Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ὅσσα δʼ ἄμ Ἠελίῳ δρῶσιν παρεόντες, ἀείσω.
  2. πάντες μὲν χαίρουσιν ἐπʼ ἀντολίῃσιν ἐόντες,
  3. ὡς ἐν ἑοῖσιν ἕκαστος ἀγαλλόμενος βασιλείοις,
  4. καί ῥά τʼ ἐπ ἀντολίης μὲν ἰόντες ἅτʼ ἐς νεότητα,
  5. θνητοῖς πάντα τελοῦσιν ἄγαν κρατεροὶ παρεόντες·
  6. ἑσπερίοισι δὲ βαρδύτεροι προίασι χρόνοισιν
  7. δείελοι αὐγῇσιν σφαλεραῖς ὑποπεπτηῶτες,
  8. ἀδρανέες τε πέλονται ἑὸν σθένος ἀμβλύνοντες.
  9. Φαίνων μὲν δὴ πρῶτα σύν Ἠελίῳ κατὰ πάντων
  10. ζωιδίων πλήθει ξυνῶν ἀγαθῶν τε κακῶν τε,
  11. κρείσσων μέν τε κατ᾿ ἦμαρ ἐών, βλάπτων δʼ ἐνὶ νυκτί·
  12. 17
  13. τεύχει γὰρ πατέρας μὲν ἀγακλειτοὺς καὶ ἐπόλβους,
  14. μητέρα δʼ ὠκύμορον θανάτῳ διέκρινε τοκῆος,
  15. αὐτῶν δὲ κτῆσιν μινύθει οἶκόν τε πατρῷον,
  16. ἀλλʼ οὐχ ὡς πενιχροὺς πάμπαν καὶ ἀχρήμονας εἶναι.
  17. καὶ Φαέθων μετὰ τῆνος πατρώια πάντα
  18. φθείρει, παντοίαις τε βλάβαις ἄταις τʼ ἐπέδησεν·
  19. πολλάκι καὶ ξείνης γαίης ἔπι πήματʼ ἔδωκεν,
  20. ἠῷος μὲν μείον᾿, ἐφʼ ἐ σπερίῃσι δὲ δεινά.
  21. Ἄρης δʼ Ἠελίῳ συνιών πατράσιν μὲν ἀνίας,