Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἀνὴρ καί κʼ ἀπὸ τῶνδε, τὰ δὴ λίπον, ὦκα φράσαιτο·
  2. ἐξῆς δʼ ἡμετέρῃσιν ἀοιδῇσιν καταλέξω,
  3. ὅσσους ἱμερτῆς παίδων φύτλης ἀπάμερ σαν
  4. ἀστέρες, ἡδʼ ὅσσας ἀτόκους τεύχουσι γυναῖκας.
  5. ὁππότʼ ἂν ἐν ζώοισι Κρόνου καλὴ Κυθέρεια
  6. φαίνηται, αὐτὸς δὲ Κρόνος διάμετρος ὁρῆται,
  7. νωθροὺς ἐς φιλότητα καὶ ἀσπέρμους μάλα τεύχει.
  8. καὶ δʼ ὁπότʼ ἄν Φαίνων τε καὶ Ἄρης Ἀφρογενείης
  9. οἶκον ἐπέρχωνται, Κύπριδος τετραγώνου ἐούσης
  10. ἢ τοὺς ἀντιπέρηθεν ἑαῖς ἀκτῖσιν ὁρώσης,
  11. εὐνοῦχοι τελέθουσι γονῆς ἐς πάμπαν ἄμοιροι.
  12. 46
  13. ὣς δʼ αὔτως, κἤν Κύπρις ἐνὶ Κρόνου οἴκῳ ὁδεύῃ,
  14. σὺν δὲ Κρόνῳ Πυρόεις κείνης δόμον ἀμφιπολεύῃ,
  15. Ἑρμῆς δὲ ζῶον κατέχῃ Κρόνου ἠδέ τʼ Ἄρηος,
  16. εὔνιδες οἱ μάλα τοι τεκέων ἄγονοί τε πέλονται.
  17. ναὶ μὴν καὶ Στίλβων εὖτ’ ἂν μεσάτῳ περὶ κέντρῼ
  18. στείχῃ, τῷ δʼ ὀλοὸς Φαίνων κατένανθʼ ὑπόγειος,
  19. ἀλλήλαις δʼ αὖ Μήνη ἰδʼ Ἀφρογενὴς τετράγωνοι,
  20. καὶ τὴν μὲν Φαίνων, Μήνην δέ τʼ Ἄρης δεκατεύῃ,
  21. γείνοντʼ ἠὲ γονῆς τητώμενοι, ἠὲ δίμορφοι