Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἀστέρι μὲν Φαἰνοντος ἐπερχομένη συναφῇσιν,
  2. αὐγαῖς αὐξομένη κρείσσων, περὶ μητέρα δʼ αἰνούς
  3. 18
  4. ψυχμοὺς ἠδὲ νόσους παρέχει, σίνεσίν τε προσάπτει,
  5. αὐτούς δʼ ἀπροκόπους καὶ δειμαλέους περὶ πρῆξιν
  6. ἐνσινέας τε τίθησιν. ἀπορρείουσα δὲ τούτου,
  7. ἢν μὲν Ζηνὶ συνάπτῃ ἢ ἁβροκόμῳ Κυθερείῃ,
  8. ἐσθλὴ καὶ δώτειρα βίου πλούτοιό τε πολλοῦ,
  9. πυροφόρων δʼ ἀγρῶνκτῆσιν κρατερῶν τε μελάθρων
  10. δῶκεν, καὶ κῦδος φήμην τʼ ἀγαθὴν παρὰ δήμοις,
  11. καὶ φιλίην ἀνδρῶν, ἧσπερ χρῄζουσιν, ἑταίρων·
  12. ἢν δʼ Ἑρμῇ, πινυτούς τε καὶ εὔφρονας ἐξετέλεσσεν.
  13. ἢν δὲ Κρόνον προλιποῦσα κενὸν δρόμον ἐξανύῃσιν,
  14. ἢ καὶ Ἄρῃ μετέπειτα συνάπτῃ, πάγχυ κακίστη·
  15. αὐχμηροὺς τεύχει γὰρ ἀναγκαίου βιότοιο,
  16. οἵτʼ ἔργοις κενεοῖς καμάτοισί τε μοχθίζοντες
  17. οὔποτε λιμηρὴν πενίην ἐδύνανθʼ ὑπαλύξαι,
  18. πρὸς δʼ ἔτι καὶ ζωῆς τέκμωρ λυγρὸν ἐξανύοντας,
  19. πολλάκι δʼ ὠκυμόρους τε καὶ ἐν νεότητι θανόντας·
  20. οἱ δὲ καὶ εὐτροχάλοις δειρὴν σφίγγουσι βρόχοισιν.
  21. ἢν δʼ ἀπὸ μὲν Κυθέρης ἢ καὶ Ζηνὸς πολυφεγγοῦς