Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἀστέρες ἐσ θ λοδόται ζωῆς δωτῆρες ἔασιν,
  2. ἤτοι ὑπὲρ κέντρων καὶ ὁμοῦ Μήν ῃ βεβαῶτες,
  3. 40
  4. ἢ σελάεσσ’ ἐπιδερκόμενοι Μήνην τε καὶ ὥρην,
  5. ἢ κέντρων κατόπισθεν ἐπʼ ἀμφοτέρῃσιν ἐόντων
  6. Φαίνοντος καὶ Ἄρηος, ἀπόστροφον ἀκτίνεσσιν
  7. βαινόντων σελάων τε καὶ ὥρης, ἠέ θʼ ἑοῖσιν
  8. σύμφωνον δρόμον ἐν ζώοις φίλιόν τʼ ἀνυόντων.
  9. παισὶν δʼ αὖ πᾶσιν, τοῖσιν ζωὴν πόρε Μοῖρα,
  10. ἀμφὶ τροφῆς μαζοῦ καὶ νηπιέης ἀλεγεινῆς
  11. ζῶ ον σημαίνει, τό κε δὴ Μήνης πέλας εἴη,
  12. ᾧ ἔνι δὴ κείνη τριτάτην ἐπινίσσεται ἠῶ.
  13. Τόσσα μὲν ἀμφὶ τροφῆς παί δων, πολέων ἄπο βαιά,
  14. ἥεισ’· ἐξείης δὲ γάμου πέρι νῦν ἐνέποιμι,
  15. ἀστέρες οἷον ἕκαστος ἀεὶ φαίνουσι κελεύθοις.
  16. εὖτʼ ἂν γεινομένοιο βροτοῦ Μήνη μὲν ἐπείη
  17. αἰπυτάτῳ κέντρῳ, Κυθέρη δʼ ὑπόγειος ὁρῆται,
  18. τῆμος ὁμογνήτοις γενεῆς τʼ ἄγχιστα συνεύνοις
  19. ζεύγνυνται, πολέσιν δʼ ὁμογάστριοι ἐς λέχος ἦλθον
  20. νύμφαι. τοῦτο δὲ δρῶσι, καὶ ὁπόταν Ἀφρογενείῃ
  21. Ἑρμείῃ τε θοῷ ξυνὴν ὁδὸν ἐξανύωσιν ---