Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἢν ἀνίῃ περάτης Τιτάν, δύνῃ δὲ Σελήνη,
  2. ὃ μὲν ὕψι μέσον τέμνῃ πόλον, ἣ δʼ ὑπόγειον
  3. κέντρον ἔχῃ, μάλα φῶτας ἀριγνώτους καὶ ἀγητοὺς
  4. ῥέζουσιν, ποτὲ δʼ αὖ μεγάλους βασιλῆας ἔτευξαν,
  5. ἠὲ πάτρης προὔχοντας, ἢ ἐν δήμοισιν ἀρίστους.
  6. ὥς δὲ καὶ ἢν τάδε κέντρα μεταλλάξαντες ἔχωσιν.
  7. Ἤδη καὶ σύγκρασιν ἀείσω μαρτυρίας τε,
  8. 29
  9. ἠδʼ ὅσʼ ἐπαντέλλοντες ἢ ἀλλήλους ὁρόωντες
  10. ἀστέρες ἔρδουσιν· τὰ γὰρ ἀτρεκίην μάλα φαίνει.
  11. πάντα μὲν οὖν οὐκ ἄν τις ἑῷ φράσσαιτʼ ἐνὶ θυμῷ,
  12. οὐδʼ ἐνέποι· τὰ γὰρ ἄσπετʼ ἀπείριτά τʼ ἐστὶ κατʼ αἴθρην
  13. σχήματ᾿ ἀμειβόντων ἄστρων πολύπλαγκτα κέλευθα·
  14. ὅσσα δʼ ἐπιλέξωσι θεοί, τάδ᾿ ἐγὼ σάφα λέξω.
  15. Ζηνὶ συνών Κρόνος αἰπὺς ἢ εἰσορόων τετρά· γωνος,
  16. ἢ ὅγε καὶ διάμετρος ἀπὸ πλευρῆς τε τριγώνου,
  17. δωρεῖται φιλίην βασιλήιον ἢ καὶ ἄναξιν
  18. εἰκελίων ἀνδρῶν, αὐτοὺς δʼ ἄρα φῆμιν ἀρίστην
  19. ἴσχοντας τεύχει, κοσμεῖ δʼ ὑπ᾿ ἀπείρονι πλούτῳ
  20. καὶ μελάθροις ληίοις τε βαθυκλήροισί τʼ ἀρούραις,
  21. λείαις παντοίαις τ’, ἀγέλαις δμωσίν τʼ ἀναρίθμοις·