Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. παντοῖον, κτεάνων τε δόμους πίμπλησι βροτοῖσιν,
  2. αὐτοὺς δʼ αὖθʼ ἑτάρους ἢ καὶ συνέδρους βασιλήων
  3. θηητοὺς λαοῖσι καὶ ἐν πολίεσσιν ἀγητοὺς
  4. τεύχει, καὶ μακάρων ἱερεῖς σηκῶν τε προέδρους,
  5. 11
  6. τιμαῖς κυδαλίμους ἡδʼ ἐξαίτοις γεράεσσιν,
  7. πρήξιος ἐκ πάσης συναθροίζοντας πολὺν ὄλβον,
  8. δήμου θʼ ἡγητῆρας, οἳ εὖ χείλεσσιν ἑοῖσιν
  9. φθέγγοντʼ εἰν ἱεροῖσιν ἀκουόμενοι ὑπὸ λαῶν,
  10. ζευγνυμένουςτʼἀνδρῶν μεγάλων φιλότητι γυναικῶν,
  11. ὧν ἄπο κυδήεντες ἰδʼ ὄλβιοι ἐξεγένοντο.
  12. καὶ Κυθέρη Διὸς οἴκῳ ἢ εἰν ὁρίοισι φανεῖσα
  13. εὐκλέας ἐν πολίεσσι καὶ ἐν δήμοισι τίθησιν·
  14. κοσμεῖ καὶ μίτρῃσι πέπλοισί τε πορφυρέοισιν,
  15. στέμμασί τε χρυσοῦ, τοὺς δʼ οὖ γεράεσσʼ ἐρατοῖσιν·
  16. ἠδὲ γάμους δῶκεν φιλίους, καὶ λέκτρα γυναικῶν
  17. ὤπασεν εὐθαλάμων, λέκτροις δέ τε δῶκε γυναικῶν
  18. εὐόλβων ἐν ἑῇσιν ἔμεν πολίεσσιν ἀρίστοις,
  19. κτήματά θʼ ἕξουσιν κλεινὸν βίοτόν τε καὶ οἴκους·
  20. προσφιλέας δʼ ἔρδει καὶ τιμήεντας ἅπασιν,
  21. πειθοῖ καὶ χαρίτεσσιτετιμένον ἦτορ ἔχοντας·