Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἢν δʼ ὑπόγειος ἔῃ, πινυτὸν νόον ἐξετέλεσσεν,
  2. θῆκεν καὶ σοφίης δεδαηκότας, ἐν βιότῳ δὲ
  3. αἰὲν ὑπʼ ἀλλήκτῃσι μεληδόσι μητιόωντας.
  4. δύνων δʼ ἐν μύθοισι καὶ ἐν πραπίδεσσιν ἀρίὅτους,
  5. καὶ πλούτῳ γηθεῦντας ἀεὶ φήμαις τʼ ἀγαθῇσιν.
  6. εὖτʼ ἂν δʼ ὠκεανοῖο λελουμένος ἀντέλλῃσιν
  7. Τιτάν, ἐν δʼ ὥρῃ κείνῃ βροτὸς ἐς φάος ἔλθῃ,
  8. πατρὸς ἀριγνώτου γεγαὼς τότε φύσεται ἀνήρ,
  9. τιμήεις δέ τʼ ἄγαν καὶ ὑπείροχός ἐστʼ ἐνὶ πάτρῃ
  10. πλούτῳ καὶ κτεάτεσσιν ὑπέρτατος ἐν μερόπεσσιν·
  11. πολλάκι καὶ βασιλῆες ἐν ὥρῃ τῇδʼ ἐγένοντο.
  12. δύνων δʼ Ἠέλιος λαμπροὺς βιότῳ καὶ ἐπόλβους
  13. τεύχει, καὶ πραπίδων μάλʼ ἀριφραδέων ἐπινοίῃ --- ἐνὶ πάτρῃ.
  14. Τιτὰνδʼἐν γενέθλῃ μέσον οὐρανὸν ἀμφιπολεύων,
  15. ἢν μὲν ὑπʼ ἀκτίνεσσ’ ἀ ἀγαθῶν καὶ μαρτυρίῃσιν
  16. κοσμῆται, μεγάλους τε καὶ εὐκλέα ἔργα τελοῦντας,
  17. φαύλῃσιν δʼ αὐγαῖς ὀλοῶν βεβολημένος ἄστρων
  18. ἀκτεάνους τεύχει, λυγραῖς πενίῃσι μογεῦντας.
  19. ἢν δʼ ὑπόγειον ἔχῃ κέντρον, μινύθει πατρὸς ὄλβον.
  20. καὶ δὲ Σεληναίη ὑπὲρ ὡρονόμοιο βεβῶσα