Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. νείκεα καὶ κρίσιας γραπτῶν χάριν ἠὲ μάλʼ αἰνῶν
  2. ἔργων ἴσχουσιν, θωὴν δʼ ἐπὶ τοῖσιν ἔτλησαν.
  3. Zηνὸς δʼ ὡρονομοῦντος, ἐπὴν Ἄρης πάλι δύν ῃ,
  4. οὐχ ὁμαλὸν βίοτον δῶκαν· ποτὲ μὲν γὰρ ἄειραν
  5. ὑψοῦ, κυδαλίμους τε καὶ ἀφνειοὺς μάλʼ ἔθηκαν,
  6. ἄλλοτε δʼ ἔσφηλαν κτεάνων τʼ ἄπο πάμπαν ἄμερσαν,
  7. καὶ καμάτους βιότοιο χάριν μόχθους τʼ ἐπάγουσιν.
  8. ταῦτα δέ, κἢν δύνῃσι, πάλιν Ζ εὺς ὡρονομοῦντος
  9. Ἄρεος ἐξετέλεσσεν ἐπὶ πλέον, οὕνεκα τῆμος
  10. 27
  11. δάκρυα καὶ στοναχὰς φθιμένοις ὤπασσ’ ἐπὶ τέκνοις,
  12. καὶ δʼ ἀλόχοις ἥρμοσσεν ἀεικελίαις, τέκν’ ἀπʼ ἄλλων
  13. ἤδη θρεψαμέναις, ἃ στέρξουσ αὐτοὶ ἀνάγκῃ·
  14. πάντας δʼ αὖτε κασιγνήτους φιλίης ἀπὸ πάτρης
  15. ἄλλον ἐπ’ ἀλλοίης τηλοῦ γαίης ἐκέδασσεν·
  16. μόχθων δʼ ἐς γῆρας προτέρων ἀνάπαυσιν ἔδωκεν.
  17. ἐκ περάτης δʼ ἀνιὼν Φαέθων κατέναντα Κυθήρης
  18. ἐς δύσιν ἐρχομένης πολυόλβους τρισμάκαράς τε
  19. ῥέζει, καὶ μεγάλων ἀλόχων ἥρμοσσε γάμοισιν,
  20. ῥηιδίαις δʼ ἐς κύπριν ἰδὲ ξυναῖς φιλότησιν·
  21. κτῆσιν δʼ αὖτʼ ἰδίην τοκέων ἄπʼ ἄμετρον ἔδωκεν.