Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ὕψι δʼ ἐπεμβεβαὼς μέσον οὐρανὸν ἄλλοτε μέν τε
  2. τέχνας δῶκε βροτοῖσι βαναύσους ἔργα βίοιο·
  3. ὁππότε δʼ εὐεργῶν ἐπιμαρτυρίῃσι σὺν ἄστρων
  4. 23
  5. δέρκηθʼ, ἡγεμόνας θῆκε φρουρούς τε τυράννων,
  6. εὔθηκτον φορέοντας ἑὸν περὶ σῶμα σίδηρον,
  7. ἐν πόλεσιν δήμοισί τʼ ἀριπρεπέας πολιούχους·
  8. ἐξαπίνης δʼ ἔσφηλεν ἐς οὐρανὸν αἰπὺν ἀείρας
  9. δειλαίους φῶτας ποτὶ Τάρταρον ἠερόεντα·
  10. ἤτοι γὰρ φυγάδας φιλίης ἐξήλασε πάτρης,
  11. ἢ ζωῆς ἀπάμερσε φίλης κρυόεντι σιδήρῳ,
  12. ἢ πόμα φαρμακόεν πιέειν κατένευσεν ἐν οἴκοις.
  13. ὡρονομοῦσα δʼ ἀεὶ Κυθέρηκαλοὺςμὲνἰδέσθαι
  14. ῥέζει, καὶ χαρίεντας ἰδʼ ἱμερόεντας ἔπεσσιν,
  15. ἀφνειοὺς βιότῳ καὶ ἀγακλέας ᾗ ἐνὶ πάτρῃ,
  16. κυδαίνει δὲ τεκοῦσαν ἄγαν τʼ ἀρίδηλον ἔθηκεν.
  17. καὶ δὲ μεσουρανέουσα τάδʼ ἔρδει, πρὸς δὲ καὶ ἔρνοις
  18. τρισμάκαρας τεύχει, τοῖς δʼ αὖτʼ ἀλόχων γάμον ἐσθλῶν
  19. ὤπασεν, ἐν δὲ δόμοις κλεινὸν βίον ἠέξησεν·
  20. καὶ δὲ γυναικείοισιν ἐπ ἔργοις δηθάκις ἄνδρας
  21. ἵδρυσʼ, ᾧ καὶ χρήματ’ ἰδὲ κτῆσιν πόρεν ὄλβου.