑῆς πάτρης διέποντας
  21. χρήματʼ ἰδὲ ξυνὸν πλοῦτον· στερεοῖσι δʼ ἐπόντες