Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. μαρμαίρουσα δʼ ἀπʼ ἀντολίης ἐρατὴ Κυ θέρεια
  2. δυόμ ενόν τʼ ἐσορῶσα πυρίγληνον Φαέθοντα
  3. ὄλβον κυδήεντα καὶ εὐκλέα φῆμιν ὄπασσεν,
  4. καὶ γάμου ἱμερόεντος ἐυφροσύνῃσιν ἰαίνει·
  5. τῆμος γὰρ σεμναί τʼ ἄλοχοι τίουσί τʼ ἀκοίτας.
  6. ἐξ ὥρης δʼ ἐσορῶν Ζεὺς Ἑρμείην κατέναντα
  7. κοσμεῖ μὲν πλούτῳ μύθοισί τε καὶ σοφίῃσιν,
  8. ἀσχολίην δʼ ὤπασσ’ ἀφένευς βασιληίου ἀμφίς, ---
  9. πολίων κλήρους καὶ κτήσιας ἀμφιέποντας.
  10. ὣς δʼ αὔτως Ἑρμης ὥρης ὕπερ ὁλκὸν ἀμείβων
  11. τεύχει ἐπʼ ὠκεανοῖο δύσιν Φαέθοντος ἰόντος
  12. εὐόλβους ἔργοις τε καὶ εὐκτεάνοισι τραπέζαις
  13. παίδων θʼ ἡγητῆρας ἢ αὐτῶν θῆκεν ἀνάκτων.
  14. ὥρῃ δʼ ἐμβεβαὼς Πυρόεις δυτικῷ παρεούσης
  15. Ἀφρογενοῦς κέντρῳ φθορέας λέκτρων ἀνέφηνεν
  16. ἀλλοτρίων, ἀλόχους δέ τʼὀπιπεύσαντες ἄγονται
  17. ἐξ εὐνῆς ἑτέρων· αἱ δʼ αὐτοὺς οὔτι τίουσιν,
  18. ἀλλὰ πόθοιο κορεσσάμεναι μάχλου τε κυθήρης
  19. 28
  20. αὖθις ἐπʼ ἄλλα μέλαθρα καὶ ἄλλους ἦλθον ὁμεύνους,
  21. πολλάκι δʼ αὐτοχερὶ σφετέρων ποσίων ἐδάμησαν·