Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. νείκεα γὰρ γραπτῶν ἕνεκεν κρίσιάς τ ἐπιπέμπει,
  2. 33
  3. καὶ δόμον ἐξαπίνης κενεὸν βιότου ἀνέφηνεν·
  4. δηθάκι καὶ δεσμοὺς ἐπάγουσ’ ὀλοοῖσιν ἐπʼ ἔργοις.
  5. ἀλλὰ τρίγωνοι ἐόντες ἐχέφρονας ἐκτελέουσιν
  6. καὶ πυκιναῖς πραπίδεσσιν ἐναίσιμα μητιόωντας.
  7. φαιδρὸς δʼ Ἑρμείης καὶ πασιφαὴς Ἀφροδίτη
  8. ξυνὴν ἐξανύοντες ὁδὸν μάλʼ ἄριστοι ἔασιν·
  9. ὄλβον μὲν πρώτιστα δόσαν, μετέπειτα δὲ μύθων
  10. πειθὼ καὶ φιλίην ἀγαθὴν τιμὴν τʼ ἐνὶ δήμοις·
  11. πρὸς δʼ ἔτι παντοίης μούσης ἐπιίστορας ἄνδρας
  12. τεύχουσιν, μολπῇσί τʼ ἀγαλλομένους καὶ ἀοιδῇ. ---
  13. εἰ δέ κε λεύσσωσιν Μήνην καὶ Ζῆνα φέριστον,
  14. καὶ στέφεσιν κύδηναν, ἀγακληεῖς τʼ ἐνὶ λαοῖς
  15. ἐξαίτοις γεράεσσιν ἀέθλων εἵνεκ’ ἔθηκαν.
  16. εἰ δʼ ἔτι καὶ Πυρόεις τούτοις ἐπιμάρτυρος εἴη,
  17. γίνονται σταδίοισι παλαισμοσύνῃσί τʼ ἄριστοι,
  18. πυγμαχίῃσί τʼ ἀγασθενέες πληγῇσί τε χειρῶν,
  19. καὶ θαμιναῖς νίκῃσιν ἀγάλλονται κατʼ ἀγῶνας.
  20. καλὴ καὶ Μήνη καὶ πανδερκὴς Ὑπερίων
  21. ἀλλήλους ὁρόωντες ἐναντίοι ἢ τετράγωνοι, ---