Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- εὖτ’ ἂν δʼ ἀντέλλῃ Φσίνων, Πυρόεις δέ τε δύν ῃ,
- πενθαλέοισιν ἑὴν ἄλοχον τύμβοισι καλύψας
- χῆρον δηναιὸν κλαύσει κατὰ δώματα λέκτρον·
- τήνδε καὶ ἐν τροπικοῖς ζώοις θαμὰ τλήσετʼ ἀνίην.
- εἰ δʼ ἄρʼ ἀνερχομένου Ἄρεος Φαἴνων πάλι δύνῃ,
- δυστυχίην μάλα γεινομένοις φαίνουσι κατʼ οἶκον.
- δ υνούσης Παφίης δʼ ὁπότʼ ἂν Κρόνος ὡρονομ ήσ ῃ,
- οὐ μόνον αἰνόγαμοι καὶ δυσκλέες εἵνεχ’ ὁμεύνων,
- ἀλλʼ ἔτι καὶ πατέρες παίδων ἐς πάμπαν ἄπαιδες
- γίνονται· στείρας γὰρ ἢ ὠμοτόκους παρακοίτις
- ἐς θαλάμους εἴρυσσαν, ἰδ’ αἴσχεα πολλὰ τελούσας·
- εἰ δὲ καὶ ἐν τρο πικοῖσιν ἔοι ζώοις κατέναντα,
- οὐχὶ μόνον πιναραῖς ἀλόχοις γάμον ἐζεύξαντο,
- ἀλλʼ αὐτοὶ πρήξεις κυθέρης ἀγάπησαν ἀθέσμους.
- εἴκελα δʼ ἀντέλλουσα πάλιν τούτοις Κυθέρεια,
- πρὸς δύσιν ἐρχομένοιο Κρόνου χαλεποῦ μάλʼ ἐόντος,
- μάχλοις πρεσβυτέραις ἢ καὶ δούλῃσι συνάπτει.
- εἰ δʼ Ἑρμῆς δύνῃσι Κρόνου βεβαῶτος ἐφʼ ὥρῃ
- πένθεα γεινομένοισι τελεῖ δειλοῖς ἐπὶ τέκνοις.
- ἔμπαλι δʼ εἰ Στίλβων μὲν ἀνέρχοιτ’, αὐτὰρ ὁ δύνοι,
26