Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. καὶ δʼ ἑτέροις τροπικοῖς ζώοις πάντεσσι τάδʼ ἔρδει.
  2. χρυσοφαὴς δʼ Ἑρμῆς ἐν Καρκίνῳ αἰθροπολεύων
  3. ὀξεῖς ἐν πραπίδεσσι, νοήμονας, ἄλλοτε δʼ ἄλλῃ
  4. βουλῇ τερπομένους μήτʼ ἔμπεδα μητιόωντας
  5. ῥέζει, καὶ μύθοις ἀγαθοὺς ἔργοις τε φερίστους. —
  6. Ἠέλιος δʼ αὐτὸς μὲν ὑπὲρ χαροποῖο Λέοντος
  7. εὐκλέας ἐν βιότῳ καὶ ὑπείροχον εὖχος ἔχοντας
  8. ῥέζει· κέντρου δʼ αὖτε τυχών βασιλῆας ἔτευξεν,
  9. ἢν ἐσθλῶν κοσμῆται ὑπʼ ἄστρων μαρτυρίῃσιν.
  10. ὣς δʼ αὔτως καὶ Μήνη ἐὸν δόμον ἀμφιβεβῶσα
  11. πρήξιας ἀνθρώποις ἀγαθὰς καὶ κῦδος ὀπάζει·
  12. ἢν δὲ μεσουρανέῃ νυκτός, βασιλῆας ἔθηκεν.
  13. οἱ δʼ ἄρ᾿ ἀμειβόμενοι ζῶʼ ἀλλήλων κατὰ κύκλον,
  14. ζώοις δʼ ἐμβεβαῶτες ἐπʼ ἀλλήλων κατὰ κύκλον,
  15. Μήνῃ μὲν Τιτάν, Μήνη δὲ γέγηθε Λέοντι.
  16. τοῖα μὲν ἀλλήλων οἴκοις ὁρίοις τε παρόντες
  17. τεύχουσ’ ἄλλα τε πολλὰ πολυτλήτοις μερόπεσσιν.
  18. Αὐτὰρ ἀληθείην πᾶσαν βροτέου βιότοιο
  19. σύγκρασις διέκριν᾿, ἐπιμαρτυρίαι τε φαεινῶν
  20. ἄστρων ἀλλήλοις χώροις θʼ, ὑπὲρ ὧν γεγάασιν·