Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. μητέρα κυδαίνει. δύνουσα δὲ τηλόθι πάτρης
  2. 25
  3. ἀλλοτρίην κατὰ γαῖαν ἀλωομένους θαμὰ πλάζει.
  4. ἐν δὲ με σου ρανίῳ νυκτὸς μὲν ἀρίστη ἐτύχθη,
  5. ἤματι δʼ αὖῦʼ ἥσσων· εἰ δʼ ἐσ θ λοδόται μιν ὁρῷεν,
  6. εὐκλείην πρήξεις τʼ ἀγαθὰς μερόπων ἐτέλεσσεν.
  7. ἐν δʼ ἄρʼ ὑποχθονίῳ κέντρῳ ἀ γαθ οὺς μὲν ὁρῶσα
  8. ἀστέρας ἐσθλὴ ἔφυ δώτειρά τε κευθομένοιο
  9. πλούτου, ἀτὰρ χα λεποὺς ἐπιμάρτυρας εὖτ’ ἂν ἴδῃσιν,
  10. κρυπταδίοισι σίνεσσι καὶ ἄλγεσι φῶτα χαλέπτει·
  11. πολλάκι καὶ πτώσεις ὀρόφων κατὰ κρατὸς ἐφῆκεν.
  12. μοῦνοιμὲν κέντροισι τάδʼ ἐμβεβαῶτες ἔφηναν.
  13. Ἀλλήλους δʼ ὁρόωντες ὑπὲρ κέντρων κάτέναντα ---
  14. ὡρονόμ ου μὲν ὕπερ Φσίνων, Φαέθων δέ τε δύνων
  15. ὁπλοτέροισι κασιγνήτοις θάνατον τελέουσιν,
  16. πρὸς δʼ ἔτι γεινομένοισι χρόνους νεότητος ἀνιγρούς,
  17. ὑστάτιον δὲ χρόνον λιπαρὸν καὶ γῆρας ἐν ὄλβῳ.
  18. ἔμπαλι δʼ ἐν τούτοις κατεναντίον ὡρονομοῦντος
  19. Ζην ὸς καὶ πολιοῖο Κρόνου δύνοντος ἔναντα,
  20. πρεσβυτέροις μὲν πότμος ἀδελφειοῖσι τελεῖται,
  21. εὐδαίμων δὲ φανεὶς πρόσθεν βροτὸς ὕστατα κάμνει.