Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- γεινομένοις δʼ αὐτοῖς θόρυβον καὶ πήματʼ ἔδωκεν·
- τοὺς δʼ ἄρα καὶ πάτρης γλυκερῆς θῆκεν μετανάστας·
- ἠ ματίῃ γενέθλῃ δʼ ὀλοώτατος ἔπλετο πάντων,
- ἥσσων δʼ ἑσπέριος γεγαὼς ἀδρανέστερα ῥέζει.
- Ἀφρογενὴς δὲ συνοῦσʼ Ὑπερίονι γεινομένοισιν
- δυσγαμίην παρέχει καὶ δύσκλειαν περὶ λέκτρα·
- ἤτοι γὰρ πενιχραῖς ἢ δούλαις ἢ καὶ ἀνάγνοις,
- ἢ καὶ πρεσβυτέρῃσι συνέζευξεν μάλʼ ἀεικῶς,
- ἢ ἔτι καὶ πιναροῖσιν ἐφεζομέναις στεγέεσσιν.
- Ἑρμῆς δʼ Ἠελίῳ ξυνὴν βαίνων κατʼ ἀταρπὸν
- ἤμερσεν σοφίης καὶ παιδείης μάλα πάσης·
- ἑζομένους δʼ ὤπασσε βίους ---
- --- μάλα δʼ ἡῴῃσιν ἀνάσσων [*](434) ἀνέρας ἀφνειοὺς |
- ποίησε πόλει παναγήτους [*](433) ---
- πρῆξίν θ᾿ ἥσσονα δῶκ᾿, ἐν πρήξεΐ τʼ ἔμμεν ὑπ᾿ ἄλλοις.
- Τόσσα μὲν Ἠελίῳ μούνῳ ξυνῇ παρεόντες
- ῥέζουσ᾿, ἶσα δὲ τοῖσι καὶ ἀντίον Ἠελίοιο
- φαινόμενοι. Μήνη δʼ ἃ σὺν αὐτοῖσιν παρεοῦσα
- ῥέζει ἐν δισσῇσιν ἀπορροίαις συναφαῖς τε
- θνητοῖς ἐν μογερῷ βιότῳ, καὶ νῦν ἐνέποιμι.