Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἔξοχα δʼ αὖτε τρίγωνοι, ἐπεὶ τόδε πάμπαν ἄριστον
  2. σχῆμα πέλει φαύλοις τε καὶ ἐσθλοῖς ἀστράσι πᾶσιν.
  3. εἰ δὲ καί, οἷς ἐπέοικεν, ἐνὶ ζώοισι φανείη
  4. ἄμφω φάεα καλά, τὸ δʼ αὖ πολύ φέρτατόν ἐστιν.
  5. πάντων μὲν γὰρ ἄριστον ἐνὶ ζώοισι παρεῖναι
  6. ἄρσεσι μὲν Τιτῆνʼ, ἐν θηλυτέροισι δὲ Μήνην·
  7. προσφιλέες γὰρ ἀεὶ καὶ μείλιχοι ἐξεγένοντο,
  8. ἔργα τε ῥηιδίως καὶ πρήξιας ἐξετέλεσσαν.
  9. εἰ δέ τʼ ἐν ἀρσενικοῖς ἄμφω κλυτὰ φέγγεʼ ὁρῷτο,
  10. 34
  11. ὠμούς, ἀστεμφεῖς, ἡδ’ ἀτρέπτους ἐσίδοιο
  12. γεινομένους, οὐδʼ ὅσσον ὑπείκοντας νόῳ ἄλλοις.
  13. ὅσσοι δʼ οὖ Μήνην μὲν ἐν ἄρσενι, θηλυτέρῳ δὲ
  14. ἴσχουσʼ Ἠέλιον, τοῖσιν δʼ ἄρα πρήξιες ἔργων
  15. ἄλλως ἐξανύονται ἢ ὡς φρεσὶν ᾗσι μενοίνων·
  16. αὐτοὶ δʼ ἀπρόκοποι, πάμπαν τʼ ἐπαρίστεροι ἄνδρες.
  17. θήλεσι δʼ ἐν ζώοις ἄμφω κλυτὰ φῶτα φανέντα
  18. δειλούς, πανταρβεῖς, ἑτέροις ὑποπεπτηῶτας ---
  19. θηλύτεροι πραπίσιν, βιότῳ δʼ ἔνι πάμπαν ἄπρηκτοι,
  20. ἀλλοτρίης γαίης καὶ ἀλητύος ἰμείροντες.
  21. ἀλλὰ τόδʼ ἔμπαλιν ἐσθλὸν ἔφυ κεδνῇσι γνναιξίν·