Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- ἔρδει, καὶ βιότῳ προφανεῖς καὶ ἀγακλέας ἄνδρας. —
- ἐν δʼ οἴκῳ Μσήνης Φαίνων μητρὸς βίον αἰεὶ
- φθείρει Ἠελίοιο βολὰς καὶ φέγγος ὁρώσης,
- αὐτούς δʼ ἐν νούσοις δολιχαῖς ἄταις τʼ ἐδάμασσεν,
- ἠὲ μελαγχολίῃσι καὶ ἄλγεσι κρυπτομένοισιν,
- ἄχρι κεν ἵζηνται μακάρων ἱεροῖς παρὰ βωμοῖς.
- γήθει δʼ οὖ Φαέθων ἐν Καρκίνῳ, οὕνεκεν αὐτοῦ
- ὑψοῦται, πλεόνων τε γονὴν τέκνων μάλʼ ὀπάζει,
- καὶ βίον ἐν μεγάροισι καὶ εὐκλέα φῆμιν ἀπάντῃ
- δῶκεν, καὶ φιλίην μεγάλων καὶ κέρδεα νωμᾶν.
- Ἄρης δʼ ἐν Μήνης οἴκοις μεγαθαρσέας ἔρδει
- καὶ μάλʼ ἀγηνορίῃσι πεποιθότας, οὐκ ἀλέγοντας
- οὔτε τι κινδύνων ἰδʼ ὁμοκλῆς, οὔτε φόβοιο·
- τῷ καὶ σφάλλονται θαμινὰ σφετέροισιν ἐπʼ ἔργοις·
- ἄλλοι δʼ οὖ τέχνης ἐπιίστορες ἐξεγένοντο·
- πάντες δʼ ἀλγεινοῖσι περιπταίουσι σίνεσσιν,
- τῶν πλεόνων δὲ βίῃ θάνατος καὶ μοῖρα τελεῖται.
- οὐδὲ μὲν οὐδὲ Κύπρις γήθει Μήνης ἐνὶ οἴκῳ·
- μάχλους γὰρ τεύχει καὶ τερπομένους φιλότητι,
- ἄλλα τʼ ἐπʼ ἀλλοίοις κακά τʼ αἴσχεα πολλὰ τελοῦντας·