Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. οἱ δʼ ἄρʼ ἀπʼ ἐμπορίης ἐσθλῆς βίοτον συνάγειραν,
  2. κέρδεα δὲ σφετέρων καμάτων ἅλις ἐκτήσαντο,
  3. ἄλλοι δʼ οὖ κόσμων ἐπιίστορες ἢ διὰ γραπτῶν
  4. ἰδμοσύνης ἐρίτιμοι ἀγακληεῖς τʼ ἐγένοντο,
  5. οἱ δʼ ἄρα καὶ παίδων ἡγήτορες, ἐν σοφίῃ τε
  6. πολλὸν ἀριπρεπέες μύθων ὑποφήτορες ἐσθλῶν.
  7. εἰ δʼ ἄρα τούσδε Κ ρόνος μαλεραῖς ἀκτῖσιν ἀθρήσῃ,
  8. πρήξεσιν ἐν τοίῃσιν ὑποδρήσσοντας ἔθηκεν.
  9. εἰ δʼ Ἄρης συνίῃσιν ὁμοῦ καλῇ Κυ θερείῃ,
  10. ὑβρισταὶ λεχέων τε καὶ ἀλλοτρίων ὑμεναίων
  11. γίνονται, ἀναφανδὰ μάλʼ ἐκτόλμως τάδε δρῶντες·
  12. καὶ δὲ σύνευνοι τῶνδε πολυκλινέες τελέθουσιν,
  13. ῥηιδίως φιλότηθʼ ἑτέροις κυθέρης ὀρέγουσαι.
  14. εἴκελα καὶ δʼ ἄλλαις ἐπιμαρτυ ρίαις τελέουσιν.
  15. εἰ δὲ καὶ Ἑρμείης ἐρατὸς σύν τοῖσδε φανείη,
  16. τῶν ἕνεκεν κρίσιές τε μάχαι τʼ ἀγορῇσι πέλονται·
  17. οἱ δ καὶ αἴσχρ ἔτλησαν ἐν ἀλλοτρίοισι δόμοισιν
  18. ληφθέντες, φήμη δὲ κακὴ περιδέδρομεν αἰεί.
  19. ἢν δʼ Ἑρμῇ τετράγωνος ἢ ἀντίος ἢ κατὰ χώρην
  20. τ ὴν αὐτ ὴν Θοῦρος τροχάῃ, μάλα λυγρὸς ἐτύχθη·