Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- ἀστασίας δʼ ὑπόγειος ἐὼν λεχέων ἐτέλεσσεν,
- ἠδὲ γάμων ταραχὰς καὶ χηροσύνας, ποτὲ μέν τε
- ἐν ξείνῃ ποσίων, ποτὲ δʼ αὖ μεγάροισιν ἐόντων.
- καὶ δʼ ἔτι καὶ δύνουσα κακὴ περὶ λέκτρα γυναικῶν·
- ἢ γὰρ ἀποζεύγνυσι συνεύνων, ἢ πολυκοίνους
- δῶκ’ ἀλόχους, ὧν δὴ θάμʼ ἐπασχάλλουσιν ἐφʼ ὕβρει·
- καὶ δʼ αὐτοὺς φήμῃσι κακαῖς νεότητος ἐν ὥραις
- ἀμφέβαλεν, μάχλους τʼ ἐς ἀεικέα θήκατο κύπριν,
- ἀλλοτρίων τε μέλαθρον ὀπιπεύουσι γυναικῶν.
- Ἑρμης δʼ ἀντέλλων μὲν ἐφʼ ὥρης εὐκλέας ἄνδρας
- καὶ πολλῆς σοφίης ἐπιίστορας ἐξετέλεσσεν·
- πολλάκι καὶ προδαῆναι ἐνὶ πραπίδεσσι βροτοῖσιν
- πείρατα μελλόντων δωρήσατο, καί θʼ ἑτέροισιν
- θεσπίζειν φήμῃσιν ὀνείρασί θʼ, ἅ σφισιν αὐτοὶ
- ὀρφναίην κατὰ νύκτα βαθὺ κνώσσοντες ἴδωνται.
- ἐν δὲ μεσουρανίῳ θνητοῖς ἔργ’ ὤπασε κέντρῳ· ρῳ·
- ἤτοι γὰρ σοφίης βίοτον καλάμοιό τε γραπτῶν
- πρῆξιν ἔδωκ, ἢ παισὶν ὑφηγητῆρας ἔφηνεν
- παιδείης, τοὺς δʼ αὖτὲ τραπέζης ἀργυραμοιβοῦ
- εἷσεν ὕπερ, πολέσιν δὲ τέχνας ἡρμόσσατο χειρός.
24