Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. δῶκε καὶ εἰναλίην κτῆσιν νηῶν πολυφόρτων,
  2. καὶ πρήξεις ἀγαθάς, καὶ δʼ αὖ μέγα κῦδος ἐπʼ ἔργοις,
  3. καὶ λιπαρὸν γῆρας μέχρις ὑστατίου θανάτοιο.
  4. ἀλλʼ Ἄρης τετράγων ος ἢ ἀντιπέρηθεν ἀθρήσας
  5. ψυχρότατον Κρόνον ὄντα κακὸς κακοῦ ἀντίον ἑστὼς
  6. ἢ καὶ ὁ ὁμοῦβαίνων, δεινάς τʼ ἄτας ἐπιβάλλει,
  7. καὶ πενίην δυσάλυκτον ἄγει δειλοῖσι βροτοῖσιν,
  8. ἔξοχα δʼ εἴ γε σὺν Ἠελίῳ βεβαῶτες ὁρῷντο·
  9. τῆμος γὰρ πτωχοὶ πανδήμιοι ἰνδάλλονται
  10. ὀθνείῃσι θύρῃσιν ἐφεστηῶτες ἀνάγκῃ,
  11. ἢ καὶ ἐφημερίης δαίτης χάριν αἰνὰ μογεῦντες,
  12. ἄλληκτον καμάτοισιν ὀιζυροῖς φθινύθοντες.
  13. εἰ μὴ δʼ εὐεργῶντις ὁρῴη σχήματα ταῦτα,
  14. καὶ πότμῳ στυγερῷ ζωῆς ἐπὶ τέρμαθʼ ἵκοντο·
  15. ἤτοι ναυφθορίῃ γάρ, ἢ ἐν πελάγεσσιν ἐόντες
  16. ἢ ποταμῷ στυγερῷ, ζωῆς χάριν αἰνὰ μογεῦντες
  17. 30
  18. κύμασιν ἐρραίσθησαν, ἢ ἐν πολέμῳ κρυόεντι ---
  19. ὑπὸ ληιστῆρσιν ἢ ἐν χάρμῃ δορίληπτοι
  20. πέρνανται σφιγχθέντες ἀεικελίοις ὑπὸ δεσμοῖς,
  21. δηθάκι καὶ θήρεσσιν ἕλωρ καὶ κύρμα γένοντο,